[Διάγνωσις τῆς κοιλίας παθούσης ὑπὸ τῆς εἰσβολῆς τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν καὶ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν αὐτῷ, παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων δὲ πάντων καὶ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἕωθεν καὶ περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς, ὡς ἔθος ἦν αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν προσφέρεσθαι, καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα λουσαμένου περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων ὅλης τῆς νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ, καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων, εἶτα ῥοφήματι θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ κοιμηθείην, ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ αὐτοκράτορος στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν, ἁψαμένων τε δυοῖν τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο, σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο,  διὰ τί τῶν ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων, ἤδη δὲ ἴσως καὶ κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης τῇ πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς ἐλπίζω διαγινώσκεσθαι τὴν ἐνεστῶσαν ἄρτι διάθεσιν. ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος ἅψασθαι, φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον ἁπάσης ἡλικίας τε καὶ φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν οὐδεμίαν εἶναι πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς διαγνώσεως αὐτῇ λέξει τῇδε, τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν. αἰσθάνομαι γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ ἤρετο τί ποιεῖν χρή. ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ διακείμενος οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν εἰωθότων χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ στόματος τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν ποτὲ μέμψηται τὸν στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας τε Πειθολάῳ πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ καὶ τῶν ποδῶν ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ πεπέρεως ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς ἰατρὸν ἔχων ἕνα καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ, τῶν μὲν ἰατρῶν πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο γὰρ ἤδη πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων καὶ φιλοδόξων καὶ φθονερῶν καὶ κακοήθων. ὅπερ οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην ἡγοῦμαί μοι γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἀσκήσασιν, ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας, καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως αἰσθητὴν εἶναι τὴν συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ μικρὸν ἐν τοῖς σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς τὸ βαλανεῖον ἐκπέμπειν, ἢ τραφῆναι κελεύειν ἐκώλυσα. διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα βασιλεῖ διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν ἐδόξαζε καὶ τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί τι μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε. [Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ ἀπαλλαγέντος αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς πυρετός· ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ Πειθόλαος θαυμάζειν ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει· κᾀν τούτῳ διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι. φανέντων δὲ τόπων τραχέων καὶ λίαν ἐρυθρῶν, οὐ μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ ἀνατρίψας εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ φάντος ἑαυτὸν εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, μεταβῆναι μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων ῥόδων ἐκέλευσα καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα τῇ μετ᾿ αὐτὴν νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς φλεγμονῆς ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς βαλανεῖον ἐγγὺς ὂν τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων μορίων, μόνης δὲ τῆς κεφαλῆς καταντλουμένης δαψιλῶς. τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσετίθει δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην, καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος, πῶς δὲ οὐ μέλλομεν ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕωθεν ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις, ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες,  ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι. καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης βέβαιον ἐπιδείκνυται, βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς πρώταις δύο πυρέξαντος σφοδρῶς, ὡς καὶ ὑμεῖς χθὲς ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος ἀκριβέστατος ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν αὐτοῦ, διὰ τὸ προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ μὲν τοιαῦτα ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης αὐτῆς ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν ἰατρῶν μισεῖσθαι. χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ ὅτι διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας, μίαν μὲν τὴν περὶ τὰς διαφορὰς τῶν πυρετῶν, ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν τις προγινώσκοι τὰ γενησόμενα περὶ τοὺς ἀῤῥώστους. οἱ δ᾿ οὕτως εἰσὶν ἀφυεῖς, ὥστε μηδὲ μετὰ τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ, Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάντων ὧν ἐθεάσω με προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς προσθέντος τὴν περὶ τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο, καθάπερ οἱ μετ᾿ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι τοῦ καθ᾿ ἡμᾶς χρόνου ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ ἐκ τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι πρόγνωσις. [Πρόγνωσις τῆς ἐσομένης κρίσεως διὰ τῆς κατὰ τοὺς μυκτῆρας αἱμοῤῥαγίας.] Καὶ τό γε σοῦ παρόντος γενόμενον, ἡνίκα περὶ φλεβοτομίας ἐσκέπτοντο τῶν ἐν Ῥώμῃ πρωτευόντων ἔνιοι, διὰ τῶν ὑπομνημάτων ὧν ἐποίησα δείκνυται, δεδειγμένων ὑφ᾿ Ἱπποκράτους τελεώτατα. πέμπτην γὰρ ἡμέραν ἦγε τοῦ νοσήματος ὁ νεανίσκος, ἐφαίνετο δὲ παραλελεῖφθαι τὸ τῆς φλεβοτομίας βοήθημα, δεομένου τοῦ πάθους ἐν ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρίτην, ἤ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ᾿ ἐπειδὴ μήθ᾿ ἡ ὥρα τοῦ ἔτους, μήθ᾿ ἡλικία τοῦ κάμνοντος, ὥσπερ γε μήθ᾿ ἡ κατὰ τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ᾿ ἡ προγεγενημένη δίαιτα τοῦ νοσήματος ἀντεδείκνυτο, πάντα δ᾿ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα, συνεβούλευσαν οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρονοῦντες. ἐγὼ δὲ περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα, τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν αἱμοῤῥαγήσειν μελλόντων σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν. ἐπειγομένην ἀποκρῖναι τὸ βαρῦνον αὐτήν· καὶ τοῦτο αὐτίκα μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν οὖν ἰατροὶ ταῦτ᾿ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάντος δ᾿ ἐπὶ τῆς κλίνης τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέλοντος, ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε μηδενὸς φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα τῆς ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς ἐπ᾿ αὐτὸν κατενεχθείη, καὶ διὰ τοῦτο φυγεῖν τὸν τόπον, ἐν ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ᾿ ἄλλα διασκεψαμένῳ πάντα καὶ τὸ κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον οὔπω κατὰ τὸν δεξιὸν μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ τὴν ἐφεστρίδα τῶν ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν βραχύτατον προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προσκεῖσθαι κατὰ τὸν λόγον τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν, ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με σφαλῆναι. ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει, τό θ᾿ αἱμοῤῥαγῆσαι τὸν νοσοῦντα, τό τ᾿ ἐκ δεξιοῦ μυκτῆρος, ἐφ᾿ ᾦ τεκμήρασθαι προσέχειν ἠξίωσα. θεασάμενος οὖν τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα, προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον, ὅπως, ἐπειδὰν ἴδῃ τὸ αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσδραμὼν ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα καὶ τὸν δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν ὑπέθηκεν αὐτῷ τὸ ἀγγεῖον, ἐφ᾿ ᾦ μεγίστης κραυγῆς, ὡς οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες ἔφυγον, ἐγὼ δ᾿ ἐρομένῳ σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι προσδοκᾷν τὴν αἱμοῤῥαγίαν. ἥ τε γὰρ ὁρμὴ τῆς φύσεως ἐστὶν ἰσχυρὰ καὶ ἡ νόσος ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι κενώσεις γίγνεσθαι. διὸ καὶ παραμεῖναι ὀλίγον χρόνον τῷ κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν τάχει τε αἵματος πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέντος ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν a ἰδὼν τοῦ κενουμένου λιτρῶν ὄντα δ΄. καὶ ἡμισείας ἀνάῤῥοπον τε τὸν κάμνοντα σχηματίσας καὶ ψυχρὸν ὀξύκρατον ἀναῤῥοφεῖν τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας, ὡς οὐδὲν ὅλως ἤνυσε ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν αἱμοῤῥαγίαν· ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά σοι· καί μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ᾿ ὅσα διὰ τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ γὰρ ῥῖγος ἐσόμενον ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς, ἔμετόν τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς τε καὶ παρωτίδας ἐσομένας, ἀποσκήμματά τε παραφροσύνην τε καὶ παραφορὰν, ἅπαντά τ᾿ ἄλλα συμπτώματα. τινὰ δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογίζεται πρὸς ἑαυτοῦ, καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσεπελογισάμην ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ φόβου ἀθυμοῦντος. [Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα, καὶ τοιόνδε τι προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις. οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου καὶ διὰ τοῦτο τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων, ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ᾿ ὑστεραίᾳ διαλείποντα τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώματι φωλεύειν ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου, κατὰ τύχην ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ παρόντα συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος πλησίον εἶναι τὴν οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ γὰρ αὐτὴν τὴν αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλλονται καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε ἐνίοτε καὶ ταχὺν τὸν οὐ ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγμῶν διάγνωσιν σφάλλονται, καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ ἀνωμάλων, ἐν ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι᾿ οὓς κᾀγὼ τέτταρα περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία, προηγούμενα τεττάρων ἑτέρων, ἃ περὶ τῶν ἐν σφυγμοῖς αἰτιῶν ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν ἡ περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι᾿ ἣν καὶ αἱ προειρημέναι δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ᾿ ἕνα σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης εἰς διάγνωσιν, ὡς ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης διαφοράς. ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν ἐνέργειαν ὅ τε κατὰ πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο, πλὴν τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς εἶναι σύμπτωμα, διαγινώσκεσθαι δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ᾿ ἀδύνατον ἄνευ τῶν πασῶν τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθάνεσθαι. θεασάμενος οὖν τὸν ἄνθρωπον οὕτως ἔχοντα, συνεβούλευσά τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν αὐτὸν ἀσφαλῶς κεκριμένον, εἶθ᾿ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη πράττῃ, τότε τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ φύσει συμβεβηκέναι, οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ μὲν οὖν τοῦ παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο· κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα διαλιπόντα μίαν πληγὴν τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ᾿ ἄλλον ἀριθμόν. ὕστερον δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ τίνος σημείου τὴν φύσιν ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε εἰπεῖν Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ τριῶν ἐτῶν ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσούτῳ χρόνῳ ἕκαστον τῶν προβαλλομένων εἰπεῖν, ὡς ἑώρα λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρακίῳ τὸν ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ· αὐτὸς δ᾿ ἂν ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν. γνώσεσθαι δὲ ἔφην ὅσαι παρὰ φύσιν εἰσὶν ἐν τοῖς σφυγμοῖς διαφοραὶ, τουτὶ τὸ βιβλίον ἀναγνόντας. ἦν δὲ τὸ πρῶτον περὶ τοῦ τὰς τῶν σφυγμῶν διαφορὰς ἁπάσας διαγινώσκειν, ἐπαγομένων ἀσκήσεως τὴν ὁδὸν ἐν τέτταρσι γεγράφθαι βιβλίοις. ἃ λαβεῖν ἔξεστιν ὑμῖν, ὅταν ἀπὸ στόματός μου τὰς γεγραμμένας ἐν τῷδε τῷ βιβλίῳ διαφορὰς εἴπητε. τοῦτ᾿ οὖν, ὦ Ἐπίγενες, ἀξιόλογον ἔργον ἰατρικῆς προγνώσεως ἐστὶν, ὥσπερ καὶ τὸ κατὰ τὸν αὐτοκράτορα τῆς δοκούσης αὐτῷ εἰσβολῆς γεγενῆσθαι τοῦ παροξυσμοῦ. τῶν δ᾿ ἄλλων ὅσα θαυμάζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐδὲν οὐδ᾿ ἐγγὺς ὅμοιόν ἐστι. τοῖς δὲ θαυμαστὸν γὰρ εἶναι φαίνεται διὰ τὴν τῶν πολλῶν ἄγνοιαν, οὐ δι᾿ ἑαυτὰ τοῖς νομίμως ἠσκηκόσι τὰ κατὰ τὴν τέχνην, οὐκ ἔχοντα δύσκολον τὴν πρόγνωσιν.