Ἀντικεῖσθαι δὲ ἀλλήλοις συμπέρασμα καὶ πρότασιν ὀνομάζομεν ὧν ἐστι τελεία μάχη, καὶ χρὴ πάντως αὐτῶν εἶναι μὲν τὸ ἕτερον, οὐκ εἶναι δὲ θάτερον. ἐπὶ μὲν οὖν τῶν ὑποθετικῶν προτάσεων ἀποφάσει πλεονεκτεῖ τὸ ἕτερον αὐτῶν, ἐπὶ δὲ τῶν κατηγορικῶν ἔνθα μὲν πρόσκειται τὸ πᾶς, 〈προτάξομεν〉 ἀπόφασιν τούτου· κατ(ὰ δὲ) τὴν ‘Σωκράτης περιπατεῖ’ τοῦ κατηγορουμένου προτάξομεν τὴν ἀπόφασιν, ὡς γενέσθαι τὸν λόγον τοιόνδε ‘Σωκράτης οὐ περιπατεῖ’· τῆς δὲ καθόλου στερητικῆς οὐ δεησόμεθα προτάττειν ἀπόφασιν, ἀντικειμένην ἔχοντες αὐ〈τῇ〉 τὴν ἐν μέρει καταφατικήν, ὥσπερ γε καὶ τῇ τοιαύτῃ καταφατικῇ τὴν καθόλου στερητικήν, ὥστε 〈οὐδὲ〉 ταύτης ἀπόφασιν προτάξομεν. ὀνομάζονται δὲ αἱ τοιαῦται προτάσεις ἅπασαι σύνοροι, διότι κοινωνοῦσι τοῖς ὅροις †ἀτοκίας· 〈ἀνα〉στρέφουσαι μὲν αὐτῶν πρὸς ἀλλήλας κατὰ τὴν ἐνάλλαξιν τῆς λέξεως τῶν ὅρων, τουτέστιν ὅταν ὁ μὲν ὑποκείμενος γένηται κατηγορούμενος, ὁ κατηγορούμενος δὲ ὑποκείμενος· ἀντιστρέφουσι δὲ μετὰ τῆς τοιαύτης ἐναλλάξεως συναληθευόμεναι, ἡ μὲν καθόλου στερητικὴ πρὸς ἑαυτήν, ὥσπερ γε καὶ ἡ κατὰ μέρος καταφατικὴ πρὸς τὴν ἐν μέρει, λοιπὴ δὲ ἡ κατὰ μέρος ἀποφατικὴ πρὸς οὐδεμίαν ἀντιστρέφει. κατὰ μέντοι τὰς ὑποθετικὰς προτάσεις ἡ μὲν ἀναστροφὴ γίγνεται τῆς λέξεως τῶν ὅρων ὑπαλλαττομένης, ἡ δὲ ἀντιστροφὴ μετὰ ἀντιθέσεως αὐτῶν· τὸ γὰρ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’ ἀναστρέφει 〈μὲν πρὸς τὸ〉 ‘εἰ φῶς ἐστιν, ἡμέρα ἐστίν’, 〈ἀντιστρέφει δὲ πρὸς τὸ ‘εἰ μὴ φῶς ἐστιν, οὐδὲ ἡμέρα ἐστί’.〉 τοιαύτη μὲν ἐν ταῖς προτάσεσιν ἡ ἀντιστροφή· συλλογισμοὶ δὲ ἀλλήλοις ἀντιστρέφουσιν οἱ διλήμματοι ὧν ἓν λῆμμα κοινόν, τὸ δὲ λοιπὸν καθ’ ἕτερον ἀντίκειται τῷ τοῦ λοιποῦ συμπεράσματι· κατὰ δὲ τοὺς πολυλημμάτους οὐχ ἁπλῶς ἐροῦμεν [ἀλλὰ] ‘ἓν λῆμμα’, ἀλλὰ προσθήσομέν οἱ ‘ἢ πλείω’, τὸν ὅλον λόγον ποιοῦντες τοιοῦτον ‘ἀντιστρέφει [δὲ] λόγος λόγῳ, ὧν ἓν 〈ἢ〉 πλείω λήμματα κοινά, τὸ δὲ λοιπὸ(ν καθ’ ἕτερο)ν ἀντίκειται τῷ τοῦ λοιποῦ συμπεράσματι’. καὶ μὴν κἀπὶ τῶν τρόπων ὁμοίως ἔ(χει)· ὀνομάζουσι δὲ τρόπον οἱ διαλεκτικοὶ τὰ τῶν λόγων σχήματα, οἷον ἐπὶ μὲν τοῦ (ἐκ συνημ)μένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον περαίνοντος, ὃν ὁ Χρύσιππος ὀνομάζει πρῶτον ἀναπόδεικτον, ὁ τοιοῦτος τρόπος ἐστίν ‘εἰ τὸ {α}, τὸ {β}· τὸ δὲ {α}· τὸ ἄρα {β}’· ἐπὶ δὲ τοῦ ἐκ συνημμένου 〈καὶ τοῦ〉 ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ τοῦ ἡγουμένου ἀντικείμενον ἐπιφέροντος, ὃν καὶ αὐτὸν ὁ Χρύσιππος δεύτερον ἀναπόδεικτον ὀνομάζει, τοιοῦτός [δ’] ἐστιν ‘εἰ τὸ {α}, τὸ {β}· οὐχὶ δὲ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον’, ὥσπερ γε κἀπὶ τοῦ τρίτου κατὰ τοῦτον, ὃς ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ παρέχει, τοιοῦτος ὁ τρόπος ἐστίν ‘οὐχ ἅμα τὸ {α} καὶ τὸ {β}· 〈τὸ δὲ {α}· οὐκ ἄρα τὸ {β}〉’· ὁμοίως δὲ κἀπὶ τοῦ τετάρτου κατὰ τὸν αὐτόν, ὃς ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τοῦ λοιποῦ τὸ ἀντικείμενον ἐπιφέρει, τοιοῦτός τις ὁ τρόπος ἐστίν ‘ἤτοι τὸ {α} ἢ τὸ {β}· τὸ δὲ [{ε}] {α}· οὐκ ἄρα τὸ {β}’· καὶ τοίνυν κἀπὶ τοῦ πέμπτου, ὃς 〈ἐκ〉 διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐν αὐτῷ τὸ λοιπὸν ἐπιφέρει, τοιοῦτός [δέ] ἐστιν ὁ τρόπος ‘ἤτοι τὸ {α} ἢ τὸ {β}· 〈οὐχὶ δὲ τὸ {α}· τὸ ἄρα {β}〉’· καὶ τοίνυν ὥσπερ τὰ λήμματα συναληθεύεται κατὰ τὴν ἀντιστροφήν, οὕτω καὶ τοῖς ἀληθέσι λόγοις καὶ τρόποις ὑπάρχει συλλογιστικοῖς εἶναι, ὥστε τὸν ἀντιστρέφοντα τῷ συλλογιστικῷ τρόπῳ συλλογιστικὸν εἶναι καὶ αὐτόν. ὑπὸ μὲν οὖν τῶν ὑποθετικῶν προτάσεων ὅνπερ τρόπον οἱ συλλογισμοὶ γίγνονται, δέδεικται πλὴν ἑνὸς τρόπου τοῦ κατὰ τὸ παραδιεζευγμένον, ἐφ’ οὗ διττὴ τῶν προσλήψεών ἐστιν ἡ διαφορά· ἤτοι γὰρ οὐχ ὑπάρχειν ἅπαντα πλὴν ἑνὸς προσλαβόντες ὑπάρχειν ἐροῦμεν ἐκεῖνο τὸ ἓν 〈ἢ εἰ προσλάβοι τις οὐχ ὑπάρχειν τὸ ἕν,〉 πλείω καταλίποιτ’ ἄρα, διεζευγμένον ἐξ αὐτῶν ἔσται συμπέρασμα. Κατὰ μὲν δὴ τοὺς τοιούτους συλλογισμοὺς αἱ προτάσεις ἡγεμονικαὶ τῶν προσλήψεων· οὔτε γὰρ ἐν τῷ διεζευγμένῳ 〈πλείους ἢ δύο γίγνονται προσλήψεις οὔτ’ ἐν τῷ παραδιεζευγμένῳ〉, κατὰ δὲ τὴν ἐλλιπῆ μάχην ἓν μόνον οἷόν τε προσλαμβάνειν· ὅπερ οἱ περὶ Χρύσιππον οὐχ ἡγεμονικὰ μόνον ἀλλὰ καὶ τροπικὰ 〈τὰ〉 τοιαῦτα τῶν ἀξιωμάτων ὀνομάζουσιν ὡς ἂν ἐπ’ αὐτοῖς ὅλου τοῦ συλλογισμοῦ πηγνυμένου καθάπερ ἐπὶ τρόπιδι νεώς. καὶ μέντοι καὶ τῶν ἐκ τοῦ Περιπάτου τινὲς ὥσπερ καὶ Βόηθος οὐ μόνον ἀναποδείκτους ὀνομάζουσι τοὺς ἐκ τῶν ἡγεμονικῶν λημμάτων συλλογισμούς, ἀλλὰ καὶ πρώτους· ὅσοι δὲ ἐκ κατηγορικῶν προτάσεών εἰσιν ἀναπόδεικτοι συλλογισμοί, τούτους οὐκ ἔτι πρώτους ὀνομάζειν συγχωροῦσι· καίτοι καθ’ ἕτερόν γε τρόπον οἱ τοιοῦτοι πρότεροι τῶν ὑποθετικῶν εἰσιν, εἴπερ γε καὶ αἱ προτάσεις αὐτῶν ἐξ ὧν σύγκεινται πρότεραι βεβαίως εἰσίν· οὐδεὶς γὰρ ἀμφισβητήσει τὸ μὴ οὐ πρότερον εἶναι τὸ ἀπλοῦν τοῦ συνθέτου. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἀμφισβητήσεων οὔτε εὑρεῖν οὔτε ἀγνοῆσαι μέγα· χρὴ γὰρ ἀμφότερα τὰ μέρη γιγνώσκειν τῶν συλλογισμῶν, καὶ τοῦτ’ ἔστι τὸ χρήσιμον, ὀνομάζειν δὲ τοὺς ἑτέρους ἢ διδάσκειν προτέρους ὡς ἑκάστῳ φίλον· οὐ μὴν ἐκείνοις γε ἀγνοεῖσθαι προσῆκεν. ὅσοι δὴ ὑποθετικοὶ συλλογισμοί, τὴν πρόσληψιν ἀναγκαίαν ἔχουσιν, οἱ κατηγορικοὶ δὲ οὐκ ἔχουσιν· ὁ γάρ τοι εἰπών ‘ἅπαν καλὸν αἱρετόν ἐστιν’ ἀναγκαῖον μὲν ἔχει πρὸς τὸ γεννῆσαί τινα συλλογισμὸν ἤτοι τὸ καλὸν ἢ τὸ αἱρετὸν ἐν τῇ δευτέρᾳ προτάσει παραλαμβάνειν, οὐ μὴν οὔτε τὰ (αὐ)τὰ θατέρᾳ προτάσει παρα λαμβάνει(ν), οὔκουν οὔτε καταφάσκ(ειν) οὔτε ἀποφάσκ(ειν) τι ἐξ ἀνάγκ(ης), οὔτε μόνον ὡς ἐν ταῖς ὑποθετικαῖς, ἀλλὰ μεθ’ ὅτουπερ ἂν ἑτέρου συμπλέκειν αὐτὸ βουληθῇ. δυνατὸν μὲν γὰρ αὐτῷ καὶ τοιαύτην πρότασιν τῇ προτέρᾳ προσθέντι ποιῆσαι συλλογισμόν ‘πᾶν αἱρετὸν ἀγαθόν ἐστιν’· ἔσται γὰρ ὁ συλλογισμός ‘ἅπαν καλὸν αἱρετόν 〈ἐστι· πᾶν αἱρετὸν〉 ἀγαθόν ἐστι· 〈πᾶν ἄρα καλὸν ἀγαθόν ἐστι〉’· δυνατὸν δὲ καὶ πᾶν [καλὸν] ὁτιοῦν ἄλλο κατηγορήσαντι τῶν † ἐρώντων ἐργάζεσθαι τὸν συλλογισμόν· οὕτω δὲ καὶ θατέρῳ τῶν ὅρων τῷ ‘καλόν’ ἄλλον ὅρον ὑποθέντι οἷόν τ’ ἐστὶ ποιήσασθαι συλλογισμόν, οἷον οὕτως ‘ἡ δικαιοσύνη καλόν ἐστι· τὸ καλὸν αἱρετόν ἐστιν· 〈ἡ δικαιοσύνη ἄρα αἱρετόν ἐστιν〉’. 〈οὕ〉τω μὲν οὖν προστιθεὶς τῇ πρώτῃ προτάσει τὴν δευτέραν τὸν κοινὸν ὅρον ἐν ἀμφοτέραις τῷ μὲν ὑποκείμενον ἐργάσῃ, θατέρου δὲ κατηγορούμενον· ἐγχωρεῖ δὲ καὶ οὕτω προσθεῖναι τὴν πρότασιν ὥστε τὸν κοινὸν ὅρον ἀμφοτέρων τῶν ὑπολοίπων κατηγορῆσαι, καθάπερ ἐν τοῖς τοιούτοις ἔχει συλλογισμοῖς ‘πᾶν 〈καλὸν αἱρετόν ἐστιν· οὐ πᾶσα ἡδονὴ αἱρετόν ἐστιν· οὐ πᾶσα ἄρα ἡδονὴ καλόν ἐστιν’· ἢ καὶ οὕτως ὥστ’ ἀμφοτέρους ἐκείνου κατηγορῆσαι, καθάπερ ἐν τοῖς τοιούτοις ‘πᾶν〉 καλὸν αἱρετόν ἐστι· πᾶν καλὸν ἐπαινετόν ἐστι· 〈τὶ ἄρα ἐπαινετὸν αἱρετόν ἐστι.’〉 καὶ τοίνυν ἐκάλεσαν οἱ παλαιοὶ φιλόσοφοι πρῶτον μὲν σχῆμα τῶν κατηγορικῶν συλλογισμῶν ἐν ᾧπερ ἂν ὁ κοινὸς ὅρος ὑποκείμενος ᾖ θατέρῳ τῶν ἄκρων, κατηγορούμενος δὲ θατέρου, δεύτερον δὲ ἐν ᾧ κατηγορεῖται τῶν ἄκρων ἀμφοτέρων, τρίτον δ’ ἐν ᾧπερ ἂν ὑποκέηται. κατηγορεῖται μὲν οὖν τὸ αἱρετὸν τοῦ καλοῦ κατὰ τὴν τοιαύτην πρότασιν ‘τὸ καλὸν αἱρετόν ἐστιν’, ὑπόκειται δὲ αὐτῷ τὸ καλόν, ἐφ’ οὗ κατηγορεῖσθαι πέφυκεν· οὐ ταὐτὸν δὲ σημαίνει παρ’ αὐτοῖς τῷ κατηγορεῖσθαι τὸ καταφάσκεσθαι· καὶ γὰρ ὁ ἀποφασκόμενος [οὐ] κατηγορεῖται. λεγόντων οὖν ἐν τῷ ‘τὸ καλὸν οὐκ ἔστι φευκτόν’ ὑποκεῖσθαι μὲν τὸ καλόν, κατηγορεῖσθαι δὲ ἀποφατικῶς αὐτοῦ τὸ φευκτόν, 〈ἐν δὲ τῷ ‘τὸ καλὸν φευκτόν〉 ἐστι’ κατηγορεῖσθαι αὐτοῦ καταφατικῶς τὸ φευκτόν, καὶ τοῦ 〈ἔθους〉 νενικηκότος κατηγορικὰς μὲν ἀμφοτέρας ὀνομάζουσι τὰς εἰρημένας προτάσεις καὶ δι’ αὐτὰς καὶ τοὺς συλλογισμοὺς κατηγορικούς, οὐ μὴν καταφατικὰς ἀμφοτέρας, ἀλλ’ ὡς ἀντιδιῄρηται. Τριῶν οὖν ὄντων σχημάτων ἐν ταῖς κατηγορικαῖς προτάσεσι καθ’ ἕκαστον αὐτῶν γίγνονται συλλογισμοὶ πλέονες ὥσπερ κἀν ταῖς ὑποθετικαῖς, ἔνιοι μὲν ἀναπόδεικτοι καὶ πρῶτοι, τινὲς δ’ ἀποδείξεως δεόμενοι. κατὰ μέντοι τὰς ὑποθετικὰς προτάσεις οἱ μὲν ἄλλοι πάντες οἱ ῥηθέντες ἀρτίως ἀναπόδεικτοί εἰσι καὶ πρῶτοι πλὴν τοῦ προσλαμβάνοντος μὲν τὸ τοῦ λήγοντος ἀντικείμενον, ἐπιφέροντος δὲ τοῦ ἡγουμένου τὸ ἀντικείμενον· οὗτος γὰρ μόνος ἀποδείξεως δεῖται. ἐπὶ δὲ τῶν κατηγορικῶν ἐν μὲν τῷ {α} σχήματι {δ} εἰσιν ἀναπόδεικτοι, ὅ τε ἐκ δυοῖν καθόλου καταφατικῶν 〈καθόλου〉 καταφατικὸν ἐπιφέρων συμπέρασμα — δῆλον δὲ ὅτι καὶ τὸ συμπέρασμα πρότασίς τίς ἐστιν ἐκ τῆς πρὸς τὰ λήμματα σχέσεως οὕτως ὠνομασμένη — καὶ δεύτερος ὁ ἐκ καθόλου στερητικῆς πρὸς τῷ μείζονι τῶν ὅρων καὶ καθόλου καταφατικῆς πρὸς τῷ ἐλάττονι καθόλου στερητικὸν ἐπιφέρων συμπέρασμα καὶ τρίτος ὁ ἐκ καθόλου καταφατικῆς πρὸς τῷ μείζονι καὶ ἐπὶ μέρους καταφατικῆς πρὸς τῷ ἐλάττονι ἐπὶ μέρους καταφατικὸν ἔχων συμπέρασμα καὶ λοιπὸς ὁ ἐκ καθόλου στερητικῆς 〈καὶ ἐπὶ μέρους καταφατικῆς〉 ἐν μέρει στερητικὸν ἐπιφέρων συμπέρασμα· τῶν δὲ ἄλλων οὐκέτ’ οὐδεὶς ἀναπόδεικτός ἐστιν οὐδ’ ἐξ ἑαυτοῦ πιστός. (οἳ δὴ ἐν τοῖς ἄλλοις σχήμασιν) ἐκ τῶν εἰρημένων ἔχουσι τὴν ἀπόδειξιν, ἐν μὲν τῷ δευτέρῳ σχήματι {δ} ὑπάρχουσιν, ἐν τῷ {γ} δ’ ἕξ. Ἀλλ’ ὁ μὲν πρῶτος ἐν τῷ δευτέρῳ σχήματι τὴν μ(ὲν) πρὸς τῷ μείζονι τῶν ὅρ(ων) καθό(λου) στερητι(κὴν) ἔχων πρότασιν, τὴν δὲ ἑτέραν καθόλου καταφατικὴν δι’ ἀντιστροφῆς τῆς πρὸς τῷ μείζονι προτάσεως ἀνάλυ(σιν) εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι δεύτερον ἔχει καθόλου στερητικὸν περαίνοντα. τούτῳ δ’ ἐφεξῆς 〈ὁ〉 ἰσοδύναμός πως αὐτῷ τὴν πρὸς τῷ μείζονι τῶν ὅρων καθόλου καταφατικὴν ἔχων πρότασιν, τὴν δὲ ἑτέραν καθόλου στερητικὴν ἐξ ἀντιστροφῆς δυοῖν, προτέρας μὲν τῆς καθόλου στερητικῆς προτάσεως, δευτέρου δὲ τοῦ συμπεράσματος ὄντος καὶ αὐτοῦ καθόλου στερητικοῦ, τὴν ἀνάλυσιν εἰς τὸν αὐτὸν ἔχει συλλογισμὸν τὸν προειρημένον τὸν ἐν τῷ πρώτῳ σχήματι δεύτερον, ἔχοντα συμπέρασμα καθόλου στερητικόν. ὁ δὲ τρίτος ἐπ’ αὐτοῖς ἐκ καθόλου στερητικῆς καὶ ἐπὶ μέρους καταφατικῆς ἀποφατικὸν ἐν μέρει ἐνδείκνυται, παρ’ ἐνίων δι’ ἀντιστροφῆς τῆς καθόλου προτάσεως ἀ〈να〉γόμενος εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι τέταρτον. ὁ δ’ ὑπόλοιπος τῶν ἐν τῷ δευτέρῳ σχήματι συλλογισμῶν ὁ τέταρτος ἐκ καθόλου καταφατικῆς καὶ ἐπὶ μέρους ἀποφατικῆς ἐπὶ μέρους ἀποφατικὸν συνάγει διά τε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔχων τὴν ἀπόδειξιν καὶ διὰ τῆς ὑπὸ Ἀριστοτέλους ὀνομαζομένης ἐκθέσεως. ἡ μὲν οὖν εἰς ἀδύνατον ἀπαγωγή — καλεῖται δὲ καὶ ἀδυνάτου δεῖξις — ὧδ’ ἔχει· κατηγορείσθω τὸ πρῶτον τοῦ μὲν δευτέρου παντός, τοῦ δὲ τρίτου τινὸς οὔ· λέγω ὅτι περανθήσεται τὸ δεύτερον κατά τινος (οὐ) τοῦ τρίτου· μὴ γὰρ ἀλλ’ εἰ δυνατόν, τὸ ἀντικείμενον αὖ περαινέσθω τὸ κατὰ παντὸς 〈τοῦ τρίτου λέγεσθαι τὸ δεύτερον· ἀλλὰ καὶ τὸ πρῶτον κατὰ παντὸς〉 ἐλέγετο τοῦ {β·} τὸ ἄρα πρῶτον 〈κατὰ〉 παντὸς δειχθήσεται τοῦ τρίτου, ὅπερ ἐστὶν ἄτοπον· ὑπέκειτο γὰρ κατά τινος μὴ λέγεσθαι· οὐκ ἄρα κατὰ παντὸς τοῦ τρίτου τὸ {β} κατηγορεῖται, ἀλλὰ κατὰ τινός. ἡ δὲ δι’ ἐκθέσεώς ἐστι τοιαύτη· ἐπεὶ μὴ κατηγορεῖταί 〈τινος τοῦ τρίτου τὸ πρῶτον, εἰλήφθω οὗ μὴ κατηγορεῖται〉 καὶ ἔστω τὸ τέταρτον· τὸ ἄρα πρῶτον οὐδεν〈ὸς τοῦ {δ}〉 κατηγορεῖται, ἀλλὰ καὶ τοῦ δευτέρου παντὸς κατηγορεῖται· τὸ ἄρα δεύτερον οὐ πάντως τοῦ τετάρτου κατηγορεῖται· τὸ δὲ τέταρτον τοῦ τρίτου τί ἐστιν· ὥσ〈τε〉 τὸ {β΄} τινος τοῦ {γ} οὐ κατηγορηθήσεται. Τῶν 〈δ’〉 ἐν τῷ {γ} σχήματι συλλογισμῶν ὁ μὲν {α} ἐκ δυοῖν προτάσεων καθόλου καταφατικῶν 〈ἐν μέρει καταφατικὸν〉 ἔχει συμπέρασμα, δι’ ἀντιστροφῆς τῆς πρὸς τῷ ἐλάττονι τῶν ὅρων προτάσεως ἀναγόμενος εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι τρίτον. ὁ δὲ δεύτερος ἐκ στερητικῆς καθόλου πρὸς τῷ μείζονι τῶν ὅρων, τῆς 〈δ’〉 ὑπολοίπου καθόλου καταφατικῆς, ἐπὶ μέρους ἀποφατικὸν ἴσχει συμπέρασμα, δι’ ἀντιστροφῆς τῆς πρὸς τῷ ἐλάττονι προτάσεως 〈εἰς〉 τὸν ἐν τῷ 〈πρώτῳ〉 σχήματι τέταρτον ἔχων τὴν ἀνάλυσιν. ὁ δὲ τρίτος ἐξ ἐπὶ μέρους καταφατικῆς καὶ καθόλου καταφατικῆς ἐν μέρει καταφατικὸν ἴσχει συμπέρασμα † ἀπὸ τῆς ἐν μέρει προτάσεως ἀντιστραφείσης καὶ προσέτι τοῦ συμπεράσματος. ὁ δὲ τέταρτος ἐκ καθόλου καταφατικῆς 〈καὶ ἐπὶ μέρους καταφατικῆς〉 ἐπὶ μέρους καταφατικὸν σημαίνει τῆς ἐλάττονος προτάσεως ἀντιστραφείσης. ὁ δὲ πέμπτος ἐκ καθόλου στερητικῆς καὶ ἐπὶ μέρους καταφατικῆς ἀντιστραφείσης τῆς ἐν μέρει τὴν ἀναγωγὴν εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι τέταρτον ἴσχει, συμπέρασμα ποιούμενος ἀποφατικὸν ἐν μέρει. λοιπὸς δὲ ὁ ἕκτος ἐξ ἐπὶ μέρους ἀποφατικῆς καὶ καθόλου καταφατικῆς ἐπὶ μέρους ἀποφατικὸν περαίνει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τῆς ἐκθέσεως ἀποδεικνύμενος, 〈ὡς〉 κἀπὶ τοῦ {δ} [κἀπὶ] τοῦ δευτέρου ἀπεδείχθη σχήματος. (διὰ) μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὕτως· τὸ πρῶτον τοῦ τρίτου κατά τινος μὴ λεγέσθω· τὸ 〈δὲ〉 δεύτερον κατηγορείσθω παντὸς τοῦ τρίτου· λέγω ὅτι τὸ πρῶτον κατά τινος οὐ κατηγορηθήσεται τοῦ δευτέρου· μὴ γὰρ ἀλλ’ εἰ δυνατόν ἐστιν, ἅπαντος κατηγορείσθω· ἀλλὰ καὶ τὸ δεύτερον κατηγορεῖτο τοῦ τρίτου παντός· 〈ὥστε καὶ τὸ πρῶτον τοῦ τρίτου παντὸς〉 κατηγορηθήσεται· ἀλλ’ ὑπέκειτο τινὸς μὴ κατηγορεῖσθαι· οὐκ ἄρα παντὸς τοῦ δευτέρου κατηγορεῖται, ἀποφάσκεται ἄρα τινός. διὰ δὲ τῆς ἐκθέσεως οὕτω δειχθήσεται ταὐτόν· ἐπεὶ μὴ κατηγορεῖταί τινος τοῦ τρίτου τὸ {α}, εἰλήφθω οὗ μὴ κατηγορεῖται καὶ ἔστω τὸ {δ·} κατ’ οὐδενὸς ἄρα τοῦ {δ} τὸ {α} λεχθήσεται· ἀλλ’ ἐπεὶ τὸ {δ} τοῦ {γ} τί ἐστι, κατὰ παντὸς αὐτοῦ τὸ {γ} κατηγορηθήσεται· ἀλλὰ καὶ τὸ {β} τοῦ {γ} κατὰ παντὸς κατηγορεῖται, ὥστε καὶ τοῦ {δ} κατηγορηθήσεται παντός· ἀλλὰ καὶ τὸ {α} [πρῶτον] κατ’ οὐδενὸς τοῦ {δ} κατηγορεῖται· τὸ ἄρα {α} κατά τινος οὐ λεχθήσεται τοῦ {β}.