Οἰκειότατος οὖν ἀποδείξεσιν ἐπιστημονικαῖς ὁ τοῦ πρώτου σχήματός ἐστι πρῶτος συλλογισμὸς ἐν διττῇ λέξει λεγόμενος ὑπὸ τῶν Ἑλλήνων, ἐνίοτε μὲν 〈ὡς〉 ἀρτίως εἴπομεν· ‘ὁ ἄνθρωπος ζῷόν ἐστι· τὸ ζῷον οὐσία ἐστίν· 〈ὁ ἄνθρωπος οὐσία ἐστίν’, ἐνίοτε δὲ μετὰ τοῦ πᾶς· ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι· πᾶν ζῷον οὐσία ἐστι·〉 πᾶς ἄνθρωπος οὐσία ἐστιν’. ἐφεξῆς δὲ 〈ὁ〉 δεύτερος μὲν ἐν τῷ πρώτῳ σχήματι, κατὰ δὲ τὸ δεύτερον οἱ πρῶτοι δύο χρήσιμοι πρὸς τὰς ἀποδείξεις γίγνονταί ποτε, μιγνυμένης ἐν αὐτοῖς τῆς καθόλου καταφατικῆς. καὶ μὴν καὶ ὁ τρίτος ἐν τῷ πρώτῳ σχήματι συλλογισμὸς ὡς εἴρηται μικρὸν ἔμπροσθεν εἰς ἀποφάνσεις ποτὲ γίγνεται χρήσιμος, 〈ὡς〉 ὅτε τρίγωνον ἰσοσκελές ἐστιν, ἔτι 〈δὲ〉 — δέδεικται γάρ — καὶ τὸ ἰσοσκελὲς τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχον, ἐκ τούτων περανθήσεται τρίγωνόν τι πρὸς τῇ βάσει τὰς γωνίας ἴσας ἔχειν. εἰσὶ δὲ καὶ κατὰ τὸ τρίτον σχῆμα συλλογισμοί τινες, (ὡς) εἴρηται πρόσθεν, ἀποδεικνύντες τὸ ἐπὶ μέρους καταφατικόν· ἀποδείκνυται δέ ποτε καὶ τῶν ἐπὶ μέρους ἀποφατικῶν τι κατὰ τὰ τρία σχήματα [καὶ] καθάπερ ἐπὶ τοῦ ‘πᾶν ἀγαθὸν αἱρετόν ἐστιν· ἡ τῶν αἰσχρουργῶν ἡδονὴ 〈οὐχ αἱρετόν ἐστιν· οὐκ ἄρα ἀγαθόν ἐστιν ἡ τῶν αἰσχρουργῶν ἡδονή’〉. κατὰ ταύτην μὲν οὖν τὴν λέξιν ὡρισμένη κατὰ τὸ εἶδος ἡδονὴ πρὸς τὴν ἀπόδειξιν εἴληπται, κατὰ δὲ τὴν τοιαύτην ἀοριστοτέρα ‘πᾶν ἀγαθὸν αἱρετόν ἐστι· τὶς οὖν ἡδονὴ οὐκ ἔστιν αἱρετόν· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν’· ἔτι 〈καὶ〉 κατὰ τήνδε τὴν λέξιν ἀοριστοτέρα ἀπόφανσις γίγνεται ‘πᾶν ἀγαθὸν αἱρετόν· 〈οὐ〉 πᾶσα ἡδονὴ αἱρετόν· οὐ πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’. εὔδη(λον) δὲ ὅτι κατὰ τὴν τοιαύτην ἀπόδειξιν οὐ τὸ μέγεθος ὥσπερ ἐπὶ τῶν ἀρτίως εἰρημένων, ἀλλ’ ἡ ποιότης ἀποδείκνυται τοῦ πράγματος· ὁποῖον γάρ ἐστιν 〈ἡ〉 ἡδονὴ πότερον ἀγαθὸν ἢ κακὸν ἢ μέσον, ἐν τῷ τῆς ποιότητος γένει τὴν ζήτησιν ἴσχει, (καθά)περ ἐν τῷ πρός 〈τι〉 τὸ τῶν ἰσοσκελῶν τριγώνων ἴσας εἶναι τὰς πρὸς τῇ βάσει γωνίας. ὁ δέ γε δεικνὺς ἐν τῷ μέ(σῳ) τοῦ κόσμου τετάχθαι τὴν γῆν κατὰ τὸ ποῦ κεῖται τὴν σκέψιν ποιεῖται, καθάπερ γε καὶ ὁ μὴ κατὰ τὸν αὐτὸν χρόνον Ἱπποκράτην τε καὶ Δημόκριτον γεγονέναι κατὰ τὸ πότε γεγόνασι τὴν ἀπόδειξιν ποιεῖται. ὁ μέντοι ζητῶν εἰ σφαιροειδής ἐστιν ἡ γῆ, κατὰ τὴν τοῦ ποιοῦ κατηγορίαν ποιεῖται τὴν σκέψιν, ὥσπερ γε καὶ ὁ ἀποφηνάμενος εἶναι σφαιροειδῆ, ποιότητά τινα τῆς γῆς ἀπ(εφήνα)το. κατὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν αἱ τῶν αἰτίων γίγνονται ζητήσεις· ἐν ἰατρικῇ μὲν οὖν ἐ(κ) τίνος αἰτίας γίγνονται φωνὴ καὶ ἀναπνοὴ καὶ θρέψις (καὶ) πέψις, ἐν φιλοσοφίᾳ δὲ σεισμὸς κεραυνὸς ἀστραπή τε καὶ βροντή. κατὰ δὲ τὸ ἔχειν ζητεῖται τίς ἐστιν ὁ πλούσιος ἢ τίς ὁ πένης ἢ τίς ὁ εὔπορος ἢ τίς ὁ πτωχός. ὁ δὲ ἐπι(ζητῶν ὅπως) τις ἱμάτιον ὑφήνατο καὶ δίκτυον ἐπλέξατο καὶ κιβώτιον καὶ σκίμποδα, σύνθεσιν ζητεῖ παραλελειμμένην ὑπὸ Ἀριστοτέλους ἐν τῇ τῶν δέκα κατηγοριῶν, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων. ἕτερον γὰρ γένος ἐστὶ κατηγορίας ὃ καλεῖν αὐτὸς εἴωθε κεῖσθαι, τὸ γοῦν κατακεῖσθαι, καθῆσθαι· κατὰ γὰρ τὸ κεῖσθαι ταῦτα λέγεσθαί φησιν 〈ἃ τῶν〉 μορίων τοῦ σώματος ἐνδείκνυται (σ)χήματα κατὰ τὴν πρὸς ἄλληλα σχέσιν γιγνόμενα, καὶ ζητεῖται κατὰ τοῦτο τὸ γένος ὑφ’ Ἱπποκράτους, ὁποῖον σχῆμα καταγέντι σκέλει καὶ χειρὶ τὸ ἄριστόν ἐστι 〈καὶ〉 ἐφ’ ἑκάστου τῶν ἄλλων μορίων, ὁμοίως δὲ καὶ κατὰ τὰς πράξεις ἢ συμπτώματα χειρουργούντων 〈ἢ〉 αἱμορραγίας ἱστώντων ἤ τι τοιοῦτον ἕτερον πραττόντων ὁποῖον ἄριστόν ἐστι σχῆμα. Ὃ δ’ ἐστὶ μέγιστόν τε καὶ πρῶτον ἐφ’ ἑκάστου τῶν μὴ φαινομένων αἰσθήσει, τὸ κατὰ τὴν ὕπαρξιν ἤτοι οὐσίαν † γίγνεται μὴ εἶναι ζήτημ’ ἐστίν, ἐν ᾧ γε τὰ τοιαῦτα προβάλλεται· ἆρά γ’ εἱμαρμένη ἔστιν; ἆρά γε πρόνοια ἔστιν; ἆρά γε θεοὶ εἰσίν; ἆρά γε κενὸν ἔστιν; ἐν οἷς προβλήμασι μάλιστα χρώμεθα ταῖς ὑποθετικαῖς προτάσεσιν, ἃς 〈εἰς τὰς〉 κατὰ συνέχειαν καὶ κατὰ διαίρεσιν ἔτεμον οἱ παλαιοί· καλοῦσι δὲ τὰς μὲν κατὰ συνέχειαν οἱ Στωικοὶ συνημμένα ἀξιώματα, τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί γε αὐτοῖς δύο μὲν γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. ὅτι δὲ δι’ ἀποφατικοῦ συμπεπλεγμένου συλλογισμὸς εἰς ἀπόδειξιν χρήσιμος οὐδὲ εἷς ἐστι, καθάπερ γε καὶ ὅτι μηδ’ ἕκτος τίς ἐστιν ἢ {ζ} ἢ {η} ἢ {θ} ἤ τις ἄλλος ὡς ἐκεῖνοι λέγουσι συλλογισμός, ἀποδέδεικται δι’ ἑτέρων, ἀλλὰ νῦν πρόκειται τὰ χρήσιμα μόνον αὐτὰ διέρχεσθαι παραλιπόντας τοὺς ἐλέγχους τῶν περιττῶς προστιθεμένων. τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ περαίνοντα, ὡς ἐπὶ τῶν τοιούτων ἔχει ‘〈οὐχὶ〉 καὶ Ἀθήνησίν ἐστι καὶ Ἰσθμοῖ Δίων· † καὶ τοῦδε παιδίον μὲν εἰς πολλὰς τῶν καθ’ ὅλον τὸν βίον ἀποδείξ(εις ε)ἶν(α)ι χρήσιμον ἄχρι καὶ τῶν δικαστηρίων. ἐπεὶ δὲ τῶν μαχομένων ἀλλήλοις πραγμάτων τε καὶ λόγων ἕνια μὲν ὁλόκληρόν τε καὶ τελείαν ἔχει τὴν μάχην μήθ’ ὑπάρχειν ἅμα μήτ’ οὐχ ὑπάρχειν δυνάμενα, τινὰ δὲ ἐξ ἡμίσεος ὑπάρχειν μὲν ἅμα μὴ δυνάμενα, μὴ ὑπάρχειν δὲ ἅμα δυνάμενα, διὰ τοῦτο τὰ μὲν κατὰ τὴν τελείαν μάχην τὴν τοῦ διεζευγμένου προσηγορίαν καλεῖν ἠξίωκα, τὰ δὲ 〈κατὰ〉 τὴν ἐλλιπῆ τὴν τῆς μάχης ἁπλῶς ἢ καὶ μετὰ προσθήκης ἐλλιποῦς μάχης. ἐν τούτοις οὖν τοῖς πράγμασιν ὁ εἰρημένος συλλογισμὸς χρήσιμός ἐστι τῇ μὲν αὐτῇ λέξει χρώμενος ᾗ Χρύσιππος, οὐ μὴν ἐπὶ συμπεπλεγμένῳ συνιστάμενος ἀλλ’ ἐπὶ τοῖς μαχομένοις· ᾧ καὶ διαφοραὶ πάμπολλαι κατὰ τὸ συμπεπλεγμένον ἀξίωμα (συν)ίστανται. τριῶν γὰρ οὐσῶν διαφορῶν ἐν τοῖς πράγμασι, μιᾶς μὲν τῆς κατὰ τὴν μάχην ἐπὶ τῶν μηδέποτε συνυπαρχόντων, ἑτέρας δὲ τῆς κατὰ τὴν ἀκολουθίαν ἐπὶ τῶν ἀεὶ 〈συνυπαρχόντων, τρίτης δὲ τῆς τῶν ποτὲ μὲν συνυπαρχόντων ποτὲ δὲ〉 μὴ συνυπαρχόντων, ὅσα μήτε τὴν ἀκολουθίαν ἀναγκαί(αν) ἔχει μήτε τὴν μάχην, τὸ συμπεπλεγμένον ἀξίωμα συνίστησιν, ὁποῖα τὰ τοιαῦτά ἐστι ‘Δίων περιπατεῖ καὶ Θέων διαλέγεται’· δῆλον δὲ καὶ τὸ ἀποφατικὸν αὐτοῦ τοιοῦτον ἐσόμενον ‘οὐχὶ καὶ Δίων περιπατεῖ 〈καὶ Θέων διαλέγεται’. ἡ δὲ πρόσληψις ‘ἀλλὰ μὴν Δίων περιπατεῖ’,〉 ἔτι δὲ ‘ἀλλὰ μὴν Θέων διαλέγεται’· συμπέρασμα δὲ κατὰ μὲν τὴν ἑτέραν πρόσληψιν ‘οὐκ ἄρα Θέων διαλέγεται’, κατὰ δὲ τὴν ἑτέραν ‘οὐκ ἄρα Δίων περιπατεῖ’· πρὸς ἀπόδειξιν δὲ ἡ τοιαύτη τῶν ὑλ(ῶν) δέδεικται καὶ παντάπασιν ἄχρηστος οὖσα. ταῦτα μὲν οὖν ἴσως καὶ πλείω τοῦ δέοντος ὡς προκειμένης ἡμῖν βραχυλογίας εἴρηται σαφηνείας ἕνεκεν, ἔλθωμεν δὲ αὖθις ἐπὶ τὸ προκείμενον, ὡς εἰ καὶ μηδὲν εἴρητο τῶν παραφθεγμάτων. οἱ γὰρ ἐξ ὑποθετικῶν προτάσεων γιγνόμενοι συλλογισμοὶ κατὰ μετάβασιν ἀφ’ ἑτέρου πράγματος ἐφ’ ἕτερον ἐπιτελοῦν〈ται〉 δι’ ἀκολουθίας ἢ μάχης ἤτοι γ’ ἐλλιποῦς ἑκατέρας ἢ τελείας, καὶ τρίτον παρὰ ταύτας γένος οὐδέν ἐστι τῆς ἀφ’ ἑτέρου μεταβάσεως ἐφ’ ἕτερον εἰς ἀπόδειξιν χρήσιμον. ἔσονται δὴ δύο μὲν ἐκ τῆς τελείας ἀκολουθίας συλλογισμοί, καθάπερ γε κἀκ τῆς τελείας μάχης ἕτεροι δύο, καὶ καλείσθωσαν οἱ μὲν ἐκ τῆς ἀκολουθίας πρῶτός τε καὶ δεύτερος, οἱ δ’ ἐκ τῆς μάχης τέταρτος καὶ πέμπτος, ἐπειδὴ Χρύσιππος οὕτως ἔθετο, {γ} δὲ κατὰ τὴν λέξιν ὁ αὐτὸς τῷ Χρυσίππῳ, κατὰ δὲ τὴν τῶν αἰτητῶν φύσιν οὐχ ὁ αὐτός· οὐχ 〈ὡς〉 ᾤετο γὰρ ἐξ ἀποφατικοῦ 〈συμπεπλεγμένου, ἀλλ’ ἐκ〉 μάχης ἐλλιποῦς ἡ γένεσις αὐτῷ καταφατικὴν ἔχοντι μίαν πρόσληψιν, οὐχ ὥσπερ οἱ ἐξ ἀκολουθίας τελείας 〈καὶ μάχης τελείας〉 ἑκάτερος δύο. Οὔσης δὲ καὶ ἀκολουθίας ὡς ἐδείξαμεν ἐλλιποῦς ἐν τοῖς καλουμένοις παραδιεζευγμένοις ἔσονται καὶ κατὰ ταῦτα συλλογισμοὶ δύο, πρῶτος μὲν ὁ τοιοῦτος ‘ἡ ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα ἤτοι γε τῶν σιτίων ἐξ ἑαυτῶν φερομένων ἢ ὑπὸ τῆς γαστρὸς πεπεμμένων ἢ ὑπὸ τῶν μορίων ἑλκομένων ἢ ὑπὸ τῶν φλεβῶν παραγομένων γίγνεται’ — συγχωρείσθω δὲ καὶ πάνθ’ ὑπάρχειν ἅμα δύνασθαι· καὶ γὰρ δύναται καὶ κατ’ αὐτό γε τοῦτο 〈τὸ〉 παραδιεζευγμένον τοῦ διεζευγμένου διήνεγκεν· ἐπ’ ἐκείνου μὲν γὰρ ἓν πάντως ἐστί, τῶν ἄλλων δ’ οὐδέν, ἐπὶ τούτου δὲ πάντως ἕν τι, δύναται δὲ καί 〈τι〉 τῶν ἄλλων καὶ πάντα τὰ κατειλημμένα τὴν ὕπαρξιν ἔχειν ἅμα — προσλήψεις 〈δ’〉 ἔσονται τούτοις τοῦ ἀξιώματος ἀποφατικαὶ μὲν πάντως [κατὰ μίαν τοῖς] καθ’ ἓν τῶν 〈κατ’ αὐτὸ〉 γιγνομένων ἢ κατὰ δύο μόνον· καὶ καθ’ ἓν μὲν οἷον ‘ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα ἤτοι τῆς κοιλίας ἐκθλιβούσης ἢ τῶν φλεβῶν παραγουσῶν ἢ τῶν μορίων ἑλκόντων ἢ αὐτῆς τῆς τροφῆς ἐξ αὑτῆς φερομένης γίγνεται· ἀλλὰ μὴν ἡ γαστὴρ οὐκ ἐκθλίβει· ἤτοι ἄρα τῶν φλεβῶν παραγουσῶν 〈ἢ〉 τῶν μορίων ἑλκόντων ἢ ἐξ αὑτῆς ἡ τροφὴ φέρεται’. ἔσται δὲ δηλονότι καὶ τοῦτο 〈τὸ〉 συμπέρασμα παρ〈αδι〉εζευγμένον ἐκ τριῶν, ὥσπερ γε κἂν ἓν ὁτιοῦν ἄλλο, καθάπερ νῦν ἡ γαστήρ, οὕτως αὐτὸ ῥηθῇ μὴ εἶναι· τὰ γὰρ ὑπόλοιπα τρία κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα σύνθετον καὶ τὸ συμπέρασμα ἐργάζεται. ἑτέρα δὲ πρόσληψις ἔσται καθ’ ἣν οὔτε τὴν κοιλίαν πέμπειν οὔτε τὰς φλέβας παράγειν ἐροῦμεν οὔτε τὴν τροφὴν ἐξ ἑαυτῆς φέρεσθαι ἢ ὁπωσοῦν ἄλλως 〈{γ}〉 ἀξιωμάτων ἀπόφασιν προσληψόμεθα· δύναται γὰρ πολλαχῶς. καὶ τριῶν μὲν † μᾶλλον ἄμεινον τὸ τέταρτον περαίνεσθαι, καταφατικῶς δὲ καὶ διωρισμέν(ως)· ἄχρι γὰρ ἤτοι (γ’ ἕ)ν τι τῶν τεττάρ(ων) ἢ δύο λαμβάνεται, τὸ συμπέρασμα παραδιεζευγμένον ἐστίν. ὁ δὲ τοιοῦτος συλλογισμὸς 〈τὸ〉 αὐτὸ ὑπομένειν δόξει τῷδε ‘〈εἰ〉 ἀναδίδοται ἡ τροφὴ ἐκ τῆς κοιλίας εἰς ὅλον τὸ σῶμα, ἤτοι ἐξ αὑτῆς φερομένη τοῦτο πάσχει ἢ ὑπὸ τῆς γαστρὸς πεμπομένη ἢ ὑπὸ τῶν μορίων ἑλκομένη ἢ ὑπὸ τῶν φλεβῶν παραγομένη’, οὐκ ἔστι δὲ ὁ αὐτός. ἀλλ’ οὗτος μὲν τὴν αὐτὴν ἔχει δύναμιν τῷ πρώτῳ τῶν ὑποθετικῶν ἀναποδείκτῳ, ἡγουμένου μὲν ἐξ ὑποθέσεως τοῦ ἀναδίδοσθαι τὴν τροφήν, ἑπομένων δὲ τῶν ἐφεξῆς εἰρημένων, καὶ οὐδὲν διαφέρει πότερον διεζευγμένη πραγμάτων ὕλη τὸ ἐπιφερόμενόν ἐστιν ἢ [ἐμ]παραδιεζευγμένη· καθ’ ἕτερον γὰρ τῶν τρόπων ἡ τοῦ πρώτου τῶν ὑποθετικῶν συλλογισμῶν δύναμίς ἐστιν οὖσα τοιαύτη ‘εἰ τὸ πρῶτον, ἤτοι τὸ δεύτερον ἢ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ τὸ πέμπτον’, εἶτα πρόσληψις ‘ἀλλὰ μὴν τὸ {α}· ἤτοι ἄρα τὸ {β} ἢ τὸ {γ} ἢ τὸ {δ} ἢ τὸ {ε}’· ἑτέρα δὲ πρόσληψις κατὰ τὸν τοῦ δευτέρου τῶν ὑποθετικῶν ἀναποδείκτων τρόπον ἡ τοιάδε ‘ἀλλὰ μὴν οὔτε τὸ {β} ἢ τὸ {γ} οὔτε τὸ {δ} ἢ τὸ {ε} οὐκ ἄρα τὸ {α}’. ὃν δ’ ὀλίγον ἔμπροσθεν εἶπον συλλογισμόν, γίγνεται κατὰ τὸ παραδιεζευγμένον ὡς ὁμολογουμένου τοῦ παραδιεζευγμένου τήν τε πρόσληψιν λαμβάνει καθάπερ εἰ καὶ διεζευγμένον ἦν 〈τὸ〉 τοιοῦτον ‘ἤτοι ἐξ αὑτῶν ἀναδίδοται τὰ σιτία ἢ ὑπὸ τῆς γαστρὸς ἐπέμπετο ἢ ὑπὸ τῶν φλεβῶν παράγεται ἢ ὑπὸ τῶν τοῦ σώματος μορίων ἕλκεται’· ἀλλὰ μὴν 〈οἱ〉 ἐπὶ τῷ διεζευγμένῳ συλλογισμοὶ προσλήψεις ἔχουσι δύο, ἤτοι γε 〈ἕν〉 τι τῶν κατὰ τὸ διεζευγμένον ἢ καὶ τὰ ἄλλα πάντα πλὴν ἑνὸς οὐχ ὑπάρχειν. ὅτι δὲ πρὸς ἀπόδειξιν οἱ τοιοῦτοι συλλογισμοὶ 〈χρήσιμοι〉, δηλοῖ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ κεχρημένος κατὰ δύναμιν τῷ δευτέρῳ τῶν ὑποθετικῶν, ἔνθα φησίν ‘εἰ Ἀλκιβιάδης οἶδε τὰ δίκαια, ἤτοι παρ’ ἑτέρου μαθὼν ἢ αὐτὸς εὑρὼν οἶδεν’, εἶτα δείξας ὅτι μήτε παρ’ ἑτέρου μαθὼν μήτ’ αὐτὸς εὑρὼν ἐπιφέρει συμπέρασμα τὸ μὴ γιγνώσκειν Ἀλκιβιάδην τὰ δίκαια. κατὰ δὲ τὸ παραδιεζευγμένον ψιλὸν ὁ λόγος ἂν οὕτως ἠρωτᾶτο ‘Ἀλκιβιάδης οἶδε τὰ δίκαια ἤτοι μαθὼν ἢ αὐτὸς εὑρών· ἀλλὰ μὴν οὐκ οἶδε μαθών· αὐτὸς ἄρα εὑρὼν οἶδεν.’