<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg082.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΗΝ <lb/>ΛΕΞΙΝ ΣΟΦΙΣΜΑΤΩΝ.</head><p><milestone unit="ed1page" n="32"/><milestone unit="ed2page" n="73"/>[Παρὰ τρόπους ἓξ τὸν ἀριθμὸν <lb/>γίνεσθαι τὰ παρὰ τὴν
						λέξιν σοφίσματα, τῇ τοῦ Ἀριστοτέλους <lb/>ἀξιοπιστίᾳ.] Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων
						ἡμᾶς <lb/>ἐν τῷ περὶ σοφιστικῶν ἐλέγχων συγγράμματι παρ᾿ ὅσους <lb/>τρόπους γίνεται τὰ
						παρὰ τὴν λέξιν σοφίσματα, τρόπους <lb/>μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησι, ἐκτίθεται δὲ.
						αὐτοὺς οὕτως. <lb/>παρ᾿ ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν, <pb n="583"/> σχῆμα λέξεως. καλεῖ δὲ παρ᾿ ὁμωνυμίαν μὲν ὅταν διὰ τῶν <lb/>ὀνομάτων ἐν τῷ
						λόγῳ πλείω σημαίνηται, καθάπερ ἐν τῷ <lb/>κύνα τεθήρακα· πλείω γὰρ οὗτος ὁ λόγος
						σημαίνει διὰ τοὔνομα <lb/>τὸν κύνα. παρ᾿ ἀμφιβολίαν δὲ, ὅταν παρ᾿ αὐτὸν τὸν <lb/>λόγον
						ἐν αὐτῷ τὸ διττὸν ᾖ. καθάπερ ἔχει τὸ, γένοιτο καταλαβεῖν <lb/>τόνδ᾿ ἐμὲ, ἐνταῦθα τῶν μὲν
						ὀνομάτων οὐδὲν διττὸν, <lb/>αὐτὸς δὲ ὁ λόγος ἐφ᾿ ἑαυτοῦ σημαίνει τὸ, ἑλεῖν τε καὶ
						<lb/>ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν διττὸν γίγνηται. <lb/>καθάπερ ἐν τῷ
							<milestone unit="ed2page" n="74"/>Ορος ἕστηκε. τὸ γὰρ διπλοῦν, παρὰ τὴν <lb/>διττὴν
						προσῳδίαν τιθεμένην κατ᾿ ἀρχὰς, ἢ περιαιρουμένην· <lb/>παρὰ δὲ τὴν σύνθεσιν καὶ
						διαίρεσιν, ὅταν αὐτὴ ποιῇ τοῦ <lb/>σημαινομένου τὴν διαφορὰν, ὥσπερ</p><l>Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.</l><p>ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν, τοῦ ἢ συντιθεμένου, ἢ διαιρουμένου <lb/>ἀπὸ τῶν ν΄ ἐστί. παρὰ
						δὲ τὸ σχῆμα τῆς λέξεως, <lb/>ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος
						<lb/>καὶ τὸ σχῆμα. δοκεῖ δὲ οἶον τὸ ἀκούω. ἔστι μὲν τοῦ πάσχειν <pb n="584"/> δόξῃς ἂν
						τοῦ ποιεῖν, διὰ τὴν προφορὰν, ὅπερ ἐστὶ τὸ <lb/>σχῆμα παραπλήσιον κρατεῖσθαι τοῖς τοῦ
						ποιεῖν, τοῦ τρέχω <lb/>καὶ νοῶ. ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον. πρὸς <lb/>μὲν
						τὸ πάσχειν ὅτι ἐστί. πρὸς δὲ τὸ ποιεῖν ὅτι φαίνεται. <lb/>τούτους δ᾿ ἐξηριθμημένους τοὺς
						τρόπους ἐφεξῆς δείκνυσιν, <lb/>ὅτι μηδείς ἐστιν ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν
						<lb/>παρὰ μὲν τὴν λέξιν τι σοφισμάτων, ἔξω πεσεῖν τῶν εἰρημένων. <lb/>ὁ δὲ λόγος δι᾿ οὗ
						ταῦτα δείκνυσίν ἐστιν οὗτος. τούτου <lb/>δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ
						συλλογισμὸς, ἄν <lb/>τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς <lb/>ὀνόμασι
						καὶ λόγοις, μὴ ταὐτὸν μέντοι δηλώσαιμεν. τὸ μὲν <lb/>οὖν τῆς ἐπαγωγῆς γνώριμον. εἰ γὰρ
						καθ᾿ ἕκαστον εἰπόντι <lb/>καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν
						<lb/>πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ <lb/>γε, ὅτι μηδεὶς παραλέλειπται
						τρόπος· τὸ δ᾿ ἐφεξῆς παντάπασιν <lb/>ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ καὶ
						<lb/>συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς <lb/>ἂν τοῖς αὐτοῖς ὀνόμασι
						καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν, <pb n="585"/> οὐδέ γε ὅπως ἂν ἕτερόν τινα λάβοιμεν
						συλλογισμὸν εἴρηται· <lb/>τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις
						<lb/>οὐ ταὐτὰ δηλώσαιμεν, συλλογισμοῦ συμπεράσματι μᾶλλον <lb/>ἔοικεν ἢ συλλογισμῷ.
						σύνηθες δὲ τὸ τοιοῦτο τάχος τῷ φιλοσόφῳ <lb/>καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ
						καὶ <lb/>διὰ τὸ, πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων <lb/>αὐτὸν οἱ
						μὲν οὐδ᾿ ἐπεχείρησαν ταῦτ᾿ ἀκριβῶσαι <lb/>τὸν προσήκοντα τρόπον· οἱ δ᾿ οὐκ ἔτυχον. ἡμεῖς
						δὲ πειραθῶμεν <lb/>οὐκ Ἀριστοτέλους ἕνεκεν, οὐδ᾿ ὡς τῷ λόγῳ βοήθειάν <lb/>τινα
						πορίζοντες, ἀλλ᾿ ἡμῶν αὐτῶν. φιλοσόφου γὰρ οὐ <lb/>μόνον τὰς προτάσεις λαβόντα
						συλλογίσασθαι, καθάπερ τοῖς <lb/>πλείστοις εἴωθεν, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου
						<lb/>τὰς προτάσεις κατασκευάσαι. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>[Παρὰ τὸ διττὸν πάντα τὰ παρὰ τὴν λέξιν <lb/>σοφίσματα γίνεσθαι.] Ἐπεὶ δὲ δεῖξαι
						πρόκειται τοσαυταχῶς <lb/>γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης
						<lb/>ἔφη, τὰ παρὰ τὸ διττὸν, δῆλον ὡς δύο δεικτέον <pb n="586"/> ἡμῖν, ἓν μὲν ὅτι πάντα
						τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν <lb/>ἐστιν, ἕτερον δ᾿ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. δῆλον
						δ᾿ ἐκεῖνό γε <lb/>πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν <lb/>αὐτῆς
						ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς <lb/>ἐχόμενοι ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς
						ἀπειροτέρους ἐν <lb/>τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ ὅσα βουλοίμεθα
						<lb/>καλῶς λαβεῖν πόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα, <lb/>ληπτέον πόσαι πότ᾿ εἰσὶν
						αἱ κακίαι ἐν αὐτῇ· ὃ ἂν <lb/>συνοφθείης τῆς ἀρετῆς ληφθείσης, εἴπερ ἐστὶ μία εἴ τε
						<lb/>πλείους ἁπασῶν· ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι <milestone unit="ed2page" n="75"/>
						<lb/>καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κᾀκείνην γνωρίζεσθαι. <lb/>ἐπεὶ δὲ, καθάπερ ἐν
						ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε <lb/>καὶ ἡ ἀρετὴ, ἐν ἐκείνῳ πρὸς ὃ πέφυκεν, ἢ
						γέγονεν, ἀνθρώπου <lb/>μὲν τὸ ζῇν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη <lb/>τὸ πρός
						τι πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς <lb/>ἓν τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ
						εὖ καὶ κακῶς ἐν τούτῳ· <lb/>δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη καθ᾿ αὑτὴν τῆς
						<lb/>λέξεως, αἱ δ᾿ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ <pb n="587"/> τοῦ πράγματος,
						οἶον εὐαρμοστία καὶ εὐγραμματία. τοῦτο <lb/>γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ᾿ οὐ κατὰ
						τὸ πρᾶγμα· <lb/>ἀλλ᾿ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη, ἢ ὀφθαλμὸς ὑπογεγραμμένος·
						<lb/>καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ καθ᾿ <lb/>αὑτὰ, ἐν τῷ τέμνειν τε καὶ ὁρᾷν καὶ
						τὴν ἀρετὴν ἑκάστου <lb/>τυγχάνειν, εἶθ᾿ ὡς λέγεται καθ᾿ ἣν ἕδραν ἔχειν, πρὸς ὅ
						<lb/>πέφυκεν, ἢ γέγονεν· δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν <lb/>ἐντεῦθεν ἄν τις γνοίη
						ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλὰ, <lb/>πλείους, εἰ δὲ πρὸς ἓν, μία. φαίνεταί γε μὴν ἡ
						λέξις πρὸς <lb/>ἓν τὸ σημαίνειν· εἴπερ τὸ καλῶς πρὸς τοῦτο μὴ σημαίνειν <lb/>ἢ μὴ εὖ
						σημαίνειν κακία ἔσται· καίτοι ἴσως δεῖται σκέψεως, <lb/>εἰ θετέον εἶναι λέξιν ἔτι, τὴν
						μὴ σημαίνουσαν. οὐδὲ γὰρ <lb/>αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς
						<lb/>αὐλητής· οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν· τοῦτο <lb/>δὲ εὐθὺς καὶ σημεῖον τοῦ
						μόνην τὴν ὑφ᾿ ἡμῶν δὲ λεγομένην <lb/>ἀρετὴν εἶναι τῆς λέξεως καθ᾿ αὑτήν· ἐν ᾧ γὰρ
						ἑκάστου <lb/>τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ <pb n="588"/> σημαίνειν·
						τούτου γέ τοι διαφθαρέντος, οὐδὲ λέξις, οὐκοῦν <lb/>ἐν τούτῳ καὶ ἡ ἀρετὴ, διὸ καὶ μόνη
						συναποβάλλεται· αἱ δ᾿ <lb/>ἄλλαι, διὰ τὸ μὴ κατ᾿ αὐτὸ τὸ πρᾶγμα εἶναι, οὐδὲν κωλύονται
						<lb/>καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἶον ἡ εὐαρμοστία <lb/>καὶ ἡ εὐγραμματία.
						κρείττω γοῦν διὰ ταῦτα καὶ <lb/>τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμὲν, οἶον τὴν
						<lb/>Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ <lb/>δ᾿ αἴτιον, ὅτι φωνὴ
						μᾶλλόν ἐστιν ἢ λέξις. ἀλλ᾿ εἴ τῳ καὶ <lb/>δοκεῖ τοῦτο κακία τὸ μὴ σημαίνειν καὶ πλανᾶταί
						τις διὰ <lb/>τὴν ὁμοιότητα τοῦ καλεῖσθαι. ἀλλ᾿ ἐκεῖνο δὲ δῆλον, ὡς οὐδ᾿ <lb/>ἂν διὰ
						ταύτην κακίαν σόφισμα συμβαίνοι. τίς γὰρ ἂν <lb/>ὁμολογήσειεν, ἢ συνθείη τίς πρὸς ἄσημον
						καὶ ἀσαφῆ λέξιν. <lb/>λείπεται δὴ διὰ τὸ μὴ εὖ σημαίνειν· τοῦτο δὲ, ὅτι διττόν. <lb/>ἐν
						τούτῳ γὰρ ὑπάρχει μόνῃ τῇ λέξει, σημαίνειν μέν τι, μὴ <lb/>εὖ δὲ σημαίνειν. τὸ γὰρ κύων
						ὄνομα σημαίνει μέν τι, οὔπω <lb/>δὲ τόδε τι, οὐδὲ ἀφωρισμένον ὅπερ ἦν <milestone unit="ed1page" n="33"/>τὸ εὔληπτον· <pb n="589"/> κᾀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ
						Πλάτωνος, ὅτι πάντα ὅσα <lb/>φθαρτὰ τῇ σφετέρᾳ κακίᾳ, φθείρει δὲ καὶ τούτων τὴν
						<lb/>λέξιν. ἄγει γὰρ πρότερόν τινα εἰς ἀσάφειαν, ἀλλ᾿ οὐχὶ <lb/>ἁπλῶς ὥσπερ τὰ μηδὲν
						σημαίνοντα· ἡ δ᾿ ἀσάφεια καὶ πρόσθεν <lb/>ἐλέγετο διαφθορά τις εἶναι παντελὴς τῆς
						λέξεως· <lb/>ὥσπερ πᾶν καὶ διὰ τοῦτο, μόνη κακία τὸ διττὸν, χωρὶς εἰ <lb/>μή τις οἴεται
						κᾀκεῖνα κακίας, οἶον ἔνδειαν, ἢ μακρολογίαν, <lb/>ἢ πριττολογίαν· λανθάνειν τοῦτον
						νομίζω, ἀπατώμενον καὶ <lb/>μὴ συνιέντα τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ
						<lb/>τὴν ἀσάφειαν, ἢ τὸ διττὸν ἐργάζοιτο· εἰ δὲ μόνη κακία <lb/>λέξεως αὕτη καὶ καλῶς τὰ
						πρόσθεν εἴρηται. πάντα δὲ τὰ <lb/>παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην
						γίγνεται· <lb/>πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν. </p></div><div type="textpart" subtype="chapter" n="3"><p><milestone unit="ed2page" n="76"/>[Τὸ παρὰ τὸ διττὸν παρ᾿ ἓξ τρόπους <lb/>παρὰ τὴν λέξιν
						γενέσθαι. ὅ τι ποτέ ἐστι λόγος.] Δεικτέον <lb/>δὲ τὸ μετὰ τοῦτ᾿ ἂν εἴη, διὰ τί τὸ παρὰ
						τὸ διττὸν τοσαυταχῶς, <lb/>ὁσαχῶς Ἀριστοτέλης φησὶ, συνίσταται· εἰ δὲ καὶ <pb n="590"/>
						τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὃ τί <lb/>ποτέ ἐστι λόγος τε καὶ ἐκ
						λόγων· λόγοι γὰρ καὶ αἱ προτάσεις· <lb/>τούτων τινὶ ἤ τισι διττὸν ζητοῦμεν· ἔσται δὴ
						λόγος, <lb/>ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις ὀνομάτων· <lb/>καλῶ δὲ ὀνόματα
						κᾂν καὶ τὰ ῥήματα καὶ ὅλως τι σημαίνει <lb/>διὰ τὸ γνωριμώτερα· ἀνάγκη τὸ διττὸν, ἢ ἔν
						τινι τούτων <lb/>εἶναι τῶν ὀνομάτων, ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν <lb/>ἔχομεν
						ὅπως συσταίη· ὁπόταν ὥσπερ οὐδ᾿ ἄν τις ἔχοι παρ᾿ <lb/>ἕκαστα τῶν λίθων, ἢ τὸ
						συγκείμενον· καὶ τοῦτο, ἢ ἐνεργείᾳ, <lb/>ἢ δυνάμει, ἢ φαντασίᾳ. παρὰ ταῦτα γὰρ οὐδὲν
						ἕτερόν <lb/>τις εὕροι ὑπάρχον, ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀποδέδεικται· <lb/>πάντα
						δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι <lb/>τρόποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι
						παρά τε τὴν <lb/>ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ ἐν ὀνόματι μὲν ὁ παρὰ <lb/>τὴν
						ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν· ἐνεργείᾳ <lb/>δὲ, ὅτι τῷ ὄντι δύο
						σημαίνουσι· δυνάμει δ᾿ ὁπότε τῇ <lb/>προσῳδίᾳ γίγνονται διττοὶ καὶ παρὰ τὴν σύνθεσιν καὶ
						διαίρεσιν· <pb n="591"/> οὗτοι γὰρ οὐ σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν. <lb/>διά τε τὸ
						ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ <lb/>δυνάμει φαμὲν αὐτοὺς, τοιοῦτο γὰρ τὸ
						δυνάμει οἶον τοῦτο <lb/>αὗ πάλιν, ὥσπερ καὶ πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν, ἢ <lb/>ἐν
						λόγῳ· ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν· <lb/>αὕτη γὰρ ἐφ᾿ ἑκάτερον ἕλκει
						τοὔνομα, ὥσπερ ἐν τῷ Ορος <lb/>ἕστηκεν, ἡ δασεῖα κατ᾿ ἀρχὰς τεθεῖσα, ἢ μή· ἐν δὲ λόγῳ,
						<lb/>διότι σύνθεσις καὶ διαίρεσις διττὸν ποιεῖ, δύναται δὲ κἀν <lb/>τοῖς συνθέτοις τῶν
						ὀνομάτων αὕτη, διὰ τὸ προσεοικέναι <lb/>λόγῳ, καθάπερ ἐν τῷ Νεάπολις καὶ καλὸς κᾀγαθός·
						μεταβάλλοι <lb/>δ᾿ ἀντὶ τῶν ἁπλῶν· ἀλλ᾿ οὐκ εἰς ἕτερον ὄνομα. τοῦτο <lb/>γὰρ ἡ προσῳδία
						μόνη ποιεῖ· ἀλλ᾿ εἰς λόγον, ὥσπερ τὸ αὐλητρὶς <lb/>δηλονότι, καὶ τὸν λόγον συνθείη πότ᾿
						ἂν εἰς ὄνομα, <lb/>ὥσπερ τὸ προκείμενον· δόξει δ᾿ οὐδὲν ἧττον ἄτοπον ἴσως <lb/>τὸ
						φάσκειν, διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν <lb/>τὰ σοφίσματα· εἴπερ ταῦτα
						μὲν διὰ τὸ διττὸν, καθάπερ <pb n="592"/> ἐλέγετο πρόσθεν· εἰ |δὲ προσῳδία τε καὶ τὰ
						ὁμογενῆ <lb/>καὶ τῶν δυνάμει διττῶν ἐξαιρεῖ τὸ διττὸν, ποιεῖ γὰρ ἤδη <lb/>ταῦτα, θάτερον
						σημαίνειν καὶ λέγεται ἀληθῶς συμβαίνειν <lb/>οὐδὲν ἧττον τὰ σοφίσματα διὰ ταῦτα· τῷ γὰρ
						τὸν λόγον <lb/>ἐπιδέχεσθαι διὰ τούτων τὸ διττὸν, λαβόντες θάτερον κατ᾿ <lb/>ἀρχὰς οἱ
						σοφισταὶ, θάτερον συνάγουσι, μεταβάλλοντες μὲν <lb/>διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ
						ἂν ἄλλως τὸ σόφισμα <lb/>συμβαίη, συλλογιζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες, <lb/>ὥσπερ ἕν
						τι λογικὸν ὄνομα καὶ ἴδιον ἀνθρώπου, τὸ λογικὸν <lb/>ἄρα ἓν ἴδιον ἀνθρώπου· καὶ εἰ ὅρος
						ἐνταῦθα εἱστήκει ὁ τὸ <lb/>χωρίον, ὅρος δ᾿ ἐνταῦθα οὐχ <milestone unit="ed2page" n="77"/>ἕστηκε καὶ λάθοι μὲν οὐδένα <lb/>τὸ κίβδηλον· αὐτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῆ
						σμικρὸν <lb/>φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κᾀν τοῖς ἐνεργείᾳ διττοῖς <lb/>οὗτοί γε ταὐτὸν
						τοῦτο ποιοῦσι. λαβόντες γὰρ ἕτερον <lb/>συλλογίζονται· ἀλλ᾿ ἐκεῖ μὲν ἀφανέστερον ὅτι καὶ
						ὁτιοῦν <lb/>σημαίνῃ ἂν |ὁ λόγος, ὁμολογηθείη· ἐνταῦθα δὲ προδήλως, ﻿<pb n="593"/> διὸ
						καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ <lb/>μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ
						εἶδος σοφισταὶ βιαζόμενοι· ἐπεὶ <lb/>δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται
						φαντασίᾳ· <lb/>τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο
						<lb/>ἔμπροσθεν· φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως <lb/>ἔχον καὶ ὁ λόγος ὁμοίως
						καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον <lb/>τῶν προειρημένων· τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε
						<lb/>τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων· ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας <lb/>κατειλεγμένους τοὺς
						τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν <lb/>πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα. ταῦτα γὰρ
						οὖν ἐστι, <lb/>ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς <lb/>τοῖς ὀνόμασι
						καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ, <lb/>ἢ δυνάμει, ἢ φαντασίᾳ. δῆλον δ᾿
						ὅτι καὶ συλλογισμοῦ <lb/>τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε
						<lb/>τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον <lb/>ἀπάγοντα. εἰ γὰρ τὸ
						δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι <pb n="594"/> οὔτ᾿ ἐν λόγῳ, οὔτ᾿ ἐνεργείᾳ, οὔτε
						δυνάμει, οὔτε φαντασίᾳ· <lb/>παρὰ ταῦτα δ᾿ οὐδὲν ὁ λόγος ἐδείκνυ· κατ᾿ αὐτὸ μὲν ἀφωρίσθω
						<lb/>τὸν τρόπον τοῦτον· ὅτι δ᾿ οὐ κατ᾿ αὐτὸν τὴν διαίρεσιν <lb/>εὑρήκαμεν, οὐ γὰρ
						Ἀριστοτέλει χαριζόμεθα νῦν. ἀλλὰ <lb/>ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον· τὸ
						μὲν <lb/>γὰρ ἢ ἐν ὀνόματι δεῖν, ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς <lb/>αὐτὸς εἴρηκεν ἐν
						οἷς φησιν ὅτι τοῖς αὐτοῖς ὀνόμασι καὶ <lb/>λόγοις τὸ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ
						γνώριμον ἐκ <lb/>τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθ᾿ ἕκαστον εἶδος <lb/>ἢ γένος
						τὰ ὁμογενῆ, καὶ πρῶτα μὲν τὰ ἐνεργείᾳ, δεύτερον <lb/>δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ
						φαντασίᾳ, καθάπερ δίκαιον, ἢ <lb/>διὰ τί ποτ᾿ οὐ συγκέχυται ταῦτα· ἀλλ᾿ ὡς γελοῖον ἴσως
						καὶ <lb/>τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν <lb/>ἐκ τοῦ πράγματος·
						εἰ γὰρ οὕτως ἔχει καθάπερ ἡ τέχνη <lb/>φησὶ δηλονότι καὶ γέγονε κατ᾿ αὐτὴν, ὥσπερ ἡ
						ἰατρικὴ, <lb/>τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο· ταῦτα <lb/>μὲν οὖν ὑπὲρ
						τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν. </p></div><pb n="595"/><div type="textpart" subtype="chapter" n="4"><p>[Οἱ τῆς ἀμφιβολίας καὶ τῶν ἄλλων σοφισμάτων <lb/>τρόποι.] Εἴρηται δέ τινα καὶ τοῖς
						Στωϊκοῖς περὶ <lb/>τῶν τοῦ μέρους δικαίων ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει
						<lb/>τρόπος εἶναι εἰρημένων. εἴη γὰρ ἐπαγωγή τις αὕτη πίστις <lb/>καὶ δίκαιον ἄλλως,
						μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον <lb/>τίθεσθαι· τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον,
						εἰ καὶ <lb/>πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, <lb/>ἑτέρας γὰρ
						καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστὶ, τὰς <lb/>δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν
						αὐτὰς ληπτέον· εἰσί <lb/>γε πρὸς τῶν χαριεστέρων λεγομένων τὸν ἀριθμὸν η΄. μία <lb/>μὲν,
						ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, <lb/>οἵα ἐστὶν ἡ αὐλητρὶς παῖς
						οὖσα· κοινὴ γὰρ αὕτη <lb/>τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ,
						<lb/>παρὰ τὴν ἐν τοῖς ἁπλῶς, οἷον ἀνδρεῖος, ἢ γὰρ χιτὼν, ἢ <lb/>ἄνθρωπος. <milestone unit="ed2page" n="78"/>τρίτη δὲ, παρὰ τὴν ἐν τοῖς συνθέτοις <lb/>ὁμωνυμίαν, οἷον
						ἄνθρωπός ἐστιν, ἀμφίβολος γὰρ ὁ λόγος, <lb/>εἴτε τὴν <milestone unit="ed1page" n="34"/>οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει. <pb n="596"/> τετάρτη δέ ἐστι παρὰ τὴν
						ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ <lb/>γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου, ἢ πατρός.
						πέμπτη <lb/>δὲ παρὰ τὸν πλεονασμὸν, ὥσπερ ἡ τοιαύτη, ἀπηγόρευσεν <lb/>αὐτῷ μὴ πλεῖν· τὸ
						γὰρ μή προσκείμενον ἀμφίδοξον ποιεῖ <lb/>τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ
						πλεῖν. <lb/>ἕκτην φασὶν εἶναι τὴν μηδὲν σαφοῦσαν τί μετὰ τίνος ἄσημον <lb/>μόριον
						τέτακται, ὡς ἐν τῷ, καὶ νῦν καὶ μὴ παρήλασε. <lb/>τὸ γὰρ στοιχεῖον ἂν μὴ γένοιτο
						διαζευκτικόν. ἑβδόμη δέ <lb/>ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν
						<lb/>μόριον, ὡς ἐν τῷ</p><l>Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.</l><p>ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ, <lb/>Δίων Θέων ἐστίν· ἄδηλον γάρ
						ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων <lb/>ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων
						<lb/>Θένω ἐστὶν, ἢ πάλιν· οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων <lb/>οὗτοι
						κατηρίθμηνται. δῆλόν δέ γε, ὅστις μὴ παρέργως <lb/>τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες
						πίπτουσιν εἰς τοὺς <pb n="597"/> κατειλεγμένους ὑφ᾿ ἡμῶν τρόπους, τὸ δ᾿ ἀμέθοδόν τε καὶ
						<lb/>ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξίν τις <lb/>λάβοι τοῦ κατ᾿
						οὐδένα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι <lb/>συστῆναι, τό τε κᾂν τοῖς πεπλεγμένοις
						ὁμωνυμίαν φάσκειν <lb/>συμβαίνειν, παντελῶς οὐδ᾿ ἀκουόντων ἐστὶν ὀνομάτων· πῶς <lb/>δὲ
						οὐκ ἔστι ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς καταριθμεῖσθαι, <lb/>καθάπερ ἐπὶ τῶν τὴν
						διαίρεσιν ποιουσῶν ἀσήμαντον <lb/>μόριον σημαῖνον διαιρούμεναι. λάβοι γὰρ ἂν οὕτως
						πλείους <lb/>τὰς εἰδικὰς διαφοράς· ἔτι δ᾿ ἂν τοῦτον τὸν τρόπον τὰς <lb/>καὶ τῆς
						ὁμωνυμίας τις ποιήσειε πλείους εἰδικὰς λεγομένας <lb/>διαφορὰς, ὅτι αὐτὸς παρὰ τὸ ἀπὸ
						τύχης, αἱ δὲ παρὰ τὴν <lb/>ἀναλογίαν, ἢ ὁμοιότητα, ἢ ἄλλον τινὰ τρόπον συνίστανται·
						<lb/>καὶ μὴν καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ἀπ᾿ αὐτῶν λεγομένης <lb/>πλείους οἱ τρόποι, οἱ
						μὲν γὰρ τῇ παραθέσει τῶν ὁμοίων <lb/>πτώσεων γίγνονται, ὡς ἐν τῷ, εἴη μέλλει τὸν
						Σωκράτην <lb/>νικῆσαι· οἱ δ᾿ ἄλλοι τρόποι· ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ᾿ <lb/>ἄξιον
						ἀπορίας, πῶς τὰ περὶ τὰς φαντασίας διττὰ, πολὺ δὲ <lb/>μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας·
						οἱ γὰρ τιθέμενοι διττοὺς <pb n="598"/> τοὺς παρὰ τὴν θέσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν
						προσῳδίαν; <lb/>ὥσπερ γὰρ ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ <lb/>μὲν σιωπῇ δύναται πρὸς
						τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ <lb/>τὸ ὄνομα τῇ προσῳδίᾳ· καθάπερ ἔξωθεν ὂν ὁ κενὸς
						χρόνος <lb/>τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ, διττὸν ποιεῖν αὐτὸν <lb/>πέφυκεν, οὕτω δὴ καὶ
						ἡ προσῳδία· ἔτι δὲ καὶ οἱ σοφισταὶ <lb/>καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας καὶ
						τούτῳ· καὶ <lb/>μὴν αὐτὸ ἄν τις ἐφ᾿ ἑαυτοῦ σκοπούμενος, ὥσπερ ἂν παρὰ <lb/>τὴν σύνθεσιν
						ἢ διαίρεσιν ἀμφισβητοῦσιν, οὕτω δὴ καὶ παρὰ <lb/>τὴν προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν
						γεγραμμένων λόγων, οἷς <lb/>μὴ πρόσκειται τὰ διακρίνοντα σημεῖα, δεῖται γὰρ ὥσπερ
						<lb/>ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω καὶ τῆς προσῳδίας, οὐκ <lb/>ἀεί γε μὴν καὶ δι᾿
						αὐτὴν γένοιτο διττὸς ὁ λόγος. </p></div></div></body></text></TEI>