<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p><milestone unit="ed2page" n="848"/>[Διάγνωσις τῆς κοιλίας παθούσης <lb/>ὑπὸ τῆς εἰσβολῆς
						τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ <lb/>νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν
						καὶ <pb n="658"/> αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν <lb/>αὐτῷ,
						παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων <lb/>δὲ πάντων καὶ τῆς δευτέρας καὶ
						τρίτης ἡμέρας ἕωθεν καὶ <lb/>περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ
						<lb/>τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς, <lb/>ὡς ἔθος ἦν αὐτῷ καθ᾿
						ἑκάστην ἡμέραν προσφέρεσθαι, <lb/>καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα
						λουσαμένου <lb/>περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων <lb/>ὅλης τῆς
						νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς <lb/>κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ,
						καὶ τῶν <lb/>ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων, <lb/>εἶτα ῥοφήματι
						θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ <lb/>ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ
						κοιμηθείην, <lb/>ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ <lb/>αὐτοκράτορος
						στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν <lb/>τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν,
						ἁψαμένων τε δυοῖν <lb/>τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο,
						<lb/>σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο, ﻿<pb n="659"/> διὰ τί τῶν
						ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον <lb/>οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων,
						ἤδη δὲ ἴσως καὶ <lb/>κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης <lb/>τῇ
						πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς <lb/>ἐλπίζω διαγινώσκεσθαι τὴν
						ἐνεστῶσαν ἄρτι διάθεσιν. <lb/>ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος
						ἅψασθαι, <lb/>φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον <lb/>ἁπάσης ἡλικίας τε καὶ
						φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος <lb/>ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν
						οὐδεμίαν εἶναι <lb/>πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης
						<lb/>τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, <lb/>ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς
						διαγνώσεως αὐτῇ λέξει τῇδε, <lb/>τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν.
						αἰσθάνομαι <lb/>γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ <lb/>ἤρετο τί ποιεῖν χρή.
						ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ <lb/>ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ
						διακείμενος <lb/>οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως
						<lb/>ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν <pb n="660"/> εἰωθότων
						χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ <lb/>μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ
						στόματος <lb/>τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν <lb/>ποτὲ μέμψηται τὸν
						στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ <lb/>τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας
						τε Πειθολάῳ <lb/>πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ <lb/>καὶ τῶν ποδῶν
						ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων <lb/>θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ
						πεπέρεως <lb/>ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς <lb/>ἰατρὸν ἔχων ἕνα
						καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε <lb/>περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ,
						τῶν μὲν ἰατρῶν <lb/>πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο <lb/>γὰρ ἤδη
						πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων <lb/>καὶ φιλοδόξων καὶ φθονερῶν καὶ
						κακοήθων. ὅπερ <lb/>οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην <lb/>ἡγοῦμαί μοι
						γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ <lb/>ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς
						τέχνην ἀσκήσασιν, <lb/>ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας, <pb n="661"/>
						<milestone unit="ed2page" n="849"/>καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν
						<lb/>συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως <lb/>αἰσθητὴν εἶναι τὴν
						συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο <lb/>φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ
						μικρὸν ἐν τοῖς <lb/>σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν
						<lb/>ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς <lb/>τὸ βαλανεῖον ἐκπέμπειν, ἢ
						τραφῆναι κελεύειν ἐκώλυσα. <lb/>διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος
						<lb/>ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα <lb/>βασιλεῖ
						διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, <lb/>ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν
						ἐδόξαζε καὶ <lb/>τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί <lb/>τι
						μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε. </p></div><div type="textpart" subtype="chapter" n="12"><p>[Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν <lb/>τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ
						ἀπαλλαγέντος <lb/>αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς <lb/>πυρετός·
						ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν <lb/>τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ
						Πειθόλαος θαυμάζειν <pb n="662"/> ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν
						<lb/>ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει· <lb/>κᾀν τούτῳ
						διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι. <lb/>φανέντων δὲ τόπων τραχέων καὶ λίαν
						ἐρυθρῶν, οὐ <lb/>μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ <lb/>ἀνατρίψας
						εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης <lb/>τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ
						φάντος ἑαυτὸν <lb/>εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, <lb/>μεταβῆναι
						μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων <milestone unit="ed1page" n="461"/>ῥόδων <lb/>ἐκέλευσα
						καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ <lb/>τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα
						τῇ μετ᾿ αὐτὴν <lb/>νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς <lb/>φλεγμονῆς
						ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ <lb/>παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς
						βαλανεῖον ἐγγὺς ὂν <lb/>τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον
						<lb/>ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων <lb/>μορίων, μόνης δὲ τῆς
						κεφαλῆς καταντλουμένης δαψιλῶς. <lb/>τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη
							<pb n="663"/> συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι <lb/>δευτεραῖον
						αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι <lb/>περὶ τοῦ γενομένου πυρετοῦ· καὶ
						τούτοις ἔτι προσετίθει <lb/>δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην,
						<lb/>καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος, <lb/>πῶς δὲ οὐ μέλλομεν
						ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν <lb/>διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος
						ἕωθεν <lb/>ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ <lb/>λούειν αὖθις ἑσπέρας
						ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν <lb/>ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι
						χρόνου <lb/>αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ <lb/>συνεξήγαγεν,
						ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν <lb/>παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι
						μὴ λόγοις, <lb/>ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη <lb/>πολλοὺς
						τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου <lb/>πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν
						πρώτην, ἐνίους τῇ τρίτῃ <lb/>τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες
						<lb/>ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες, ﻿<pb n="664"/> ὑπερβάλλειν
						τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι. <lb/>καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης
						βέβαιον ἐπιδείκνυται, <lb/>βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς <lb/>πρώταις
						δύο πυρέξαντος σφοδρῶς, <milestone unit="ed2page" n="850"/>ὡς καὶ ὑμεῖς χθὲς
						<lb/>ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς <lb/>ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην
						ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας <lb/>τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος
						ἀκριβέστατος <lb/>ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν <lb/>αὐτοῦ, διὰ τὸ
						προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη <lb/>καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ
						μὲν τοιαῦτα <lb/>ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης <lb/>αὐτῆς
						ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς <lb/>με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν
						ἰατρῶν μισεῖσθαι. <lb/>χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ <lb/>ὅτι
						διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας, <lb/>μίαν μὲν τὴν περὶ τὰς
						διαφορὰς τῶν πυρετῶν, <lb/>ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν
						<lb/>περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι <lb/>τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν
						τις προγινώσκοι τὰ γενησόμενα περὶ <pb n="665"/> τοὺς ἀῤῥώστους. οἱ δ᾿ οὕτως εἰσὶν
						ἀφυεῖς, ὥστε μηδὲ μετὰ <lb/>τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ,
						<lb/>Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάντων <lb/>ὧν ἐθεάσω με
						προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς <lb/>Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς
						προσθέντος τὴν περὶ <lb/>τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο,
						<lb/>καθάπερ οἱ μετ᾿ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι <lb/>τοῦ καθ᾿ ἡμᾶς χρόνου
						ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν <lb/>τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ
						ἐκ <lb/>τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι <lb/>πρόγνωσις. </p></div></div></body></text></TEI>