Ἡ μὲν οὖν τοιαύτη φύσις τῶν πραγμάτων τελείαν ἐνδείκνυται τὴν μάχην, ἡ δὲ ἑτέρα τὴν ἐλλιπῆ, καθ’ ἣν ὧδέ πως λέγομεν ‘εἰ Ἀθήνησίν ἐστιν Δίων, οὐκ ἔστιν Ἰσθμοῖ Δίων’. ἡ γάρ τοι μάχη κοινὸν μὲν ἔχει τὸ μὴ συνυπάρχειν τὰ [μὴ συμ]μαχόμενα, διαφέρει (δὲ) τῷ τινὰ μὲν πρὸς τῷ μὴ συνυπάρχειν μηδὲ συναπόλλυσθαι δύνασθαι, τισὶ δὲ καὶ τοῦθ’ ὑπάρχειν· ὅταν οὖν ἓν μόνον αὐτοῖς τὸ μὴ συνυπάρχειν, ἐλλιπής ἐστιν ἡ μάχη, ὅταν δὲ (καὶ) τοῦτο τὸ 〈μὴ〉 συναπόλλυσθαι, τελεία· τῶν γὰρ τοιούτων πραγμάτων ἀνάγκη δυοῖν θάτερον οὐκ εἶναι. διὸ καὶ συλλογισμὸς αὐτοῖς διττός, εἰ μὲν προσληφθείη τὸ ἡμέραν εἶναι περαινομένου τοῦ μὴ εἶναι νύκτα, προσληφθέντος δὲ τοῦ μὴ εἶναι ἡμέραν, τοῦ νύκτα εἶναι· κατὰ δὲ τὴν ἐλλιπῆ μάχην ἓν μόνον 〈ἔστ〉ι προσλαβόν〈τα〉 τῶν κατὰ τὴν μάχην ἀναιρεῖν θάτερον· ὃ δ’ ἂν οὕτως προσλαμβάνῃς ἀξίωμα, πρόληψις εἰκότως ὀνομάζεται. ἐπὶ μὲν 〈οὖν〉 τῆς ἐλλειπούσης μάχης ἐν ἔθει τοῖς Ἕλλησίν ἐστιν οὕτω λέγειν ‘〈οὐκ ἔστιν〉 Ἀθήνησί τε καὶ Ἰσθμοῖ Δίων’ ἐνδεικτικήν τε ἕξει τὴν τοιαύτην φωνήν, ὅσοις τῆς ἐλλιποῦς 〈μέτεστι〉 μάχης· εἰ δὲ ἐφ’ ἑτέρων λέγοιτο φωνῶν 〈ἃ〉 μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην [ἀποφατικήν], συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον ἀξίωμα, καθάπερ ἐπὶ τοῦ ‘Δίων περιπατεῖ καὶ Θέων διαλέγεται’· ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν ἔχοντα κατὰ συμπλοκὴν ἑρμηνεύε〈τα〉ι. διὸ κἀπειδὰν ἀποφάσκωμεν αὐτά, τὸν λόγον ἐκεῖνον ἤτοι γε ἀποφατικὴν συμπλοκὴν ἢ ἀποφατικὸν εἶναι συμπεπλεγμένον φήσομεν· οὐδὲν γὰρ πρὸς τὸ παρὸν διαφέρει συμπεπλεγμένον λέγειν ἀποφατικὸν ἢ συμπλοκὴν 〈ἀποφατικήν〉, ἔχοντός γέ σου σκοπὸν ἐν ἁπάσῃ λέξει τὸ δηλῶσαι σαφῶς τοῖς πέλας ὅτιπερ ἂν αὐτὸς ἐννοῇς. ἀλλ’ οἱ περὶ Χρύσιππον κἀνταῦθα τῇ λέξει μᾶλλον ἢ τοῖς πράγμασι προσέχοντες τὸν νοῦν ἅπαντα τὰ διὰ τῶν συμπλεκτικῶν καλουμένων συνδέσμων συνιστάμενα κἂν ἐκ μαχομένων ἢ ἀκολούθων συμπεπλεγμένα καλοῦσιν, ἐν οἷς μὲν σύγκειταί τις ἀκρίβεια διδασκαλίας ἀμελῶς χρώμενοι τοῖς ὀνόμασιν, ἐν οἷς δὲ οὐδὲν διαφέρον αἱ φωναὶ σημαίνουσιν αὐτοὶ νομοθετοῦντες ἴδια σημαινόμενα· οἱ δὲ οὐχ οὕτως χρή〈σαιντ’ ἂν〉 τοῖς ὀνόμασιν, εἴπερ Ἑλληνίζειν τε καὶ σαφεῖς εἶναι τοῖς ἀκούουσι βούλοιντο. αὐτίκα γε τὸ ἀκόλουθον ἐάν τε οὕτως ὡς εἴρηται νῦν λέγῃς ἐάν τε ἑπόμενον ἢ συνηρτημένον, οὐ διοίσει· ἅπαντα γὰρ τὰ τοιαῦτα λέγεται τῶν ὀνομάτων ἐκ μεταφορᾶς ἀπὸ τῶν κυρίως κατὰ τὸν βίον ὠνομασμένων συνῆφθαί τε καὶ συνηρτῆσθαι· κατὰ πολλοὺς δὲ τρόπους γίγνεται τοῦτο, περὶ ὧν ἐπισκέψασθαι τῆς ἀποδεικτικῆς ἐστιν, [καὶ] ὥσπερ γε καὶ τὸ μάχεσθαι κατὰ πολλοὺς γίγνεται τρόπους. Ἀλλὰ νῦν γε τὰς προσηγορίας αὐτῶν διαιρώμεθα· καὶ τοίνυν ἕνεκα σαφοῦς τε ἅμα καὶ συντόμου διδασκαλίας οὐδὲν κωλύει τὰ μὲν τὴν τελείαν μάχην ἔχοντα διεζευγμένα καλεῖν, τὰ δὲ τὴν ἐλλιπῆ παραπλήσια διεζευγμένοις· παραπλήσια δὲ λέγειν ἢ ὅμοια διαφερέτω μηδέν· 〈ἐν〉 ἐνίοις δ’ ἀξιώμασιν ἐγχωρεῖ μὲν εἶναι καὶ πλείω καὶ πάντα, μὴ μόνον ἕν, ἀναγκαῖον δ’ ἐστὶ τὸ ἓν ὑπάρχειν· ὀνομάζουσι δὲ ἔνιοι τὰ τοιαῦτα παραδιεζευγμένα, τῶν διεζευγμένων ἓν μόνον ἐχόντων ἀληθές, ἄν τ’ ἐκ δυοῖν ἀξιωμάτων ἁπλῶν ἄν τ’ ἐκ πλειόνων συγκέηται. ἓν μὲν γὰρ ἁπλοῦν ἀξίωμα τὸ ‘Δίων περιπατεῖ’, καθάπερ γε καὶ τὸ ‘κάθηται Δίων’, ἓν δὲ ἀξίωμα καὶ τὸ ‘κατάκειται Δίων’, ὥσπερ γε καὶ τὸ ‘τρέχει’ καὶ τὸ ‘ἕστηκεν’, ἀλλ’ ἐξ ἁπάντων αὐτῶν διεζευγμένον ἀξίωμα γίγνεται τοιόνδε ‘Δίων ἤτοι περιπατεῖ ἢ κάθηται ἢ κατάκειται ἢ τρέχει ἢ ἕστηκεν’· ὅταν δὲ οὕτως τι συγκείμενον ᾖ, ἓν μὲν ἐν αὐτοῖς ὁτιοῦν ἑκάστῳ τῶν ἄλλων μάχεται μάχην ἐλλιπῆ, τὰ πάντα δὲ ἀλλήλοις ἅμα τελείαν, ἐπειδήπερ ἀναγκαῖόν ἐστιν ἓν μὲν ὑπάρχειν [τὸ] ἐν αὐτοῖς, οὐχ ὑπάρχειν δὲ τὰ ἄλλα. κατὰ μὲν οὖν τὴν τελείαν μάχην δύο συστήσονται συλλογισμοὶ προσλαμβανόντων ἡμῶν ἤτοι γε ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ ἕτερον αὐτῶν, ἐπιφερόντων δὲ θάτερον οὐχ ὑπάρχειν 〈μὲν ὅταν ὑπάρχῃ τὸ ἕτερον, ὑπάρχειν〉 δὲ ὅταν οὐχ ὑπάρχῃ· κατὰ δὲ τὴν ἐλλιπῆ μία μὲν ἡ πρόσληψις, ἕν τι τῶν μαχομένων ὑπάρχειν, ἓν δὲ καὶ τὸ συμπέρασμα 〈μὴ〉 ὑπάρχειν τὸ λοιπόν. οὕτω μὲν ὅταν ἐκ δυοῖν ἡ μάχη συνεστήκῃ· πλειόνων δὲ τῶν μαχομένων ὄντων ἐπὶ μὲν τῆς τελείας μάχης ἤτοι γε ἓν ὑπάρχειν εἰπόντες ἀποφήσομεν τὸ λοιπὸν ἅπαν ἢ ἐκεῖνο πᾶν ἀποφήσομεν, ὑπάρχειν ἐροῦντες τὸ ἕν, οὐ μὴν οὔτε ἀποφήσαντες τὸ ἓν ἐάσομεν ὑπάρχειν τὸ λοιπὸν οὔτε καταφήσαντες ἐκεῖνο τὸ ἓν 〈ἀποφήσομεν〉 ὑπάρχειν· ἐπὶ δὲ τῆς ἐλλιποῦς μάχης ὑπάρχειν εἰπόντες 〈ἕν τι〉 ἀποφήσομεν τὸ λοιπὸν πλῆθος, οὐ μὴν ἄλλην γέ τινα πρόσληψιν ἕξομεν ἐπιτηδείαν εἰς συλλογισμόν. ἐπὶ δὲ τῆς κατὰ συνέχειαν ὑποθετικῆς προτάσεως, ἣν οἱ περὶ τὸν Χρύσιππον ὀνομάζουσι συνημμένον ἀξίωμα, προσλαβόντες μὲν τὸ ἡγούμενον ἕξομεν τὸ λῆγον συμπέρασμα, προσλαβόντες δὲ τὸ τοῦ λήγοντος ἀντικείμενον ἕξομεν συμπέρασμα τὸ τοῦ ἡγουμένου ἀντικείμενον, οὐ μὴν οὔτε τὸ λῆγον προσλαβόντες οὔτε τὸ ἀντικείμενον τοῦ ἡγουμένου συμπέρασμα ἕξομεν. Ἀντικεῖσθαι δὲ ἀλλήλοις συμπέρασμα καὶ πρότασιν ὀνομάζομεν ὧν ἐστι τελεία μάχη, καὶ χρὴ πάντως αὐτῶν εἶναι μὲν τὸ ἕτερον, οὐκ εἶναι δὲ θάτερον. ἐπὶ μὲν οὖν τῶν ὑποθετικῶν προτάσεων ἀποφάσει πλεονεκτεῖ τὸ ἕτερον αὐτῶν, ἐπὶ δὲ τῶν κατηγορικῶν ἔνθα μὲν πρόσκειται τὸ πᾶς, 〈προτάξομεν〉 ἀπόφασιν τούτου· κατ(ὰ δὲ) τὴν ‘Σωκράτης περιπατεῖ’ τοῦ κατηγορουμένου προτάξομεν τὴν ἀπόφασιν, ὡς γενέσθαι τὸν λόγον τοιόνδε ‘Σωκράτης οὐ περιπατεῖ’· τῆς δὲ καθόλου στερητικῆς οὐ δεησόμεθα προτάττειν ἀπόφασιν, ἀντικειμένην ἔχοντες αὐ〈τῇ〉 τὴν ἐν μέρει καταφατικήν, ὥσπερ γε καὶ τῇ τοιαύτῃ καταφατικῇ τὴν καθόλου στερητικήν, ὥστε 〈οὐδὲ〉 ταύτης ἀπόφασιν προτάξομεν. ὀνομάζονται δὲ αἱ τοιαῦται προτάσεις ἅπασαι σύνοροι, διότι κοινωνοῦσι τοῖς ὅροις †ἀτοκίας· 〈ἀνα〉στρέφουσαι μὲν αὐτῶν πρὸς ἀλλήλας κατὰ τὴν ἐνάλλαξιν τῆς λέξεως τῶν ὅρων, τουτέστιν ὅταν ὁ μὲν ὑποκείμενος γένηται κατηγορούμενος, ὁ κατηγορούμενος δὲ ὑποκείμενος· ἀντιστρέφουσι δὲ μετὰ τῆς τοιαύτης ἐναλλάξεως συναληθευόμεναι, ἡ μὲν καθόλου στερητικὴ πρὸς ἑαυτήν, ὥσπερ γε καὶ ἡ κατὰ μέρος καταφατικὴ πρὸς τὴν ἐν μέρει, λοιπὴ δὲ ἡ κατὰ μέρος ἀποφατικὴ πρὸς οὐδεμίαν ἀντιστρέφει. κατὰ μέντοι τὰς ὑποθετικὰς προτάσεις ἡ μὲν ἀναστροφὴ γίγνεται τῆς λέξεως τῶν ὅρων ὑπαλλαττομένης, ἡ δὲ ἀντιστροφὴ μετὰ ἀντιθέσεως αὐτῶν· τὸ γὰρ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’ ἀναστρέφει 〈μὲν πρὸς τὸ〉 ‘εἰ φῶς ἐστιν, ἡμέρα ἐστίν’, 〈ἀντιστρέφει δὲ πρὸς τὸ ‘εἰ μὴ φῶς ἐστιν, οὐδὲ ἡμέρα ἐστί’.〉 τοιαύτη μὲν ἐν ταῖς προτάσεσιν ἡ ἀντιστροφή· συλλογισμοὶ δὲ ἀλλήλοις ἀντιστρέφουσιν οἱ διλήμματοι ὧν ἓν λῆμμα κοινόν, τὸ δὲ λοιπὸν καθ’ ἕτερον ἀντίκειται τῷ τοῦ λοιποῦ συμπεράσματι· κατὰ δὲ τοὺς πολυλημμάτους οὐχ ἁπλῶς ἐροῦμεν [ἀλλὰ] ‘ἓν λῆμμα’, ἀλλὰ προσθήσομέν οἱ ‘ἢ πλείω’, τὸν ὅλον λόγον ποιοῦντες τοιοῦτον ‘ἀντιστρέφει [δὲ] λόγος λόγῳ, ὧν ἓν 〈ἢ〉 πλείω λήμματα κοινά, τὸ δὲ λοιπὸ(ν καθ’ ἕτερο)ν ἀντίκειται τῷ τοῦ λοιποῦ συμπεράσματι’. καὶ μὴν κἀπὶ τῶν τρόπων ὁμοίως ἔ(χει)· ὀνομάζουσι δὲ τρόπον οἱ διαλεκτικοὶ τὰ τῶν λόγων σχήματα, οἷον ἐπὶ μὲν τοῦ (ἐκ συνημ)μένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον περαίνοντος, ὃν ὁ Χρύσιππος ὀνομάζει πρῶτον ἀναπόδεικτον, ὁ τοιοῦτος τρόπος ἐστίν ‘εἰ τὸ {α}, τὸ {β}· τὸ δὲ {α}· τὸ ἄρα {β}’· ἐπὶ δὲ τοῦ ἐκ συνημμένου 〈καὶ τοῦ〉 ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ τοῦ ἡγουμένου ἀντικείμενον ἐπιφέροντος, ὃν καὶ αὐτὸν ὁ Χρύσιππος δεύτερον ἀναπόδεικτον ὀνομάζει, τοιοῦτός [δ’] ἐστιν ‘εἰ τὸ {α}, τὸ {β}· οὐχὶ δὲ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον’, ὥσπερ γε κἀπὶ τοῦ τρίτου κατὰ τοῦτον, ὃς ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ παρέχει, τοιοῦτος ὁ τρόπος ἐστίν ‘οὐχ ἅμα τὸ {α} καὶ τὸ {β}· 〈τὸ δὲ {α}· οὐκ ἄρα τὸ {β}〉’· ὁμοίως δὲ κἀπὶ τοῦ τετάρτου κατὰ τὸν αὐτόν, ὃς ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τοῦ λοιποῦ τὸ ἀντικείμενον ἐπιφέρει, τοιοῦτός τις ὁ τρόπος ἐστίν ‘ἤτοι τὸ {α} ἢ τὸ {β}· τὸ δὲ [{ε}] {α}· οὐκ ἄρα τὸ {β}’· καὶ τοίνυν κἀπὶ τοῦ πέμπτου, ὃς 〈ἐκ〉 διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐν αὐτῷ τὸ λοιπὸν ἐπιφέρει, τοιοῦτός [δέ] ἐστιν ὁ τρόπος ‘ἤτοι τὸ {α} ἢ τὸ {β}· 〈οὐχὶ δὲ τὸ {α}· τὸ ἄρα {β}〉’· καὶ τοίνυν ὥσπερ τὰ λήμματα συναληθεύεται κατὰ τὴν ἀντιστροφήν, οὕτω καὶ τοῖς ἀληθέσι λόγοις καὶ τρόποις ὑπάρχει συλλογιστικοῖς εἶναι, ὥστε τὸν ἀντιστρέφοντα τῷ συλλογιστικῷ τρόπῳ συλλογιστικὸν εἶναι καὶ αὐτόν. ὑπὸ μὲν οὖν τῶν ὑποθετικῶν προτάσεων ὅνπερ τρόπον οἱ συλλογισμοὶ γίγνονται, δέδεικται πλὴν ἑνὸς τρόπου τοῦ κατὰ τὸ παραδιεζευγμένον, ἐφ’ οὗ διττὴ τῶν προσλήψεών ἐστιν ἡ διαφορά· ἤτοι γὰρ οὐχ ὑπάρχειν ἅπαντα πλὴν ἑνὸς προσλαβόντες ὑπάρχειν ἐροῦμεν ἐκεῖνο τὸ ἓν 〈ἢ εἰ προσλάβοι τις οὐχ ὑπάρχειν τὸ ἕν,〉 πλείω καταλίποιτ’ ἄρα, διεζευγμένον ἐξ αὐτῶν ἔσται συμπέρασμα.