Ἔστι καὶ ἄλλο τρίτον εἶδος συλλογισμῶν εἰς ἀποδείξεις χρήσιμον, οὓς ἐγὼ μὲν ὀνομάζω κατὰ τὸ πρός τι γενέσθαι, βιάζονται δ’ αὐτοὺς οἱ περὶ τὸν Ἀριστοτέλην τοῖς κατηγορικοῖς συναριθμ(εῖν)· ἔστι δ’ οὐκ ὀλίγη χρῆσις αὐτῶν παρά τε τοῖς σκεπτικοῖς καὶ ἀριθμητικοῖς καὶ λογιστικοῖς ἐπὶ τοιούτων [καὶ] τινῶν λόγων ‘Δίωνος Θέων διπλάσια κέκτηται· 〈ἀλλὰ καὶ Θέωνος Φίλων διπλάσια κέκτηται·〉 Δίωνος ἄρα Φίλων {δ}πλάσια κέκτηται’. καὶ κατ’ ἀντιστροφὴν δὲ τῆς λέξεως 〈ὁ〉 αὐτὸς τῇ δυνάμει λόγος οὕτως ἐρωτηθήσεται ‘Δίων Θέωνος ἡμίση κέκτηται· ἀλλὰ καὶ Θέων Φίλωνος ἡμίση κέκτηται· Δίων ἄρα Φίλωνος τέταρτον μέρος ἔχει τῆς κτήσεως’. οὕτως οὖν καὶ κατ’ ἄλλον ὁντινοῦν λόγον πολλαπλάσιον ἀποδεικτικῶς ἐρωτηθήσεται συλλ(ογισμός)· εἰ γὰρ ὅδε τις ὁ ἀριθμὸς τοῦδέ τινος εἴη τριπλάσιος, 〈τοῦ δὲ τριπλασίου〉 πάλιν ἕτερος εἴη τριπλάσιος, ἐννεαπλάσιος 〈ἂν〉 εἴη ὁ μείζων ἀριθμὸς τοῦ ἐλάττονος, καὶ ἀναστρέψαντί σοι πάλιν ὁ ἐλάττων τοῦ μείζονος ἔνατον ἔσται μέρος. οὕτως δὲ καὶ 〈κατὰ〉 τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις· ἐὰν γὰρ ὁ πρῶτος ἀριθμὸς τῷ δευτέρῳ ἴσος ὑπάρχῃ, προστεθῇ δὲ (ἑ)κ(α)τέρῳ αὐτῶν ἴσος ἕτερος, ἔσται καὶ 〈ὁ〉 ὅλος τῷ ὅλῳ ἴσος, καὶ ἢν ἴσοιν δυοῖν ὄντων ἴσοι δύο ἀφαιρεθῶσιν ἀφ’ ἑκατέρου, καὶ ὁ λοιπὸς τῷ λοιπῷ ἴσος ἔσται. πολὺ δὲ πλῆθός ἐστιν, ὡς ἔφην, ἐν ἀριθμητικοῖς τε καὶ λογιστικοῖς τοιούτων συλλογισμῶν ὧν ἁπάντων ἐστὶ (κ)οινὸν ἔκ τινων ἀξιωμάτων τὴν αἰτίαν ἴσχειν συστάσεως, 〈ὧν〉 ἐν τοῖς εἰρημένοις λόγοις μνημονεύοντες εἰς τοὺς κατηγορικοὺς ἀνάγειν λόγους δυνησόμεθα τοὺς τοιούτους συλλογισμοὺς σαφέστερον πάλιν ἀρξάμενοι. ὄντος γὰρ ἀξιώματος τοῦδε καθόλου τὴν πίστιν ἔχοντος ἐξ ἑαυτοῦ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ 〈ἀλλήλοις ἐστὶν ἴσα’〉, συλλογίζεσθαί τε καὶ ἀποδεικνύναι ἔστιν ὥσπερ Εὐκλείδης ἐν τῷ πρώτῳ θεωρήματι τὴν ἀπόδειξιν ἐποιήσατο τὰς τοῦ τριγώνου πλευρὰς ἴσας δεικνύων· ἐπεὶ γὰρ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ἐστίν, δέδεικται 〈δὲ〉 τὸ πρῶτόν τε καὶ τὸ δεύτερον 〈τῷ τρίτῳ ἴσον〉, ἑκατέρῳ αὐτῶν ἴσον ἂν εἴη οὕτω τὸ πρῶτον. ὄντος δὲ πάλιν ἀξιώματος ἐξ ἑαυτοῦ πιστοῦ τοῦδε ‘ἂν ἴσοις ἴσα προστεθῇ, καὶ τὰ ὅλα ἴσα ἔσται’, ἐὰν ὡμολογημένων ἴσων ἀλλήλοις εἶναι τοῦ πρώτου καὶ δευτέρου προστεθῇ τι καθ’ ἑκάτερον ἴσον ἴσον, ἔσται καὶ τὸ ὅλον τῷ ὅλῳ ἴσον, ὡδί πως λεγόντων ἡμῶν ‘ἐπεὶ τὸ πρῶτον ἴσον ἐστὶ τῷ δευτέρῳ, πρόσκειται δὲ τῷ μὲν πρώτῳ τὸ {γ}, τῷ δὲ δευτέρῳ τὸ {δ} ἴσα ὄντα καὶ αὐτά, γενηθήσεται 〈καὶ〉 τὸ ὅλον τῷ ὅλῳ ἴσον’. ὡσαύτως δὲ κἀπειδὰν ἀπό τινων ἴσων ἴσα ἀφαιρεθῇ, δυνησόμεθα λέγειν ‘ἐπεὶ τὸ ὅλον τῷ ὅλῳ ἴσον, ἀφαιρεῖται δὲ ἀφ’ ἑκατέρου αὐτῶν ἴσα τάδε, καὶ τὸ λοιπὸν 〈τόδε〉 τῷδε 〈τῷ〉 λοιπῷ ἴσον ἔσται’. οὕτως δὲ καὶ τὸ τοῦ διπλασίου διπλάσιον τετραπλάσιον ἔσται· ἐὰν δή τινος ἕτερον διπλάσιον ληφθῇ κἀκείνου δὲ πάλιν διπλάσιον ληφθῇ, ἔσται τοῦτο τὸ {γ} τοῦ α . τετραπλάσιον. ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ἡ σύστασις τῶν ἀποδεικτικῶν συλλογισμῶν κατὰ δύναμιν ἀξιώματος ἔσται συνημμένου ἐπὶ ἀριθμῶν ἐπί τε ἄλλων πραγμάτων ἐν τῷ πρός τι γένει καὶ αὐτῶν ὑπαρχόντων· 〈καὶ γὰρ ἐπὶ τούτων〉 ὁ συλλογισμὸς ἔσται κατά τι τῶν ἀξιωμάτων, οἷον οὑτωσί ‘〈εἰ〉 Σωφρονίσκος πατήρ ἐστι Σωκράτους, Σωκράτης υἱός ἐστι Σωφρονίσκου’ καὶ ἀνάπαλιν ‘εἰ Σωκράτης υἱός ἐστι Σωφρονίσκου, πατήρ ἐστι Σωφρονίσκος Σωκράτους’. εὔδηλαι δὲ τῶν εἰρημένων προτάσεων αἱ προσλήψεις· ὑποθετικῶς μὲν οὗτος ὁ συλλογισμὸς ἐρωτηθήσεται ‘εἰ Σωκράτης υἱός ἐστι Σωφρονίσκου, Σωφρονίσκος πατήρ ἐστι Σωκράτους· ἀλλὰ μὴν ὁ Σωκράτης υἱός ἐστι Σωφρονίσκου· Σωφρονίσκος ἄρα πατήρ ἐστι Σωκράτους’· κατηγορικαῖς δὲ προτάσεσι βιαιότερον ἔσται ἡ σύστασις τοῦ λογισμοῦ, προτεινομένου δηλονότι καθόλου κἀνταῦθά τινος ἀξιώματος τοιούτου ‘〈ὅν τις πατέρα ἔχει, υἱός ἐστι τούτου·〉 Λαμπροκλῆς Σωκράτην 〈ἔχει πατέρα〉· υἱὸς ἄρα ἐστὶ Λαμπροκλῆς Σωκράτους’. ὡσαύτως δὲ καὶ οἱ καθ’ ἡντινοῦν σχέσιν ἐρωτώμενοι συλλογισμοὶ γενικῷ ἀξιώματι πιστὴν τὴν σύστασιν ἕξουσι καὶ τὴν τῆς ἀποδείξεως δύναμιν, οἷον καὶ οἱ κατὰ τὸ μᾶλλον, εὔδηλον ὂν ὅτι καὶ οὗτοι τῶν ὁμογενῶν εἰσι τοῖς κατὰ τὴν τοῦ πρός τι κατηγορίαν συνισταμένοις· ὧν εἴρηται μὲν κατ’ αὐτὴν τὴν τοῦ μᾶλλον φωνὴν ἐν τοῖς [μᾶλλον] 〈περὶ〉 τούτων ὑπομνήμασι τὰ παραδείγματα, καὶ χωρὶς δὲ τῆς μᾶλλον φωνῆς οἱ τοιοῦτοι συλλογισμοὶ λέγονται κατὰ δύναμιν αὐτῆς ὁποῖός ἐστι καὶ ὁδί ‘ἡ κρείττονος ἀρετὴ αἱρετωτέρα· κρείττων δὲ ψυχὴ σώματος· αἱρετωτέρα ἄρα ἡ τῆς ψυχῆς ἀρετὴ τῆς τοῦ σώματος’. ὁμοίως δὲ τούτων καὶ ὁ τοιοῦτος συλλογισμός ‘τὸ τοῦ κρείττονος ἀγαθὸν αἱρετώτερον· κρείττων [ἦν] δὲ ψυχὴ σώματος· 〈αἱρετώτερον ἄρα τοῦ τοῦ σώματός〉 (ἐστι) τὸ τῆς ψυχῆς’. Καὶ σχεδὸν ἅπαντες οἱ συλλογισμοὶ διὰ τὴν τῶν ἐπιτεταγμένων αὐτοῖς καθολικῶν ἀξιωμάτων πίστιν ἔχουσι τὴν σύστασιν, 〈ὃ〉 ὕστερόν ποτέ μοι νοηθὲν οὔτε [δ’] ἐν τοῖς Περὶ ἀποδείξεως ὑπομνήμασιν οὔτε 〈ἐν τῷ〉 Περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ γέγραπται. καίτοι τοὺς εἰς τὸ πρός τι συλλογισμοὺς ᾔδειμεν οὖν καὶ κατ’ ἐκείνας τὰς πραγματείας, εὑρηκότες τὸν τῆς συστάσεως τρόπον αὐτῶν καὶ τῆς πίστεως· ὅτι δὲ πάντες οἱ ἀποδεικτικοὶ συλλογισμοὶ διὰ τὴν τῶν καθόλου πίστιν ἀξιωμάτων εἰσὶ τοιοῦτοι, μαθεῖν ἔνεστιν ἐναργέστερον ἅπασι τοῖς ὁπωσοῦν ἠσκημένοις λόγοις τοιούτοις ἐπιβλέψασι καθάπερ ἔχει καὶ ὁ τοιόσδε ‘λέγεις “ἡμέρα ἐστίν”· ἀλλὰ καὶ ἀληθεύεις· ἡμέρα 〈ἄρα〉 ἐστίν’. ἀποδεικτικός ἐστι καὶ ὁ τοιοῦτος συλλογισμός, διότι καὶ τὸ καθόλου ἀξίωμα 〈ᾧ〉 ὑποπέπτωκεν ἀληθές ἐστι τοιοῦτον ὑπάρχον ‘〈ἔστιν ὃ〉 ἀληθεύων τις λέγει· ὁ δέ τις οἷον Θέων εἰ τύχοι λέγει “ἡμέρα ἐστίν”· † οἷον ἄρα ἐστὶν ἡμέρα’· τοῦτο δὲ διὰ σαφεστέρας λέξεως καὶ οὕτως λέγεται ‘* * *· ἡμέρα ἄρα ἐστίν’. ὁ γὰρ λέγων τόδε τι εἶναι, ταὐτὸν λέγει τῷ φάσκοντι τῶν ὄντων τι καὶ τοῦτ’ εἶναι, καθάπερ καὶ ὁ λέγων ‘ὑπάρχει τόδε τι’ ταὐτὸν λέγει τῷ εἶναι τόδε φάσκοντι· καὶ μέντοι καὶ ὁ λέγων ‘ἀληθές ἐστι τὸ ἡμέρα ἐστί’ * * *. καὶ γεγυμνάσθαι σε χρὴ διὰ τοῦτο κατὰ τὴν τῶν ἰσοδυναμο(υσῶ)ν προτάσεων γυμνασίαν· ἔσθ’ ὅτε γοῦν ἰδεῖν ἔστι διαφερομένους τινὰς ἀλλήλοις καίτοι δυν(ά)μ(ει) λέγοντας ταὐτόν, ἐνίοτε δὲ οὐ δυνάμει ταὐτὸν ἀλλ’ ἄντικρυς ἀποφαινομένους σαφῶς, ὥσπερ ἐὰν ὁ μέν τις καρπὸν ἔχῃ, ὁ δὲ † μακρὰ ἔχων· λείπει δὲ ὅδε. παρεμπίπτει δὲ πολλάκις τοῖς τοιούτοις λόγοις ἡ περὶ τῶν σημαινομένων ζήτησις, ἐνίων μὲν εἰς πλείω σημαινόμενα †τὴν τῶν ἰδίων δεομένην αὐτὴν σημαίνειν φασκόντων, οὐκ ὀλίγων δὲ καὶ τελείως ἀποπιπτόντων τοῦ κατ’ αὐτὴν σημαινομένου πολλάκις [τὲ] σαφεστάτου τε ὄντος καὶ πᾶσιν Ἕλλησι γιγνωσκομένου καθάπερ ἐπεδείξαμεν ἐπὶ τῆς ἀληθεύειν φωνῆς· τὸν γὰρ ὄντα ἢ καὶ γεγονότα ὡς ἔχει καὶ γέγονεν ἑρμηνεύοντα πάντες Ἕλληνες ἀληθεύειν φάσκουσιν, ὥσπερ γε καὶ ψεύδεσθαι τὸν τὰ μὴ ὄντα εἶναι λέγοντα ἢ τὰ ὄντα μὴ εἶναι. προσέχειν οὖν χρὴ τὸν ὁτιοῦν συλλογιζόμενον ἢ ἀποδεικνύντα δύο τοῖσδε πρώτοις καὶ μάλιστα, τό τε σημαινόμενον ἐκ τῆς φωνῆς ἀκούειν κατὰ τὸ 〈τῶν〉 Ἑλλήνων ἔθος τό τε λαμβανόμενον λῆμμα πότερον ὡς ὑποπεπτωκὸς ἀξιώματι καθόλου δι’ ἐκεῖνο αὐτὸ πιστόν ἐστιν ἢ δι’ ἄλλο τι — τὰ πλεῖστα γὰρ ὧν οἱ ἄνθρωποι συλλογίζονται καὶ ἀποδεικνύουσι, κατὰ δύναμιν ἀξιώματος λέγεται — μεμνημένων ἡμῶν καὶ αὐτοῦ τοῦ κατὰ τὴν ἀξίωμα φωνὴν σημαινομένου· τὸν γὰρ ἐξ αὑ(τοῦ) πιστὸν λόγον οὕτως ὀνομάζειν ὑπεθέμεθα κατὰ τὴν προκειμένην διδασκαλίαν. κοινωνεῖ δὲ πολλάκι(ς) ὁ τοιοῦτος λόγος τῷ σημαινομένῳ, καθάπερ (ἀμ)έλει καὶ κατ’ αὐτὸν τοῦτον τὸν προειρημένον ἄρτι λόγον, ὃν ἐπωνόμασα 〈δι’〉 ὡρισμένου, σαφέστερον ἐρωτήσειεν (ἄν) τις 〈οὕτως ‘ἀλήθειά ἐστι λόγος ἑρμηνευτικὸς τῶν ὄντων·〉 Δίων ἀληθεύει πάντα, ἀλλὰ καὶ μαντικ(ὴν) εἶναι λέ(γει)· ἄρα ἔστι μαντική· εἰ γὰρ πάντ’ ἀληθεύει Δίων, εὔδηλον ὅτι καὶ αὐτὸ τοῦτο τὸ τὴν μαντικὴν εἶναι· εἰ δὲ ἀληθές ἐστι τὸ εἶναι μαντικήν, ἔστι μαντική’. ἐν γὰρ τούτῳ τῷ λόγῳ τὸ μὲν ἐκ τῆς 〈ἀλήθεια〉 φωνῆς σημαίνεσθαι λόγον ἑρμηνευτικὸν τῶν ὄντων ἐξήγησίς ἐστι τοῦ σημαινομένου πρὸς τῆς ἀλήθεια φωνῆς, τὸ δὲ πάντῃ ἀληθεύειν Δίωνα ἐν χώρᾳ τοῦ καθόλου ἀξιώματος εἴληπται, τὸ δὲ 〈συμπέρασμα τόδε〉 ‘εἰ πάντα ἀληθεύει Δίων, ἓν δέ τι 〈ὧν φησι〉 καὶ τοῦτ’ ἔστι τὸ μαντικὴν εἶναι, ἀλη(θές) ἐστι καὶ τοῦτο’. Καὶ περὶ μὲν οὖν τού〈του〉 κατὰ τὸ παρὸν ἀποχρήσει τὰ λελεγμένα, μεταβῶμεν δ’ ἐφ’ ἕτερόν τι τοιόνδε· ἐπείπερ ἐν τῷ γένει τῶν κατὰ τὸ πρός τι συλλογισμῶν εἰσιν ὥσπερ οἱ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὕτως καὶ οἱ κατὰ τὸ ὡσαύτως καὶ ἀνὰ λόγον, ἐπισκεπτ(έον εἰ) καὶ τούτων ἡ πίστις ἐκ τῶν καθόλου τινῶν ἀξιωμάτων εἴληπται· διαφερέτω δὲ μηδὲν ἢ ὡσαύτως εἰπεῖν ἢ ἴσως ἢ ὁμοίως. ἔστι δὲ τοιοῦτος ὁ λόγος οὗτος καὶ Πλάτωνος ἐν τῇ Πολιτείᾳ γεγραμμένος· ἀξιοῖ γὰρ Σωκράτης, ὡς πόλις γίγνεται καὶ λέγεται δικαία, οὕτω καὶ ψυχὴν γίγνεσθαί τε καὶ λέγεσθαι δικαίαν, ὡσαύτως δὲ καὶ πρᾶξιν καὶ νόμον [εἶθ’ ὁτιοῦν] καὶ πᾶν ὁτιοῦν τῶν δικαίων εἶναι λεγομένων κατὰ ταὐτὸν λέγεσθαι σημαινόμενον. τὸ γὰρ εἶδος τῆς δικαιοσύνης, ἀφ’ οὗ λέγεται πάντα τὰ κατὰ μέρος δίκαια, ταὐτὸ μὲν ἐν ἅπασίν ἐστιν· εἰ δέ ἐστιν ἕν τι ταὐτόν, ἐφ’ οὗπερ ἂν ἑνὸς τῶν κατὰ μέρος ἐναργῶς ῥηθῇ, κἀπὶ τἆλλα (μετ)ενεχθήσεται, γιγνωσκόντων ἡμῶν οὐ κατ’ ἴσην ἐπὶ πάντων ἐνάργειαν φαίνεσθαι ταὐτὸν εἶδος, ἀλλ’ ἐπ’ ἐκείνων μὲν ἐναργέστερον, ἐφ’ ἑτέρων δ’ ἀμυδρότερον. καὶ διὰ τοῦτο προγυμνάσας τοὺς κοινωνοῦντας αὐτῷ τοῦ λόγου νεανίσκους ἐν τῷ περὶ τῆς δικαίας πόλεως λόγῳ μεταβὰς ἐπὶ τὴν ψυχὴν ἀποδείκνυσι κἀκείνην κατὰ τὸν αὐτὸν τρόπον δικαίαν λεγομένην ὥσπερ καὶ τὴν πόλιν, ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον ‘ὡσαύτως πόλις τε καὶ ψυχὴ δίκαιαι λέγονται καὶ εἰσί· πόλις δὲ δικαία λέγεται τῇ [κατὰ] τῶν μερῶν αὐτῆς ἰδιοπραγίᾳ· καὶ ψυχὴ ἄρα κατὰ τοῦτο δικαία λεχθήσεται’. ἐπεὶ δὲ [καὶ] κατὰ τὸν αὐτὸν λόγον ἀποδείκνυται πάνυ [τὰ] πολλὰ παρὰ τοῖς ἀριθμητικοῖς καὶ γεωμέτραις καὶ εἴη ἂν προδήλως πᾶσιν ἀνθρώποις φύσει φαινόμενον, ὅτιπερ ἂν οὕτως ἀποδειχθῇ, πιστὸν εἶναι, διὰ τοῦτο κἀγὼ κατὰ τὰς τῶν συλλογισμῶν πραγματείας ἔγραψα περὶ τούτου τοῦ συλλογισμοῦ· παράδειγμα γὰρ τῆς γε νοήσεως καὶ τοῖς ἀπείροις ἀριθμητικῆς τε καὶ γεωμετρίας ἔστω τόδε ‘ὡς τὸ {α} πρὸς τὸ {β}, οὕτως [δὲ] καὶ τὸ {γ} πρὸς τὸ {δ}· τὸ δὲ {α} τοῦ {β} διπλάσιόν ἐστι· τὸ {γ} ἄρα τοῦ {δ} διπλάσιόν ἐστι’. καθολικὸν δὲ καὶ κατὰ τοὺς τοιούτους λόγους ἀξίωμα νοεῖταί τε καὶ πιστεύεται πᾶσι τοιόνδε ‘ὧν αὑτὸς ὁ λόγος καθόλου, τούτων καὶ οἱ κατὰ μέρος λόγοι πάντες οἱ αὐτοί’· ὥστε ὁ ὑποθέμενος ἐν τῷ αὐτῷ λόγῳ εἶναι τὸ {α} 〈πρὸς τὸ {β} καὶ τὸ {γ} πρὸς τὸ {δ}, τοῦ δὲ {α} πρὸς〉 τὸ {β} λόγον εἶναι διπλάσιον, οὐκ ἂν ἀρνήσεται καὶ τοῦ {γ} πρὸς τὸ {δ} διπλάσιον εἶναι λόγον, ὥσπερ γε καὶ 〈εἰ〉 τριπλάσιος λόγος τοῦ {α} πρὸς τὸ {β}, καὶ τοῦ {γ} πρὸς τὸ {δ} τριπλάσιον εἶναι φήσει, ἢ 〈εἰ〉 τετραπλάσιος ἢ πενταπλάσιος ἢ ὡς ἄν τις τὸ π(ρῶ)τον πρὸς τὸ {β} λογίζηται, φανεῖται καὶ τὸ {γ} πρὸς τὸ {δ} τετραπλάσιον ἢ πενταπλάσιον εἶναι. εἰ γὰρ ἐν τῷ καθόλου ὁ αὐτὸς λόγος ἐστὶ τοῦ {α} πρὸς τὸ {β} καὶ τοῦ {γ} πρὸς τὸ {δ}, 〈καὶ τῶν〉 κατὰ μέρος λόγων ὁ αὐτὸς ἔσται· εἷς δὲ τῶν κατὰ μέρος λόγων [ὁ αὐτὸς ἔσται] καὶ ὁ πενταπλάσιος· ἔστιν ἄρα καὶ οὗτος ὁ λόγος τοῦ 〈{γ} πρὸς τὸ〉 {δ}. τοὺς δὴ τοιούτους ἅπαντας συλλογισμοὺς τῷ γένει μὲν ἐκ τῶν πρὸς τι ῥητέον, ἐν εἴδει δὲ κατ’ ἀξιώματος δύναμιν συνισταμένους, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὀνομάζειν αὐτοὺς συνακτικοὺς κατὰ δύναμιν ἀξιώματος. Ἐπεὶ δὲ καὶ 〈περὶ〉 τῶν κατὰ πρόσληψιν ὀνομαζομένων συλλογισμῶν οἱ ἐκ τοῦ Περιπάτου γεγράφασιν ὡς χρησίμων, ἐμοὶ δὲ περιττοὶ δοκοῦσιν εἶναι καθότι δέδεικταί μοι κἀν τῇ Περὶ τῆς ἀποδείξεως πραγματείᾳ, προσῆκον εἴη ἄν τι καὶ περὶ τούτων εἰπεῖν. πόσοι μὲν οὖν καὶ τίνες εἰσίν, οὐκ ἀναγκαῖον ἐνταῦθα διεξέρχεσθαι τελείως εἰρηκότι περὶ αὐτῶν ἐν ἐκείνοις τοῖς ὑπομνήμασιν· ὁποῖον δέ τι τὸ εἶδος αὐτῶν, εἰρήσεται διὰ παραδειγμάτων δυοῖν. ἓν μὲν οὖν εἶδός ἐστι τοῖον ‘καθ’ οὗ τόδε, καὶ τόδε· 〈ἀλλὰ τόδε κατὰ τοῦδε· καὶ τόδε〉 ἄρα κατὰ τοῦδε’ καὶ ἐπ’ ὀνομάτων ‘ἐφ’ οὗ δένδρον, καὶ φυτόν· δένδρον (δὲ) ἐπὶ πλατάνου· καὶ φυτὸν ἄρα ἐπὶ πλατάνου·’ προσυπακοῦσαι δὲ δηλονότι δεῖ τῷ κατὰ τὸν λόγον τὸ ‘κατηγορεῖται’ ἢ ‘λέγεται’, ὡς εἶναι τὸν ὁλόκληρον λόγον τοιόνδε ‘καθ’ οὗ δένδρον κατηγορεῖται, κατὰ τούτου φυτὸν κατηγορεῖται· δένδρον δὲ πλατάνου κατηγορεῖται· καὶ φυτὸν ἄρα πλατάνου κατηγορηθήσεται’. ἕτερον δὲ εἶδος συλλογισμῶν ἐκ τῶν κατὰ πρόσληψιν ‘ὃ κατὰ τοῦδε, καὶ κατὰ τοῦδε· 〈τόδε δὲ κατὰ τοῦδε· ὥστε καὶ κατὰ τοῦδε〉’· ἐπ’ ὀνομάτων δέ ‘ὃ κατὰ δένδρου, καὶ 〈κατὰ〉 πλατάνου· φυτὸν δὲ κατὰ τοῦ δένδρου· καὶ κατὰ πλατάνου ἄρα’. 〈ὅτι〉 δ’ οἱ τοιοῦτοι συλλογισμοὶ τῶν κατηγορικῶν ἐπιτομαί τινές εἰσιν, οὐχ ἕτερον γένος αὐτῶν, ἐπιδεδειχὼς [οὖν] ἐν οἷς εἶπον ὑπομνήμασιν οὐδὲν ἔτι δέομαι λέγειν ἐνταῦθα περὶ αὐτῶν· κατὰ γὰρ τὰς εἰσαγωγὰς αὐτῶν οὐδὲν δεῖ τῶν χρησίμων παραλείπεσθαι, τοὺς δ’ ἐλέγχους τῶν περιττῶν μὴ λέγεσθαι. διὰ τοῦτο οὖν οὐδὲ τοὺς ὑπὸ Χρυσίππου συντεθέντας ἐν ταῖς τρισὶ Συλλογιστικαῖς [ἀχρήστοις] ἐπιδεικτέον μοι νῦν ἐστιν ἀχρήστους ὄντας· ἑτέρωθι γὰρ ἔδειξα τοῦτο, καθάπερ καὶ 〈περὶ〉 τῶν περαντικῶν ὑπ’ αὐτοῦ κληθέντων· ἐδείχθη〈σαν〉 γὰρ καὶ τούτων ἔνιοι μὲν οὐκ ἴδιόν τι γένος ὄντες συλλογισμῶν, ἀλλὰ 〈διὰ〉 πεπονθυίας λέξεως ἑρμηνευόμενοι, ποτὲ μὲν κατ’ ἀκολουθίας ὑπέρθεσιν * * *, οἱ δὲ ὑποσυλλογιστικοὶ κληθέντες ἐν ἰσοδυναμούσαις λέξεσι τοῖς συλλογιστικοῖς λεγόμενοι· τέλος δὲ περιττοὶ πρὸς αὐτοῖς οὓς ἀμεθόδους ὀνομάζουσιν, οἷς οὐδενὸς ὄντος ὅλως μεθοδικοῦ λόγου συλλογιστέον.