ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙΝΩΣΚΕΙΝ ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ ΒΙΒΛΙΟΝ. Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν ἰατρῶν, ὦ Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς κάμνουσιν ἐσόμενα καθ᾿ ἑκάστην νόσον. ἀφ᾿ οὗ γὰρ οἱ τὸ δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρικὴν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν, ἠμέληται μὲν τὰ κάλλιστα τῶν τεχνῶν, ἤσκηται δ᾿ ἐξ ὧν ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι καὶ πρᾶξαι πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν ἑκάστης ἡμέρας, τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν προερχομένους οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς δ᾿ αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ δακτυλίων πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀκολουθούντων καὶ σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν ἥδοντες, τὰ δ᾿ ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι νομίζουσιν, ἀγαθῶν πολλῶν τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι, τἄλλα παρανομεῖν οὐκ ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος μαθητῶν, ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ τὰς πόλεις, ἐν αἷς διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον. ἡ δὲ τῆς ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων. ὅταν γάρ τις ἰατρὸς τῷ νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν, ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν μέρος, ἢ ἔμετον, ἢ ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην, ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον ἀποδεῖ τοῦ θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν, ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι δόξειεν. ὀλίγοι δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου τῆς τοιαύτης θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ τοῖς ἔμπροσθεν εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς ἀποκρυπτομένους σφετέραν ἀμαθείαν, ἴσως δέ τινας καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν οὐδὲν τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται πολλοῖς τῶν ἔμπροσθεν καὶ μάλιστα τῷ Ἱπποκράτει, τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ, μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη, ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν ἐρώτημά τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει μὲν τὴν τῆς γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ, τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα· δευτέρα δὲ ᾗ Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿ ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς ἀναιρῶν τοὺς νοσοῦντας, ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν ἀξίως ἢ παραπλησίως Κοΐντῳ φαγαδευθέντων, λαμπρὰ τῆς αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε φανερῶς, εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ δὲ ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι προσδοκῶντα, πρὸς τῷ καὶ τὴν τῆς γοητείας ὑποψίαν αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν αὐτὸς ἐκ παιδείας καὶ μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν, ἤτοι κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις, ὅ τι ἂν αὐτῷ χρῆσθαι βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος θαυμαστῇ. τὸ μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι. συμβαίνειν οὖν ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν εἰλικρινῶς, οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ πειραθῶσι τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ  καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι δὲ τοῖς πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν ἀνθρώπων τοῖς ἀρίστοις ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ, τῶν πλουτούντων ἐν ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν ἐγνωκότας, τοῖς δὲ ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿ ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ τούτους πλουτίζουσι καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν ὀρχηστῶν καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν θεῶν ἀγάλμασι συνέδρους. τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας αὐτῶν δέονται. τὸ γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον εἰς ἀναλωμάτων λογισμοὺς καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων κληρονομήσουσι χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς ἡδονὴν ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας οὐδὲν αὐτοῖς μέλει, πλὴν ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ. φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν ἐπαΐουσιν, ἀλλὰ πάντων μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον τρυπᾷν. οὗτοι τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην ὀρθῶς ἀλλ᾿ ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ ἀνθρώποις ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο. Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν ὑφορώμενος ἐπεδεικνύμην οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε τῶν ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι τι τοιοῦτον, ὡς ἐπίστασαι σὺ ὁ μάλιστα παρὼν τῇ νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν ἀνωμαλία τις αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿ ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν ἀμέμπτως διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν ὑπερβάλλειν. ὡς δ᾿ οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία παραλλαγή τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος ἐπὶ τῇ τρίτῃ ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν. ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿ ἐκείνην ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές. ἐν τῇ τετάρτῃ δὲ τῶν ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ ἀποβλέψας πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην οὖσαν ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν οὖν, ὡς οὐδενὸς ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿ ἄλλοι πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ δὲ αὐτῷ περὶ τῆς σιωπῆς ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι. τὸ δὲ μὴ προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε τὰς βραχείας αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι γενομένης ὑποψίας εἰπεῖν. ἐλούσατό τε οὖν εὐφόρως καὶ ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν πρὸ τοῦ λουτροῦ, καὶ μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην, τετάρτην δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας ἐπὶ τῆς οἰκίας ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι φάντων. ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο, τὴν ὑποψίαν μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας περιόδου προοίμιον εἴη συμβαῖνον. ἐχωρίσθην ἔχων ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ μετὰ πολὺ δὲ θερμασίας ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ παλαιοῦ προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο τοῖς συνήθεσιν ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι δυσχερὲς ἐν τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ διῃτήθη τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος, ἐπείσθη τεταρταίου μὲν εἶναι περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος ἀξιόλογον ἕξιν εἶναί μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ πατρὸς ἐπὶ φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν, ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι μάθημα τοῦτο. συνέβη μοι γεγονέναι τότε κατά τινα τύχην,  ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς ἀνθρώπου κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάληψιν, ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον τὸν ἄνθρωπον ἀποφήνασθαί σοι παρόντι σαφεστάτην εἰσβολὴν εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλογίαν ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος παρὰ σοῦ τὴν γενομένην πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ κατὰ τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρίστους τῶν κατὰ τὴν πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν ἀπελείφθην, οὐ βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδοξοτάτοις αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ προσδοκώμενος ἦν ὁ διὰ τῆς τετάρτης παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς οἶσθα, σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ φαρμάκου χρήσεως ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν ὀνήσει τὸ φάρμακον, ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην, ἄπεπτον ἔφην ἔτι εἶναι τὸ νόσημα, τό τε φάρμακον τοῦτο κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ, μέχρι μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι τελέως οὔτε διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν ἀφικόμενοι πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον αἰδεσθέντος διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς ὑποσχομένους τοὺς ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ τὴν τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε συμβαίνειν οὕτως ἔφασαν ἐπὶ τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ νόσημα. δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ κατὰ τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης παροξυσμὸς, ὁμοίως ἕωθεν αὐτοῦ προσενέγκαιτο. ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως ἐνέβαλε τὴν ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν αὐτοῖς, ὡς οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ δόντες ἐπὶ τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος τῷ προτέρῳ παροξυσμῷ κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα προσδοκίαν ἔχοιμι τῶν μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν, ἔφην, ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος ὑπάρχω, ἕωθεν δὲ τάχα ἂν δυνηθείην, θεασάμενος ἅπαντα τὰ διὰ τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί τε κελεύσας αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην ἀφίξεσθαι. καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον ἡψάμην, ἀπεφηνάμην αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ τὴν αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον ἐπισκεψόμενοι τὸν Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο τῆς πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς δὲ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ κατ᾿ ἐμὲ, λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο. γενομένου δὲ κᾀκείνου περὶ τὴν αὐτὴν ὥραν τοῖς προγεγενημένοις ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ τὴν Ῥωμαίων πόλιν ἀξιώματί τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν ἤδη παρακαλῶν ἐπιδεῖξαί τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν ἐγνώρισέ μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ μετὰ τὴν πεῖραν ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην ὄντος ὑπάρχου, ἐδεῖτο τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν, ἐσπουδακὼς δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν οὖν τὰ κατὰ τὰς ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον ἐσομένης. Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρωτεύειν τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ δυναμένους ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον  καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγοντα, τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿ αὐτοῦ καὶ τὴν θεραπείαν οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρταίων τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς ἐμὲ βλασφημίας· ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν, ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος, ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην, ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος. ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι. κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος. ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς νοσώδους διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάντων τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην, τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔδημος ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κένωσιν ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα, καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι καταλείποιτ᾿ ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμενος δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως, οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ  Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πόσεως τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ με καταγελώμενος ὑπ᾿ αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν. Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώμῃ γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζοντες, οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱπποκράτους βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς, ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐδοκιμούντων ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοηθείας, καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθησις ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦντες, ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ᾿ αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ᾿ ἐν ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς οἱ δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον οἱ τῇδε καθ᾿ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν, ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν τούτων ἀνθρώπων. ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύδεσθαι. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παραγεγονότας εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κατεσκευάσθαι πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι᾿  ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρμάκων ἀναιρεθῆναι μεθ᾿ ὧν ἧκε δυοῖν ἱκετῶν· χάριν, ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόναμεν ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα. Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβολὴν παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρωπόν τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως ἀττικίζοντες, νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο ποιῆσαι· καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ μηδ᾿ αὐτοῦ ἐκ τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν ἐναντίων ἢ προσῆκεν ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους ἐπιστάντος ἐπὶ τῶν πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου καὶ ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν τοὔνομα Γαληνοῦ. συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ μέρει τῆς τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν ἄλλος ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ θεραπείας χρησάμενος, ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, ἣν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα τῆς Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσεται. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παντὸς ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ. τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος Βοηθὸς ὑπατικὸς ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν Περιπατητικῶν δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι μὲν καὶ τὰ τοῦ Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με, διδάξαι διὰ τῶν ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν ἔφην δεῖσθαι τὴν ἀνατομὴν, ὁμοίως τε τὴν κατασκευὴν ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα τῶν μικροφώνων εἶναι, παρασχεῖν ἀποδεικτικὰ λήμματα πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ μελλούσῃ γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ Ἀδριανὸς ὁ ῥήτωρ, οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος Φαβωρίνου, δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ τὴν ἰδέαν τῆς Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς ἀνατομῆς φαινόμενα, συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ διαληφθεῖσιν, ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν ζωήν τι βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι.  ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν, ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ, πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου, δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, βιαίαν δ᾿ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κινοῦντα κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαντός γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν, ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε διαβουλευομένων γε πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα.