[Διάγνωσις τῆς κοιλίας παθούσης ὑπὸ τῆς εἰσβολῆς τοῦ πυρετοῦ.] Θαυμαστὴ δ᾿ ὄντως ἡ νῦν ἐπ᾿ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν καὶ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν αὐτῷ, παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων δὲ πάντων καὶ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἕωθεν καὶ περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηριακῆς, ὡς ἔθος ἦν αὐτῷ καθ᾿ ἑκάστην ἡμέραν προσφέρεσθαι, καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα λουσαμένου περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενομένων ὅλης τῆς νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γαστρὸς κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ, καὶ τῶν ἀμφ᾿ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων, εἶτα ῥοφήματι θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ κοιμηθείην, ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ αὐτοκράτορος στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν, ἁψαμένων τε δυοῖν τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο, σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο,  διὰ τί τῶν ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων, ἤδη δὲ ἴσως καὶ κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης τῇ πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς ἐλπίζω διαγινώσκεσθαι τὴν ἐνεστῶσαν ἄρτι διάθεσιν. ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος ἅψασθαι, φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον ἁπάσης ἡλικίας τε καὶ φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν οὐδεμίαν εἶναι πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς διαγνώσεως αὐτῇ λέξει τῇδε, τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν. αἰσθάνομαι γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ ἤρετο τί ποιεῖν χρή. ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ διακείμενος οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν εἰωθότων χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ στόματος τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν ποτὲ μέμψηται τὸν στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας τε Πειθολάῳ πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ καὶ τῶν ποδῶν ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ πεπέρεως ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς ἰατρὸν ἔχων ἕνα καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ, τῶν μὲν ἰατρῶν πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο γὰρ ἤδη πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων καὶ φιλοδόξων καὶ φθονερῶν καὶ κακοήθων. ὅπερ οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην ἡγοῦμαί μοι γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἀσκήσασιν, ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας, καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως αἰσθητὴν εἶναι τὴν συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ μικρὸν ἐν τοῖς σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς τὸ βαλανεῖον ἐκπέμπειν, ἢ τραφῆναι κελεύειν ἐκώλυσα. διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα βασιλεῖ διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν ἐδόξαζε καὶ τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί τι μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε. [Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ ἀπαλλαγέντος αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς πυρετός· ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ Πειθόλαος θαυμάζειν ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει· κᾀν τούτῳ διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι. φανέντων δὲ τόπων τραχέων καὶ λίαν ἐρυθρῶν, οὐ μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ ἀνατρίψας εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ φάντος ἑαυτὸν εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, μεταβῆναι μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων ῥόδων ἐκέλευσα καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα τῇ μετ᾿ αὐτὴν νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς φλεγμονῆς ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς βαλανεῖον ἐγγὺς ὂν τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων μορίων, μόνης δὲ τῆς κεφαλῆς καταντλουμένης δαψιλῶς. τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσετίθει δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην, καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος, πῶς δὲ οὐ μέλλομεν ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕωθεν ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις, ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες,  ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι. καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης βέβαιον ἐπιδείκνυται, βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς πρώταις δύο πυρέξαντος σφοδρῶς, ὡς καὶ ὑμεῖς χθὲς ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος ἀκριβέστατος ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν αὐτοῦ, διὰ τὸ προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ μὲν τοιαῦτα ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης αὐτῆς ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν ἰατρῶν μισεῖσθαι. χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ ὅτι διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας, μίαν μὲν τὴν περὶ τὰς διαφορὰς τῶν πυρετῶν, ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν τις προγινώσκοι τὰ γενησόμενα περὶ τοὺς ἀῤῥώστους. οἱ δ᾿ οὕτως εἰσὶν ἀφυεῖς, ὥστε μηδὲ μετὰ τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ, Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάντων ὧν ἐθεάσω με προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς προσθέντος τὴν περὶ τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο, καθάπερ οἱ μετ᾿ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι τοῦ καθ᾿ ἡμᾶς χρόνου ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ ἐκ τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι πρόγνωσις.