ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙΝΩΣΚΕΙΝ ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ ΒΙΒΛΙΟΝ. Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν ἰατρῶν, ὦ Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς κάμνουσιν ἐσόμενα καθ᾿ ἑκάστην νόσον. ἀφ᾿ οὗ γὰρ οἱ τὸ δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρικὴν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν, ἠμέληται μὲν τὰ κάλλιστα τῶν τεχνῶν, ἤσκηται δ᾿ ἐξ ὧν ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι καὶ πρᾶξαι πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν ἑκάστης ἡμέρας, τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν προερχομένους οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς δ᾿ αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ δακτυλίων πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀκολουθούντων καὶ σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν ἥδοντες, τὰ δ᾿ ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι νομίζουσιν, ἀγαθῶν πολλῶν τυγχάνουσιν, ὡς δ᾿ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ᾿ ὄντες τοιοῦτοι, τἄλλα παρανομεῖν οὐκ ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος μαθητῶν, ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ τὰς πόλεις, ἐν αἷς διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον. ἡ δὲ τῆς ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ᾿ ἕν τι τῶν κατ᾿ αὐτὴν ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων. ὅταν γάρ τις ἰατρὸς τῷ νόμῳ μεμαθηκότων αὐτὴν, ἢ παραφροσύνην ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν, ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν μέρος, ἢ ἔμετον, ἢ ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην, ἢ συγκοπὴν, ἢ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ᾿ ἀηθείας φαίνεται καὶ τοσοῦτον ἀποδεῖ τοῦ θαυμάζεσθαι παρ᾿ αὐτοῖς ὁ προειπὼν, ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι δόξειεν. ὀλίγοι δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου τῆς τοιαύτης θεωρίας· ἐρωτῶσι δ᾿ εὐθέως καὶ αὐτὸν τὸν προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ τοῖς ἔμπροσθεν εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰατροὺς ἀποκρυπτομένους σφετέραν ἀμαθείαν, ἴσως δέ τινας καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν οὐδὲν τοιοῦτο γεγράφθαι, γόητα δ᾿ εἶναι τὸν ἐπιδεικνύμενον τοιαύτην πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ᾿ ὅτι γέγραπται πολλοῖς τῶν ἔμπροσθεν καὶ μάλιστα τῷ Ἱπποκράτει, τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ, μήθ᾿ ὡς αὐτὸς εὑρηκὼς εἴη, ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλλον μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν ἐρώτημά τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐξάνει μὲν τὴν τῆς γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ, τελευταῖον δὲ φθόνον ὑπ᾿ ἑαυτὸν ἤγειρεν, ὥστ᾿ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα· δευτέρα δὲ ᾗ Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ᾿ ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς ἀναιρῶν τοὺς νοσοῦντας, ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν ἀξίως ἢ παραπλησίως Κοΐντῳ φαγαδευθέντων, λαμπρὰ τῆς αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε φανερῶς, εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ δὲ ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πείσεσθαι προσδοκῶντα, πρὸς τῷ καὶ τὴν τῆς γοητείας ὑποψίαν αὐξάνειν. εἰ δ᾿ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ διαμάχεται μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν αὐτὸς ἐκ παιδείας καὶ μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν, ἤτοι κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ᾿ ἐκείνοις, ὅ τι ἂν αὐτῷ χρῆσθαι βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀντέχοι καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος θαυμαστῇ. τὸ μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι. συμβαίνειν οὖν ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμένων καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν εἰλικρινῶς, οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ᾿ αὐτὴν δι᾿ ἑαυτῆς, ὅταν ἅπαξ πειραθῶσι τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς ἀνθρώποις ὄφελος, ἐξαναχωρεῖν τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ  καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι δὲ τοῖς πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μάλιστα μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν ἀνθρώπων τοῖς ἀρίστοις ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐδοκιμεῖν παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τούτων τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ, τῶν πλουτούντων ἐν ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν ἐγνωκότας, τοῖς δὲ ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ᾿ ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ τούτους πλουτίζουσι καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν ὀρχηστῶν καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν θεῶν ἀγάλμασι συνέδρους. τοὺς δ᾿ ἀπὸ τῶν μαθημάτων τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας αὐτῶν δέονται. τὸ γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐτῶν ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον εἰς ἀναλωμάτων λογισμοὺς καὶ οἰκίας κατασκευὴν, ἀστρονομίας δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων κληρονομήσουσι χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς ἡδονὴν ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας οὐδὲν αὐτοῖς μέλει, πλὴν ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀργάνῳ πανούργῳ, τῇ σοφιστικῇ καλουμένῃ χρῆσθαι θεωρίᾳ. φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν ἐπαΐουσιν, ἀλλὰ πάντων μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγχρον τρυπᾷν. οὗτοι τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην ὀρθῶς ἀλλ᾿ ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ ἀνθρώποις ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο. Ταῦτ᾿ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν ὑφορώμενος ἐπεδεικνύμην οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε τῶν ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γενέσθαι τι τοιοῦτον, ὡς ἐπίστασαι σὺ ὁ μάλιστα παρὼν τῇ νόσῳ πάσῃ, μέχρι τέλους ἀπ᾿ ἀρχῆς Εὐδήμου τοῦ περιπατητικοῦ φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λουτρὸν ἀνωμαλία τις αὐτῷ, φρίκη δ᾿ ἀπὸ ὥρας ὀγδόης, δι᾿ ἦς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν ἀμέμπτως διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν ὑπερβάλλειν. ὡς δ᾿ οὐ κατ᾿ αὐτὴν ἀπήντησέ τι δυσχερές ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία παραλλαγή τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμενος ἐπὶ τῇ τρίτῃ ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν. ἀσφαλείας δ᾿ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ᾿ ἐκείνην ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχερές. ἐν τῇ τετάρτῃ δὲ τῶν ἡμερῶν, ἐν ἧ συγγενόμενος ἡμῖν ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ ἀποβλέψας πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τετάρτην οὖσαν ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν οὖν, ὡς οὐδενὸς ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ᾿ ἄλλοι πάντες οἱ παρόντες, ἐγὼ δ᾿ ἐσιώπων μόνος. ἐρομένῳ δὲ αὐτῷ περὶ τῆς σιωπῆς ἀπεκρινάμην οὐκ εἶναί μοι τελέως ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψασθαι. τὸ δὲ μὴ προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἶόν τε τὰς βραχείας αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι γενομένης ὑποψίας εἰπεῖν. ἐλούσατό τε οὖν εὐφόρως καὶ ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν πρὸ τοῦ λουτροῦ, καὶ μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην, τετάρτην δὲ ἀπ᾿ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρίψας ἐπὶ τῆς οἰκίας ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι φάντων. ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο, τὴν ὑποψίαν μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τεταρταίας περιόδου προοίμιον εἴη συμβαῖνον. ἐχωρίσθην ἔχων ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς οἰκοῦντα. λουσάμενος δ᾿ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ μετὰ πολὺ δὲ θερμασίας ᾔσθετο δι᾿ ὅλου τοῦ σώματος, ἣν ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ παλαιοῦ προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγήσατο τοῖς συνήθεσιν ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι δυσχερὲς ἐν τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ διῃτήθη τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος, ἐπείσθη τεταρταίου μὲν εἶναι περίοδον. ἐπῄνει δὲ τοὐντεῦθεν ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος ἀξιόλογον ἕξιν εἶναί μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ πατρὸς ἐπὶ φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι᾿ ὀνείρων ἐναργῶν, ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι μάθημα τοῦτο. συνέβη μοι γεγονέναι τότε κατά τινα τύχην,  ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς ἀνθρώπου κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάληψιν, ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον τὸν ἄνθρωπον ἀποφήνασθαί σοι παρόντι σαφεστάτην εἰσβολὴν εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλογίαν ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος παρὰ σοῦ τὴν γενομένην πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ κατὰ τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρίστους τῶν κατὰ τὴν πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν ἀπελείφθην, οὐ βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδοξοτάτοις αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ προσδοκώμενος ἦν ὁ διὰ τῆς τετάρτης παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς οἶσθα, σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ φαρμάκου χρήσεως ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν ὀνήσει τὸ φάρμακον, ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν γ᾿ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι᾿ ἣν οὕτως ἀπεκρινάμην, ἄπεπτον ἔφην ἔτι εἶναι τὸ νόσημα, τό τε φάρμακον τοῦτο κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ, μέχρι μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέψαι τελέως οὔτε διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν ἀφικόμενοι πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον αἰδεσθέντος διηγήσασθαι τὰ ὑπ᾿ ἐμοῦ λεγόμενα αὐτῷ καὶ ἅμα θεασάμενος μετ᾿ ἐνστάσεως, ὡς ὑποσχομένους τοὺς ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ τὴν τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε συμβαίνειν οὕτως ἔφασαν ἐπὶ τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ νόσημα. δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ κατὰ τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τετάρτης παροξυσμὸς, ὁμοίως ἕωθεν αὐτοῦ προσενέγκαιτο. ἐκεῖνοι μὲν οὗν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκήτως ἐνέβαλε τὴν ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν αὐτοῖς, ὡς οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ δόντες ἐπὶ τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος τῷ προτέρῳ παροξυσμῷ κατ᾿ αὐτὸν ἀπήντησε καὶ ὁ μετ᾿ αὐτὸν ἐπιγενόμενος δεύτερον· ἐφ᾿ ᾦ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα προσδοκίαν ἔχοιμι τῶν μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, καταμαθὼν αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν, ἔφην, ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος ὑπάρχω, ἕωθεν δὲ τάχα ἂν δυνηθείην, θεασάμενος ἅπαντα τὰ διὰ τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί τε κελεύσας αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην ἀφίξεσθαι. καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον ἡψάμην, ἀπεφηνάμην αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ τὴν αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ᾿ ὕστερον ἐπισκεψόμενοι τὸν Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο τῆς πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευκὼς δὲ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ Παῦλος, οἶς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ κατ᾿ ἐμὲ, λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλλοντος παροξυσμοῦ, παραφυλάττειν δ᾿ ὅπως ἀποβήσοιτο. γενομένου δὲ κᾀκείνου περὶ τὴν αὐτὴν ὥραν τοῖς προγεγενημένοις ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμένοις αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ τὴν Ῥωμαίων πόλιν ἀξιώματί τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ᾿ οὖν Βοηθὸς, ἀκηκοὼς εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν ἤδη παρακαλῶν ἐπιδεῖξαί τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν ἐγνώρισέ μου τὸ ὄνομα καὶ τοῦτ᾿ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ μετὰ τὴν πεῖραν ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομένην ὄντος ὑπάρχου, ἐδεῖτο τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν, ἐσπουδακὼς δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν οὖν τὰ κατὰ τὰς ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον ἐσομένης.