ΓΑΛΗΝΟΥ ΕΙΣΑΓΩΓΗ ΔΙΑΛΕΚΤΙΚΗ (Τῶν φαινομένων τὰ μὲν αἰσθήσει γιγνώ)σκομεν ἅπαντες ἄνθρωποι, τὰ δὲ νοήσει μόνῃ, καὶ 〈ταῦ〉τα (μὲν ἀναποδείκτως, τὰ δὲ μή)τε αἰσθήσει μήτε νοήσει γιγνωσκόμενα δι’ ἀποδείξεως. (δεῖ δὲ τῶν δι’ ἀποδείξεως γιγνωσκομένων) ἐκ προγιγνωσκομένων εἶναι τὴν εὕρεσιν, οὐ μὴν ἁπλῶς γ’ οὕτως (ἐκ τῶν ἐπιτυχόντων), ἀλλ’ ἐκ τῶν οἰκείων 〈τῷ〉 ἀποδειχθησομένῳ, ἐπειδὴ καὶ ἐκ λό(γου τινὸς οἰκείου πείσομεν τὸν ἀναγ)κασθησόμενον τὸν λόγον τοῦτον ὑπὲρ ἑκάστου τῶν ἀπο(ρουμένων συγχωρεῖν·) οἷον εἰ οὕτως ἔτυχεν ὁμολογήσομεν ἴσον εἶναι (Θέωνα Δίωνι, καὶ Φίλωνα δ’ ἴσον εἰ)ναι τῷ αὐτῷ Δίωνι· συμβήσεται γὰρ ἐκ τούτων ἴσος εἶναι (Θέων Φίλωνι διὰ τὸ τὰ τῷ αὐτῷ ἴσα) καὶ ἀλλήλοις ὑπάρχειν ἴσα. καὶ τοίνυν ἡ ἀπό(δειξις ἥδ’ ἐκ τριῶν συνίστα)ται, πρώτου μὲν τοῦ πρώτου ῥηθέντος, ὅπερ ἦν "ἴσος ἐστὶ (Δίωνι Θέων", δευτέρου δὲ τοῦ μετ’ α)ὐτό "Δίωνι Φίλων ἐστὶν ἴσος" καὶ τρίτου πρὸς τούτοις 〈τοῦ〉 ‘τὰ (τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴ)σα·’ περανθήσεται δὲ ἐξ αὐτῶν ἴσος εἶναι Θέων (Φίλωνι. καὶ ἔστι τοῦτο μὲν τὸ καλούμ)ενον συμπέρασμα, λῆμμα δὲ ἐξ ὧν ληφθέντων (ἐκεῖνο συμπεραίνεται· ἡ δὲ πᾶσα λέξις δι’ ἧ)ς ὁμολογηθέντων τινῶν ἐπιφέρεταί τι συμπέρασμα, (συμπέρασμά τε προσαγορεύεται καὶ τοῦτ)’ αὐτὸ καὶ συλλογισμός· καὶ μὲν δὴ καὶ τὸ συμπέρασμα (μόνον συλλογισμὸν καλούντων ὀρθῶς ἄν τις ὀλιγω)ρήσειεν. (εἰ μὲν οὖν αἰσθήσει προγνόντες ἢ ἀποδείξει προτει)νόμεθά τι περὶ τῆς τῶν ὄντων φύσεως, ὀνομαζέσθω πρότασις (τοῦτο· οὕτω γὰρ καὶ τοῖς παλαιοῖ)ς ἔθος ἦν καλεῖν· (εἰ δὲ τῇ νοήσει τίς ἐστιν ἐξ αὑτοῦ) πιστὸς λόγος, ἀξίωμα κεκλήκασι, καθάπερ 〈τὸ〉 ‘τὰ τῷ αὐτῷ (ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’· τοῖς δὲ κοινῶς ἅπαντας τοὺς ἀποφαντι)κοὺς λόγους ἀξιώματα προσαγορεύουσιν οὐ διενεχθή(σ)ῃ, μαθὼν δ’ αὐτῶν τὸ ἔθος οὕτως ἄκουσον λεγόντων ὡς ἐκεῖνοι βούλονται. 〈Τῶν δὲ προτάσεων〉 ἔνιαι μὲν ὑπὲρ ἁπλῆς ὑπάρξεως ἀποφαίνονται, καθάπερ ὁπόταν εἴπῃς ‘πρόνοια ἔστιν· ἱπποκένταυρος οὐκ ἔστιν’ [αἴνιγμα] ἢ 〈περὶ τῆς οὐσίας, καθάπερ〉 αἱ τοιαίδε ‘ὁ ἀὴρ σῶμά ἐστιν· ὁ ἀὴρ οὐκ ἔστι σῶμα’, ὑπὲρ δὲ τοῦ μεγέθους ‘ὁ ἥλιος 〈ποδιαῖός ἐστιν· ὁ ἥλιος〉 οὐκ ἔστι ποδιαῖος’, ἔνιαι δὲ ὑπὲρ τῆς ποιότητος ‘ὁ ἥλιος 〈φύσει θερμός ἐστιν· ὁ ἥλιος〉 οὐκ ἔστι φύσει θερμός’, ἔνιαι δὲ ὑπὲρ τοῦ 〈πρός〉 τι ‘μείζων ἐστὶν ὁ ἥλιος τῆς σελήνης· 〈οὐ μείζων ἐστὶν ὁ ἥλιος τῆς σελήνης’〉, ἔνιαι δὲ ὑπὲρ τοῦ ποτέ ‘κατὰ τὰ Πελοποννησιακὰ γέγονεν Ἱπποκράτης’ ἢ ‘οὐ γέγονε κατὰ τὰ Πελοποννησιακά’, ἔνιαι δὲ ὑπὲρ τοῦ ποῦ ‘δεύτερος ἀπὸ γῆς ἐστιν ὁ ἥλιος· οὐκ ἔστιν δεύτερος ἀπὸ γῆς ὁ ἥλιος’, τινὲς δὲ ὑπὲρ τοῦ κεῖσθαι ‘καθήμενόν ἐστι τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα· 〈οὐκ ἔστι καθήμενον τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα’〉, τινὲς 〈δὲ ὑπὲρ τοῦ ἔχειν ‘ὑπο〉δέδεται τὸ τοῦ Διὸς ἄγαλμα· 〈οὐχ ὑποδέδεται τὸ τοῦ Διὸς ἄγαλμα’〉, τινὲς δὲ ὑπὲρ τοῦ ποιεῖν ‘θερμαίνει τὸ ῥόδινον· 〈τὸ ῥόδινον〉 οὐ θερμαίνει’, ἔνιαι δὲ περὶ τοῦ πάσχειν ‘θερμαίνεσθαι πεφύκαμεν ὑπὸ τοῦ ῥοδίνου· οὐ θερμαίνεσθαι πεφύκαμεν ὑπὸ τοῦ ῥοδίνου’. τὰς τοιαύτας οὖν προτάσεις ἁπάσας κατηγορικὰς ὀνομάζομεν ἕνεκα σαφοῦς τε ἅμα καὶ συντόμου διδασκαλίας, τὰ μέρη δὲ ἐξ ὧν σύγκεινται καλοῦμεν ὅρους ἑπόμενοι [τῶν ἐν] τῇ παλαιᾷ συνηθείᾳ, οἷον ἐν τῇ ‘Δίων περιπατεῖ’ τόν τε Δίωνα καὶ τὸ περιπατεῖν, ὑποκείμενον ὅρον τὸν Δίωνα, κατηγορούμενον δὲ τὸ περιπατεῖν λαμβάνομεν. ὅταν μὲν οὖν ἐξ ὀνόματος ᾖ καὶ ῥήματος ἡ πρότασις, οὕτω χρὴ διαιρεῖν τοὺς ὅρους· ὅταν δὲ ἐξ ὀνομάτων καὶ ῥήματος οἷον ἐν τῇ ‘Δίων ἄνθρωπός ἐστιν’, ὑποκεῖσθαι μὲν ἐροῦμεν τὸν Δίωνα, κατηγορεῖσθαι δὲ τὸν ἄνθρωπον, ἔξωθεν δὲ προσκατηγορεῖσθαι ἐπίρρημα τὴν κοινωνίαν τῶν ὅρων ἐνδεικνύμενον. ὅταν μὲν οὖν ἐπὶ Δίωνός τι κατηγορῶμεν, οὐκ ἐγχωρεῖ λέγειν οὔτε πᾶς οὔτε τὶς· ὅταν δ’ ἐφ’ ἑτέρου πράγματος ὃ τέμνεσθαι δύναται, καθάπερ ἐπ’ ἀνθρώπου καὶ δένδρου, διωρίσθαι χρὴ κατὰ τὸν λόγον, εἴτε παντὸς αὐτοῦ κατηγορεῖται τὸ κατηγορούμενον εἴτε τινός, ὡσαύτως δὲ καὶ εἰ παντὸς ἢ τινὸς ἀποφάσκεται. καὶ τοίνυν αἱ προτάσεις αἱ μὲν ἅμα τῷ πᾶς λεγόμεναι καθόλου καταφατικαὶ καλείσθωσαν, ὡς ἂν εἴπωμεν ‘ἅπας ἄνθρωπος ζῷόν ἐστιν· ἅπασα πλάτανος δένδρον ἐστίν’. αἱ δὲ ἀποφάσεις παντὸς τοῦ γένους κατηγορούμεναι ἀποφατικαί τε καὶ στερητικαὶ καθόλου προσαγορευέσθωσαν, ὡς ὅταν εἴπωμεν ‘οὐδεὶς ἄνθρωπος † γραπτός ἐστιν’· ὅσαι δ’ οὔτε κατηγοροῦσιν οὔτε ἀποφάσκουσιν ὅλου τοῦ γένους, ἐν μέρει καλείσθωσαν, ὡς ἐπὶ μέρους καταφατικὴ μὲν ἡ τοιαύτη ‘τὶς ἄνθρωπος ζῷόν ἐστιν’ , ἀποφατικὴ δὲ ἡ τοιάδε ‘τὶς ἄνθρωπος οὐκ ἔστι ζῷον’· ἴσον δὲ δυναμένην τῇ τελευταίᾳ προτάσει τὴν τοιαύτην ‘οὐ πᾶς ἄνθρωπος ζῷόν ἐστιν’ ἀποφατικὴν ἐν μέρει καὶ ταύτην ὀνομάζομεν. ὅταν δὲ οὐσίας ὡρισμένης οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ κατὰ τὸν ἀριθμὸν κατηγορῶμέν τι, τότε οὐκ ἔτ’ ἐγχωρεῖ λέγειν οὔτε τὸ πᾶς οὔτε τὸ τὶς οὔτε τὸ οὐ πᾶς οὔ〈τε τὸ οὐ〉δείς· ἐν γοῦν τῇ ‘Δίων ἄνθρωπός ἐστιν’ οὐδὲν τῶν εἰρημένων οἷόν τε προσθεῖναι. Γένος ἄλλο προτάσεών ἐστιν ἐν αἷς τὴν ἀπόφανσιν οὐ περὶ τῆς ὑπάρξεως ποιούμεθα τῶν πραγμάτων, ἀλλὰ περὶ τοῦ τίνος ὄντος τί ἐστι καὶ τίνος οὐκ ὄντος τί ἐστιν· ὑποθετικαὶ δὲ ὀνομαζέσθωσαν αἱ τοιαῦται προτάσεις, αἱ μέν, ὅταν τινὸς ἑτέρου ὄντος ἐξ ἀνάγκης εἶναι λέγωσι τόδε τι, κατὰ συνέχειαν, αἱ δέ, ὅταν ἤτοι μὴ ὄντος εἶναι ἢ [μὴ] ὄντος μὴ εἶναι, διαιρετικαί. λέγειν δὲ 〈εἶναι〉 ἢ ὑπάρχειν οὐ διαφέρει παρὰ τοῖς Ἕλλησιν ἅπασι τοῖς τε νῦν καὶ τοῖς παλαιοῖς, ὥσπερ οὐδὲ τὸ ὑφεστηκέναι· παρὰ τοῖς νῦν γὰρ καὶ τοῦτο κατὰ τῆς αὐτῆς ἐννοίας λέγεται· ἐπεὶ δὲ τῶν αἰσθητῶν πραγμάτων ἔχομεν μνήμας, ὅταν μὲν 〈κατὰ〉 κινήσεις ταύτας ποιησώμεθα καθάπερ εἰ τύχοι Ἀθηναίων, ὀνομαζέσθω τοῦτο ἡμῖν νόησις, ὅταν δὲ ἡσυχάζουσαι τύχωσιν, ἔννοιαι· τοιαῦται δ’ εἰσὶ καὶ ἄλλαι οὐκ ἐκ μνήμης τῶν αἰσθήσεων, ἀλλ’ ἔμφυτοι πᾶσιν ὑπάρχουσαι, καλοῦσι δὲ αὐτὰς οἱ παλαιοὶ τῶν φιλοσόφων, ὅταν ἑρμηνεύωνται διὰ φωνῆς, ἀξίωμα· πολλάκις μέντοι καὶ τὴν ἔννοιαν νόησιν ὀνομάζουσιν οἱ Ἕλληνες. μάλιστα μὲν οὖν ἐπειδὰν ὑπάρχον τι πιστεύηται δι’ ἕτερον ὑπάρχειν ἢ κατὰ συνέχειαν, ὑποθετικὴ πρὸς τῶν παλαιῶν φιλοσόφων ὀνομάζεται 〈ἡ〉 πρότασις, ἤδη δὲ καὶ ἐπειδὰν [μέντοι] διότι μὴ ἔστι τόδε, εἶναι τόδε νοῶμεν, οἷον 〈ὅτι〉 νὺξ οὐκ ἔστιν, ἡμέραν εἶναι· μάλιστα μὲν οὖν ὀνομάζουσι τὴν τοιαύτην πρότασιν διαιρετικήν, οὐ μὴν ἀλλὰ καὶ διεζευγμένον ἀξίωμά τισι τῶν νεωτέρων φιλοσόφων ὀνομάζεται, καθάπερ γε καὶ συνημμένον τὸ ἕτερον εἶδος τῶν προτάσεων τῶν ὑποθετικῶν ἃς κατὰ συνέχειαν ἐλέγομεν γίγνεσθαι· οἰκειοτέρα δέ ἐστι λέξις τὸ [τὰ] διεζευγμένον τοῖς ἀξιώμασιν, ἃς δηλονότι διαιρετικὰς προτάσεις ἔφαμεν ὀνομάζεσθαι, διὰ τοῦ ἤτοι συνδέσμου — διαφέρει δὲ οὐδὲν ‘ἤ’ διὰ μιᾶς συλλαβῆς λέγειν ἢ διὰ δυοῖν — (ἢ) τοῖς συνημμένοις διὰ τοῦ εἰ 〈ἢ ἐπεί,〉 εἴπερ ἓν καὶ οὗτοι σημαίνουσιν. ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον ‘ει’ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν’ συνημμένον ἀξίωμα κατά γε τοὺς νεωτέρους φιλοσόφους, κατὰ μέντοι τοὺς παλαιοὺς πρότασιν ὑποθετικὴν κατὰ συνέχειαν· τοὺς δέ γε τοιούτους ‘ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι’ διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις φιλοσόφοις, πρότασιν δὲ ὑποθετικὴν κατὰ διαίρεσιν παρὰ τοῖς παλαιοῖς. ἴσον δὲ ἡ διαιρετικὴ πρότασις δύναται τῷ τοιούτῳ λόγῳ ‘εἰ μὴ ἡμέρα ἐστί, νύξ ἐστιν’, ὃν ἐν σχήματι λέξεως συνημμένῳ λεγόμενον, ὅσοι μὲν ταῖς φωναῖς μόνον προσέχουσι, συνημμένον ὀνομάζουσιν, ὅσοι δὲ τῇ φύσει τῶν πραγμάτων, διεζευγμένον· ὡσαύτως δὲ καὶ τὸ τοιοῦτον εἶδος τῆς λέξεως ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν’ διεζευγμένον ἐστὶν ἀξίωμα τῇ φύσει τῶν πραγμάτων αὐτῇ, συνημμένου δὲ ἰδέαν ἔχει τῇ λέξει.