[Πρόγνωσις τῆς ἐσομένης κρίσεως διὰ τῆς κατὰ τοὺς μυκτῆρας αἱμοῤῥαγίας.] Καὶ τό γε σοῦ παρόντος γενόμενον, ἡνίκα περὶ φλεβοτομίας ἐσκέπτοντο τῶν ἐν Ῥώμῃ πρωτευόντων ἔνιοι, διὰ τῶν ὑπομνημάτων ὧν ἐποίησα δείκνυται, δεδειγμένων ὑφ᾿ Ἱπποκράτους τελεώτατα. πέμπτην γὰρ ἡμέραν ἦγε τοῦ νοσήματος ὁ νεανίσκος, ἐφαίνετο δὲ παραλελεῖφθαι τὸ τῆς φλεβοτομίας βοήθημα, δεομένου τοῦ πάθους ἐν ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρίτην, ἤ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ᾿ ἐπειδὴ μήθ᾿ ἡ ὥρα τοῦ ἔτους, μήθ᾿ ἡλικία τοῦ κάμνοντος, ὥσπερ γε μήθ᾿ ἡ κατὰ τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ᾿ ἡ προγεγενημένη δίαιτα τοῦ νοσήματος ἀντεδείκνυτο, πάντα δ᾿ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα, συνεβούλευσαν οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρονοῦντες. ἐγὼ δὲ περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα, τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν αἱμοῤῥαγήσειν μελλόντων σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν. ἐπειγομένην ἀποκρῖναι τὸ βαρῦνον αὐτήν· καὶ τοῦτο αὐτίκα μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν οὖν ἰατροὶ ταῦτ᾿ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάντος δ᾿ ἐπὶ τῆς κλίνης τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέλοντος, ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε μηδενὸς φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα τῆς ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς ἐπ᾿ αὐτὸν κατενεχθείη, καὶ διὰ τοῦτο φυγεῖν τὸν τόπον, ἐν ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ᾿ ἄλλα διασκεψαμένῳ πάντα καὶ τὸ κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον οὔπω κατὰ τὸν δεξιὸν μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ τὴν ἐφεστρίδα τῶν ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν βραχύτατον προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προσκεῖσθαι κατὰ τὸν λόγον τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν, ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με σφαλῆναι. ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει, τό θ᾿ αἱμοῤῥαγῆσαι τὸν νοσοῦντα, τό τ᾿ ἐκ δεξιοῦ μυκτῆρος, ἐφ᾿ ᾦ τεκμήρασθαι προσέχειν ἠξίωσα. θεασάμενος οὖν τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα, προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον, ὅπως, ἐπειδὰν ἴδῃ τὸ αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσδραμὼν ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα καὶ τὸν δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν ὑπέθηκεν αὐτῷ τὸ ἀγγεῖον, ἐφ᾿ ᾦ μεγίστης κραυγῆς, ὡς οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες ἔφυγον, ἐγὼ δ᾿ ἐρομένῳ σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι προσδοκᾷν τὴν αἱμοῤῥαγίαν. ἥ τε γὰρ ὁρμὴ τῆς φύσεως ἐστὶν ἰσχυρὰ καὶ ἡ νόσος ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι κενώσεις γίγνεσθαι. διὸ καὶ παραμεῖναι ὀλίγον χρόνον τῷ κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν τάχει τε αἵματος πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέντος ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν a ἰδὼν τοῦ κενουμένου λιτρῶν ὄντα δ΄. καὶ ἡμισείας ἀνάῤῥοπον τε τὸν κάμνοντα σχηματίσας καὶ ψυχρὸν ὀξύκρατον ἀναῤῥοφεῖν τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας, ὡς οὐδὲν ὅλως ἤνυσε ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν αἱμοῤῥαγίαν· ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά σοι· καί μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ᾿ ὅσα διὰ τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ γὰρ ῥῖγος ἐσόμενον ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς, ἔμετόν τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς τε καὶ παρωτίδας ἐσομένας, ἀποσκήμματά τε παραφροσύνην τε καὶ παραφορὰν, ἅπαντά τ᾿ ἄλλα συμπτώματα. τινὰ δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογίζεται πρὸς ἑαυτοῦ, καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσεπελογισάμην ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ φόβου ἀθυμοῦντος. [Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα, καὶ τοιόνδε τι προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις. οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου καὶ διὰ τοῦτο τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων, ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ᾿ ὑστεραίᾳ διαλείποντα τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώματι φωλεύειν ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου, κατὰ τύχην ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ παρόντα συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος πλησίον εἶναι τὴν οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ γὰρ αὐτὴν τὴν αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλλονται καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε ἐνίοτε καὶ ταχὺν τὸν οὐ ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγμῶν διάγνωσιν σφάλλονται, καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ ἀνωμάλων, ἐν ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι᾿ οὓς κᾀγὼ τέτταρα περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία, προηγούμενα τεττάρων ἑτέρων, ἃ περὶ τῶν ἐν σφυγμοῖς αἰτιῶν ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν ἡ περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι᾿ ἣν καὶ αἱ προειρημέναι δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ᾿ ἕνα σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης εἰς διάγνωσιν, ὡς ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης διαφοράς. ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν ἐνέργειαν ὅ τε κατὰ πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο, πλὴν τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς εἶναι σύμπτωμα, διαγινώσκεσθαι δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ᾿ ἀδύνατον ἄνευ τῶν πασῶν τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθάνεσθαι. θεασάμενος οὖν τὸν ἄνθρωπον οὕτως ἔχοντα, συνεβούλευσά τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν αὐτὸν ἀσφαλῶς κεκριμένον, εἶθ᾿ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη πράττῃ, τότε τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ φύσει συμβεβηκέναι, οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ μὲν οὖν τοῦ παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο· κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα διαλιπόντα μίαν πληγὴν τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ᾿ ἄλλον ἀριθμόν. ὕστερον δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ τίνος σημείου τὴν φύσιν ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε εἰπεῖν Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ τριῶν ἐτῶν ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσούτῳ χρόνῳ ἕκαστον τῶν προβαλλομένων εἰπεῖν, ὡς ἑώρα λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρακίῳ τὸν ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ· αὐτὸς δ᾿ ἂν ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν. γνώσεσθαι δὲ ἔφην ὅσαι παρὰ φύσιν εἰσὶν ἐν τοῖς σφυγμοῖς διαφοραὶ, τουτὶ τὸ βιβλίον ἀναγνόντας. ἦν δὲ τὸ πρῶτον περὶ τοῦ τὰς τῶν σφυγμῶν διαφορὰς ἁπάσας διαγινώσκειν, ἐπαγομένων ἀσκήσεως τὴν ὁδὸν ἐν τέτταρσι γεγράφθαι βιβλίοις. ἃ λαβεῖν ἔξεστιν ὑμῖν, ὅταν ἀπὸ στόματός μου τὰς γεγραμμένας ἐν τῷδε τῷ βιβλίῳ διαφορὰς εἴπητε. τοῦτ᾿ οὖν, ὦ Ἐπίγενες, ἀξιόλογον ἔργον ἰατρικῆς προγνώσεως ἐστὶν, ὥσπερ καὶ τὸ κατὰ τὸν αὐτοκράτορα τῆς δοκούσης αὐτῷ εἰσβολῆς γεγενῆσθαι τοῦ παροξυσμοῦ. τῶν δ᾿ ἄλλων ὅσα θαυμάζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐδὲν οὐδ᾿ ἐγγὺς ὅμοιόν ἐστι. τοῖς δὲ θαυμαστὸν γὰρ εἶναι φαίνεται διὰ τὴν τῶν πολλῶν ἄγνοιαν, οὐ δι᾿ ἑαυτὰ τοῖς νομίμως ἠσκηκόσι τὰ κατὰ τὴν τέχνην, οὐκ ἔχοντα δύσκολον τὴν πρόγνωσιν.