<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙΝΩΣΚΕΙΝ <lb/>ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ <lb/>ΒΙΒΛΙΟΝ.</head><p><milestone unit="ed2page" n="829"/>Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν <lb/>ἰατρῶν, ὦ
						Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς <lb/>κάμνουσιν ἐσόμενα καθ᾿ ἑκάστην νόσον.
						ἀφ᾿ οὗ γὰρ οἱ τὸ <lb/>δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρικὴν
						<lb/>μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν, <lb/>ἠμέληται μὲν τὰ κάλλιστα τῶν
						τεχνῶν, ἤσκηται δ᾿ ἐξ ὧν <pb n="600"/> ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι
						καὶ πρᾶξαι <lb/>πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν <lb/>ἑκάστης ἡμέρας,
						τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν <lb/>ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν
						προερχομένους <lb/>οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς <lb/>δ᾿
						αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ <lb/>δακτυλίων πολυτελείᾳ καὶ τῷ
						πλήθει τῶν ἀκολουθούντων καὶ <lb/>σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς
						<lb/>ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν <lb/>ἥδοντες, τὰ δ᾿
						ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς <lb/>κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι
						νομίζουσιν, ἀγαθῶν πολλῶν <lb/>τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν
						<lb/>ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι, <lb/>τἄλλα παρανομεῖν οὐκ
						ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς <lb/>τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος
						μαθητῶν, <lb/>ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ <lb/>τὰς πόλεις, ἐν αἷς
						διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν <lb/>τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον.
						ἡ δὲ τῆς <pb n="601"/> ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν
						<lb/>ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων. <lb/>ὅταν γάρ τις ἰατρὸς τῷ
						νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην <lb/>ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν,
						<lb/>ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν <lb/>μέρος, ἢ ἔμετον, ἢ
						ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην, <lb/>
						<milestone unit="ed2page" n="830"/>ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον
						<lb/>τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον <lb/>ἀποδεῖ τοῦ
						θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν, <lb/>ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι
						δόξειεν. ὀλίγοι <lb/>δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου <lb/>τῆς τοιαύτης
						θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν <lb/>προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ
						τοῖς ἔμπροσθεν <lb/>εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν
						<lb/>εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς <lb/>ἀποκρυπτομένους
						σφετέραν ἀμαθείαν, ἴσως δέ τινας <lb/>καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν
						οὐδὲν <pb n="602"/> τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην
						<lb/>πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται <lb/>πολλοῖς τῶν ἔμπροσθεν
						καὶ μάλιστα τῷ Ἱπποκράτει, <lb/>τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν
						<lb/>αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ, <lb/>μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη,
						ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον <lb/>μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν
						ἐρώτημά <lb/>τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει <lb/>μὲν τὴν τῆς
						γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ, <lb/>τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿
						ἐπιβουλεύεσθαι <lb/>πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα· <lb/>δευτέρα δὲ ᾗ
						Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿ <lb/>ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς
						ἀναιρῶν τοὺς νοσοῦντας, <lb/>ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν
						<lb/>φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν <lb/>ἀξίως ἢ παραπλησίως Κοΐντῳ
						φαγαδευθέντων, λαμπρὰ τῆς <lb/>αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε
						φανερῶς, <pb n="603"/> εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ <lb/>δὲ
						ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι <lb/>προσδοκῶντα, πρὸς τῷ καὶ
						τὴν τῆς γοητείας ὑποψίαν <lb/>αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται
						<lb/>μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς <lb/>ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν
						αὐτὸς ἐκ παιδείας καὶ <lb/>μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν, <lb/>ἤτοι
						κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις, <lb/>ὅ τι ἂν αὐτῷ χρῆσθαι
						βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι <lb/>καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος
						θαυμαστῇ. τὸ <lb/>μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν
						<lb/>πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι. <lb/>συμβαίνειν οὖν
						ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων <lb/>καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν
						εἰλικρινῶς, <lb/>οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ <lb/>πειραθῶσι
						τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι <lb/>σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς
						ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν <lb/>τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ ﻿<pb n="604"/> καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι <lb/>δὲ τοῖς
						πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα <lb/>μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν
						ἀνθρώπων τοῖς ἀρίστοις <lb/>ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν
						<lb/>παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων <lb/>τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ,
						τῶν πλουτούντων ἐν <lb/>ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν
						<lb/>ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν <lb/>ἐγνωκότας, τοῖς δὲ
						ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿ <lb/>ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ
						τούτους πλουτίζουσι <lb/>καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν <lb/>ὀρχηστῶν
						καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν <lb/>θεῶν ἀγάλμασι συνέδρους. <milestone unit="ed2page" n="831"/>τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων <lb/>τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας
						αὐτῶν δέονται. τὸ <lb/>γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν
						<lb/>ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον <lb/>εἰς ἀναλωμάτων λογισμοὺς
						καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας <lb/>δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων
						κληρονομήσουσι <pb n="605"/> χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς <lb/>ἡδονὴν
						ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν <lb/>φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας
						οὐδὲν αὐτοῖς μέλει, πλὴν <lb/>ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ
						<lb/>πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ. <lb/>φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν
						ἐπαΐουσιν, ἀλλὰ πάντων <milestone unit="ed1page" n="452"/>
						<lb/>μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον <lb/>τρυπᾷν. οὗτοι
						τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν <lb/>ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην
						ὀρθῶς ἀλλ᾿ <lb/>ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ <lb/>ἀνθρώποις
						ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ <lb/>ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν <lb/>ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν
						ὑφορώμενος ἐπεδεικνύμην <lb/>οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε <lb/>τῶν
						ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι <lb/>τι τοιοῦτον, ὡς ἐπίστασαι
						σὺ ὁ μάλιστα παρὼν τῇ <lb/>νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ
							<pb n="606"/> φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν <lb/>ἀνωμαλία τις
						αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿ <lb/>ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν
						ἀμέμπτως <lb/>διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν <lb/>ὑπερβάλλειν. ὡς δ᾿
						οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές <lb/>ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία
						παραλλαγή <lb/>τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος <lb/>ἐπὶ τῇ τρίτῃ
						ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν. <lb/>ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿
						ἐκείνην ὑπερβάλλειν <lb/>τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ
						<lb/>τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές. <lb/>ἐν τῇ τετάρτῃ δὲ τῶν
						ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν <lb/>ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ
						ἀποβλέψας <lb/>πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην <lb/>οὖσαν
						ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην <lb/>ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν
						οὖν, ὡς οὐδενὸς <lb/>ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿ <lb/>ἄλλοι
						πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ <pb n="607"/> δὲ αὐτῷ περὶ τῆς σιωπῆς
						ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως <lb/>ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ
						<lb/>τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι. <lb/>τὸ δὲ μὴ
						προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου <lb/>σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε
						τὰς βραχείας <lb/>αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν
						<lb/>ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι <lb/>γενομένης ὑποψίας εἰπεῖν.
						ἐλούσατό τε οὖν εὐφόρως καὶ <lb/>ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός
						<lb/>με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν <lb/>αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν
						πρὸ τοῦ λουτροῦ, <milestone unit="ed2page" n="832"/>καὶ <lb/>μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ
						τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν <lb/>ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην,
						τετάρτην <lb/>δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας <lb/>ἐπὶ τῆς οἰκίας
						ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο <lb/>πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι
						φάντων. <lb/>ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο, <lb/>τὴν ὑποψίαν
						μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας <pb n="608"/> περιόδου προοίμιον εἴη
						συμβαῖνον. ἐχωρίσθην ἔχων <lb/>ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς
						<lb/>οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ <lb/>μετὰ πολὺ δὲ θερμασίας
						ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν <lb/>ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ
						παλαιοῦ <lb/>προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο <lb/>τοῖς συνήθεσιν
						ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων <lb/>ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι
						δυσχερὲς ἐν <lb/>τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ <lb/>διῃτήθη
						τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος, <lb/>ἐπείσθη τεταρταίου μὲν εἶναι
						περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν <lb/>ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν
						<lb/>ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος <lb/>ἀξιόλογον ἕξιν εἶναί
						μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν <lb/>παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ
						πατρὸς ἐπὶ <lb/>φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν,
						<lb/>ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι <lb/>μάθημα τοῦτο. συνέβη μοι
						γεγονέναι τότε κατά τινα τύχην, ﻿<pb n="609"/> ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς
						ἀνθρώπου κατὰ τὴν <lb/>ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάληψιν,
						<lb/>ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον <lb/>τὸν ἄνθρωπον ἀποφήνασθαί σοι
						παρόντι σαφεστάτην εἰσβολὴν <lb/>εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλογίαν
						<lb/>ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος <lb/>παρὰ σοῦ τὴν γενομένην
						πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον <lb/>ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ
						κατὰ <lb/>τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρίστους <lb/>τῶν κατὰ τὴν
						πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ <lb/>τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν
						ἀπελείφθην, οὐ <lb/>βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδοξοτάτοις
						<lb/>αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν <lb/>ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ
						προσδοκώμενος ἦν ὁ διὰ τῆς τετάρτης <lb/>παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς
						οἶσθα, <lb/>σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ <lb/>φαρμάκου χρήσεως
						ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην <lb/>αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν
						ὀνήσει τὸ φάρμακον, <pb n="610"/> ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν
						<lb/>γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην, <lb/>ἄπεπτον ἔφην ἔτι εἶναι
						τὸ νόσημα, τό τε φάρμακον τοῦτο <lb/>κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ,
						μέχρι <lb/>μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι <lb/>τελέως οὔτε
						διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην <lb/>ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν
						ἀφικόμενοι <lb/>πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον <lb/>αἰδεσθέντος
						διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ <lb/>ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς
						ὑποσχομένους τοὺς <lb/>ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ <lb/>τὴν
						τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ <lb/>κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε
						συμβαίνειν οὕτως ἔφασαν ἐπὶ <lb/>τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ
						νόσημα. <lb/>
						<milestone unit="ed2page" n="833"/>δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ <lb/>κατὰ
						τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης <lb/>παροξυσμὸς, ὁμοίως ἕωθεν
						αὐτοῦ προσενέγκαιτο. <lb/>ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ <pb n="611"/> περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως <lb/>ἐνέβαλε τὴν
						ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν <lb/>προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν
						αὐτοῖς, ὡς <lb/>οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ <lb/>δόντες ἐπὶ
						τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ <lb/>φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος
						τῷ προτέρῳ παροξυσμῷ <lb/>κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος
						<lb/>δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα <lb/>προσδοκίαν ἔχοιμι τῶν
						μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν <lb/>αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν,
						ἔφην, <lb/>ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος <lb/>ὑπάρχω, ἕωθεν
							<milestone unit="ed1page" n="453"/>δὲ τάχα ἂν δυνηθείην, θεασάμενος <lb/>ἅπαντα τὰ διὰ
						τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος <lb/>οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί
						τε κελεύσας <lb/>αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην <lb/>ἀφίξεσθαι.
						καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε <lb/>τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον
						ἡψάμην, ἀπεφηνάμην <lb/>αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ <lb/>τὴν
						αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον <pb n="612"/> ἐπισκεψόμενοι τὸν
						Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ <lb/>Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο
						τῆς <lb/>πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς <lb/>δὲ περὶ τὴν
						Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ <lb/>Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ
						κατ᾿ ἐμὲ, <lb/>λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος
						<lb/>παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο. <lb/>γενομένου δὲ κᾀκείνου περὶ τὴν
						αὐτὴν ὥραν τοῖς προγεγενημένοις <lb/>ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις
						<lb/>αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ <lb/>οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ
						τὴν Ῥωμαίων πόλιν ἀξιώματί <lb/>τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς
						<lb/>εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν <lb/>ἤδη παρακαλῶν ἐπιδεῖξαί
						τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, <lb/>ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν
						ἐγνώρισέ <lb/>μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ <lb/>μετὰ τὴν πεῖραν
						ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· <lb/>πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς
						ἀνατομὰς φαινομένων <pb n="613"/> ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ
						<lb/>βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην <lb/>ὄντος ὑπάρχου, ἐδεῖτο
						τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ <lb/>ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν,
						ἐσπουδακὼς <lb/>δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν <lb/>οὖν τὰ κατὰ τὰς
						ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας <lb/>ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον
						ἐσομένης. </p></div></div></body></text></TEI>