Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρωτεύειν τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ δυναμένους ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον  καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγοντα, τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿ αὐτοῦ καὶ τὴν θεραπείαν οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρταίων τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς ἐμὲ βλασφημίας· ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν, ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος, ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην, ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος. ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι. κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος. ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς νοσώδους διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάντων τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην, τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔδημος ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κένωσιν ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα, καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι καταλείποιτ᾿ ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμενος δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως, οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ  Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πόσεως τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ με καταγελώμενος ὑπ᾿ αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν. Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώμῃ γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζοντες, οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱπποκράτους βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς, ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐδοκιμούντων ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοηθείας, καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθησις ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦντες, ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ᾿ αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ᾿ ἐν ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς οἱ δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον οἱ τῇδε καθ᾿ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν, ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν τούτων ἀνθρώπων. ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύδεσθαι. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παραγεγονότας εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κατεσκευάσθαι πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι᾿  ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρμάκων ἀναιρεθῆναι μεθ᾿ ὧν ἧκε δυοῖν ἱκετῶν· χάριν, ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόναμεν ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα.