<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>καὶ ζ΄. [Ἀνδρομάχου πρεσβυτέρου, Νέρωνος <lb/>ἀρχιάτρου θηριακὴ δι᾿ ἐχιδνῶν ἡ καλουμένη
						Γαλήνη.] </p></div><div type="textpart" subtype="chapter" n="8"><p><milestone unit="ed2page" n="940"/>[Διὰ τὶ ὁ Ἀνδρόμαχος τὴν ἔχιδναν <lb/>μᾶλλον ἢ ἄλλον
						τινὰ ὄφιν τῇ θηριακῇ ἐπέμιξε; καὶ <lb/>περὶ Κλεοπάτρας θανάτου ἀκριβὴς ἱστορία.] Τούτων
						οὖν <lb/>τῶν ἐπῶν οὐκ ἀφυῶς ὑπὸ τοῦ ἀνδρὸς γενομένων σκέψασθαι <lb/>ἀναγκαῖον ἔμοιγε
						δοκεῖ, τί δή ποτε πολλῶν ὄντων τῶν τοιούτων <lb/>θηρίων οὐχὶ τῶν ἄλλων τινὸς, ἀλλὰ τῶν
						ἐχιδνῶν τὰς <lb/>σάρκας ἐπιτηδείους εἰς τὴν μίξιν εἶναι νομίζομεν. αὐτὸς <lb/>μὲν γὰρ,
						ὡς ὁρᾷς, περὶ τούτων οὐδὲν ἔγραψεν· ἐμοὶ δὲ <lb/>δοκοῦσι τῶν ἄλλων θηρίων αὗται μὴ
						τοσαύτην ἐν τοῖς σώμασι <lb/>τὴν φθοροποιὸν δύναμιν ἔχειν. ὁ μὲν γὰρ βασιλίσκος,
						<lb/>ἔστι γὰρ τὸ θηρίον ὑπόξανθον, καὶ ἐπὶ τῇ κεφαλῇ τρεῖς <lb/>ὑπεροχὰς ἔχον, ὥς φασιν,
						ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων <lb/>ἀκουσθεὶς ἀναιρεῖ τοὺς ἀκούσαντας καὶ τοὺς
						ἰδόντας <lb/>αὐτόν· καὶ ὅτι τῶν ἄλλων ζώων, εἴ τι καὶ ἅψαιτο τοῦ <pb n="234"/> ζώου
						ἀνῃρημένου, καὶ αὐτὸ τελευτᾷ εὐθέως, καὶ διὰ τοῦτο <lb/>πᾶν αὐτοῦ τὸ γένος τῶν ἄλλων
						θηρίων ἐγγὺς εἶναι φυλάττεται. <lb/>ὁ δὲ δρύϊνος ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν
						<lb/>βίον ποιούμενος οὕτως πονηρός ἐστι πρὸς τὸ διαφθεῖραι <lb/>κακῶς, ὥστε εἴ τις,
						φασὶν, αὐτοῦ ἐπιβαίη, ἐκδέρεσθαι <lb/>αὐτοῦ τοὺς πόδας, καὶ οἴδημα πολὺ γίνεσθαι καθ᾿
						ὅλων <lb/>τῶν σκελῶν. καὶ ἔτι τὸ θαυμασιώτερόν φασιν, ὅτι καὶ <lb/>εἰ θεραπεύειν τις
						ἐθέλοι, τούτων τὰς χεῖρας ἐκδέρεσθαι. εἰ <lb/>δέ τις καὶ ἁμιλλώμενος αὐτὸ ἀποκτεῖναι
						βούλοιτο τὸ θηρίον, <lb/>λέγουσιν αὐτὸν μοχθηρὸν νομίζειν εἶναι πᾶν τὸ εὐφραντὸν
						<lb/>καὶ μηδενὸς ἄλλου ὀσφραίνεσθαι δυνάσθαι. ὁ δὲ <lb/>αἱμόῤῥους καὶ ἡ αἱμοῤῥοῒς τοῖς
						ἑαυτῶν ὀνόμασιν ὁμοίαν <lb/>ποιοῦνται τῶν ἀνθρώπων τὴν διαφθοράν. αἱμοῤῥαγοῦντες
						<lb/>γὰρ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων καὶ τοῦ παντὸς <lb/>σώματος οὕτως ἀπόλλυνται.
						ὥσπερ γε καὶ οἱ ἀπὸ τῆς <lb/>διψάδος ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς, καὶ γὰρ
						<lb/>οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι σφοδρῶς, ἐνίοτε καὶ <lb/>διαῤῥηγνύμενοι,
						τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν <lb/>πάνυ καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος
						τοῖς σώμασιν ﻿<pb n="235"/> οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς
						<lb/>ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ <lb/>διαστήματος μῆκος, ὥσπερ
						τότε λογικὸν γιγνόμενον τὸ θηρίον <lb/>εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν
						<lb/>φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν <lb/>ἀσπίδων, ταύτης τε καὶ
						τῆς μὲν χερσαίας λεγομένης, τῆς <lb/>τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν
						βουληθεῖσαν <lb/>λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως <lb/>ἀποθανεῖν. ἐπεὶ
						γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον <lb/>ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ
						σπουδῆς <lb/>φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ <lb/>τὴν οὕτω διάσημον
						γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ <lb/>ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ
						ἀνθρώπων γενέσθαι <lb/>ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ <lb/>θηρίῳ
						τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι <lb/>τὰς πιστοτάτας δύο γυναῖκας, αὗται
						δὲ ἦσαν αἱ πρὸς <lb/>τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν
						<lb/>ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη. <pb n="236"/> ἡ μὲν
						ἀναπλέκουσα τὰς τρίχας εὐπρεπῶς, ἡ δὲ <lb/>ἀποτέμνουσα τὰς ὑπεροχὰς τῶν ὀνύχων εὐφυῶς,
						εἶτα κελεύσασα <lb/>σταφυλαῖς τε καὶ σύκοις κεκρυμμένον εἰσκομισθῆναι <lb/>τὸ θηρίον,
						ἵνα, ὡς ἔφην, τοὺς φυλάττοντας λάθῃ, προπειρασαμένη <lb/>αὐτὸ πρότερον ἐπὶ τούτων τῶν
						γυναικῶν, εἰ <lb/>ὀξέως ἀναιρεῖν δύναται, καὶ μετὰ τὸ ταύτας ταχέως ἀνελεῖν <lb/>λοιπὸν
						αὐτῇ, <milestone unit="ed2page" n="941"/>ἐφ᾿ ᾧ δὴ καὶ τὸν Αὔγουστον πάνυ
						<lb/>καταπλαγῆναι λέγουσι, τῶν μὲν μέχρι τοῦ συναποθανεῖν <lb/>αὐτῇ τοσαύτην
						φιλοστοργίαν, τῆς δὲ τὸ μὴ βουληθῆναι ζῇν <lb/>δουλικῶς, ἀλλ᾿ ἑλέσθαι μᾶλλον ἀποθανεῖν
						εὐγενῶς. καὶ γὰρ <lb/>λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν χεῖρα τὴν δεξιὰν ἐπὶ τὴν <lb/>κεφαλὴν
						κειμένην καὶ κρατοῦσαν τὸ διάδημα, ὡς εἰκὸς, <lb/>ἵνα καὶ μέχρι τότε τοῖς ὁρῶσι
						βασίλισσα οὖσα βλέπηται· <lb/>ὥσπερ καὶ ὁ τραγικὸς ποιητὴς ἡμῖν λέγει τὴν Πολυξένην,
						<lb/>ὅτι καὶ αὕτη ἀποθνήσκουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν <lb/>εὐσχημόνως πεσεῖν. οἱ δὲ
						τὸ μὲν τῆς γυναικὸς πρὸς τὸ <lb/>λαθεῖν εὐμήχανον, τοῦ δὲ θηρίου πρὸς τὸ ἀποκτεῖναι
						τάχος <lb/>βουλόμενοι ἡμῖν δεῖξαι τῷ λόγῳ, λέγουσιν αὐτὴν μὲν ἐνδακεῖν <pb n="237"/> τὸν
						ἑαυτῆς βραχίονα μεγάλῳ πάνυ καὶ βαθεῖ τῷ δήγματι. <lb/>ἐργασαμένην δὲ εἴς τι σκεῦος
						εἰσκομισθῆναι αὑτῇ <lb/>τὸν ἰὸν τοῦ θηρίου ἐγχέαι τῷ τραύματι, καὶ οὕτω διαδοθέντος
						<lb/>αὐτοῦ μετ᾿ οὐ πολὺ λαθοῦσαν τοὺς φυλάσσοντας <lb/>εὐκόλως ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν
						οὐκ ἀτερπῶς ἱστορείσθω, <lb/>διὰ τὴν σὴν ἐν πᾶσι τοῖς λόγοις φιλοτιμίαν, καὶ ἵνα διὰ
						<lb/>τούτου τὴν ὀξύτητα πρὸς τὸ ἀποκτεῖναι τούτων τῶν θηρίων <lb/>ὦμεν εἰδότες. ὀξέα γάρ
						ἐστιν ἀληθῶς πρὸς τὸ ἀναιρεῖν <lb/>ταῦτα τὰ θηρία. καὶ πολλάκις γὰρ ἐθεασάμην ἐγὼ ἐν τῇ
						<lb/>μεγάλῃ Ἀλεξανδρείᾳ τὸ τάχος τοῦ ὑπ᾿ αὐτῶν γιγνομένου <lb/>θανάτου. ὅταν γάρ τινα
						τούτῳ τῷ νόμῳ τῆς κολάσεως <lb/>κατακριθέντα φιλανθρώπως καὶ ταχέως ἀποκτεῖναι θέλωσι,
						<lb/>προσβάλλοντες αὐτοῦ τοῖς στέρνοις τὸ θηρίον καὶ ποιήσαντες <lb/>ὀλίγον περιπατῆσαι,
							<milestone unit="ed1page" n="461"/>οὕτω ταχέως ἀναιροῦσι <lb/>τὸν ἄνθρωπον. ὁρᾷς οὖν
						ὅπως ἡμεῖς δεόντως οὐδὲν τῶν <lb/>τοιούτων θηρίων ἐγκαταμίγνυμεν τῷ φαρμάκῳ, διὰ τὴν
						τοσαύτην <lb/>ἐν τοῖς σώμασιν αὐτῶν φθοροποιὸν δύναμιν. </p></div><div type="textpart" subtype="chapter" n="9"><p>[Τὶ δή ποτε τῇ θηριακῇ ὁλόκληρος ἡ ἔχιδνα <pb n="238"/> οὐκ ἐπιτίθεται· πολλάς τε ἐκ
						τῶν ζώων ἡμᾶς λαμβάνειν <lb/>τὰς θεραπείας.] Καὶ αὐτῶν δὲ τῶν ἐχιδνῶν οὐχ ὅλα τὰ
						<lb/>ζῶα εἰς ἀντίδοτον πέμπομεν, ἀλλ᾿ ἀποτεμόντες τὰς κεφαλὰς <lb/>καὶ τὰς οὐρὰς οὕτω
						τοῖς ἄλλοις αὐτῶν σώμασιν εἰς τὴν <lb/>μίξιν χρώμεθα, καὶ τοῦτο οὐ παρέργως οὐδ᾿ ἄνευ
						λόγου <lb/>τινὸς ποιούμενοι, ἀλλ᾿ ἐπειδὴ αἱ κεφαλαὶ τὸν κάκιστον τῶν <lb/>χυμῶν, αὐτὸν
						τὸν ἰὸν, ἐν αὑταῖς ἔχουσι, διὰ ταῦτ᾿ ἀποκόπτειν <lb/>αὐτὰς πειρώμεθα, ἵν᾿ ὀλιγώτερον τῆς
						ἀπ᾿ αὐτῶν δυνάμεως <lb/>ἔχῃ τὸ φάρμακον, τῆς τούτων φύσεως μεταβλητικήν <lb/>τινα
						δύναμιν εἰς τὸν ἰὸν ἐχούσης· ὥσπερ δὴ καὶ ἐν τοῖς <lb/>παραστάταις τὸ σπέρμα καὶ ἐν τοῖς
						μαζοῖς τὸ γάλα μεταβαλλόμενον <lb/>γίνεται. ἡ δὲ ἔχιδνα τῶν ἄλλων ἁπάντων τὴν
						<lb/>κεφαλὴν πρὸς τὸ διαφθεῖραι κακῶς ἐπιτηδειοτέραν ἔχει. <lb/>φασὶ γὰρ αὐτὴν
						ἀνοίγουσαν τὸ στόμα πρὸς τὸ δέξασθαι <lb/>τοῦ ἄῤῥενος τὸν θορὸν μετὰ τὸ λαβεῖν
						ἀποκόπτειν αὐτοῦ <lb/>τὴν κεφαλήν· καὶ τοῦτον αὐταῖς εἷναι τῆς πονηρᾶς συμπλοκῆς
						<lb/>τὸν τρόπον. εἶτα ἀπὸ τοῦ σπέρματος τὰ ζῶα γενόμενα <lb/>κατά τινα φυσικὴν ἄμυναν
						ἀναβιβρώσκειν μὲν τῆς μητρὸς <lb/>τὴν γαστέρα, ἐκθρώσκειν δὲ εἰς τὰ ἔξω· καὶ οὕτως αὐτὰ
							<pb n="239"/> εἰς ἐκδικίαν τοῦ πατρὸς ἀναιρεῖν τὴν μητέρα. ἅπερ ἡμῖν <lb/>ὁ καλὸς
						Νίκανδρος ἐν τοῖς ἔπεσιν αὑτοῦ οὐκ ἀφυῶς γράφει, <lb/>καὶ ἔστι τὰ ἔπη ταῦτα·</p><lg><l>Μὴ σύ γ᾿ ἐνὶ τριόδοισι τύχῃς ὅτε δῆγμα πεφυγὼς</l><l>Περκνὸς ἔχις θύῃσι, τυπὴν χολόεσσαν ἐχίδνης.</l><l>Ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι,</l><l>Θουρὰς ὀδὰξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου·</l><l>Οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ</l><l>Γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν</l><l>Γαστέρ᾿ ἀναῤῥήξαντες ἀμήτορες ἐξεγένοντο.</l></lg><p><milestone unit="ed2page" n="942"/>Τὰς δὲ οὐρὰς καὶ αὐτὰ ἀφαιροῦμεν τὰ ἔσχατα <lb/>τοῦ
						σώματος, ὥσπερ οὐρᾶς ὄντα μέρη καὶ, ὡς οἶμαι, τὸ <lb/>ῥυπαρώτερον τῆς οὐσίας ἕλκοντα
						μᾶλλον, καὶ πλείονά γε τὴν <lb/>ὁλκὴν διὰ τὴν κίνησιν ποιούμενα, ὥσπερ τὰ πρὸς ταῖς
						οὐραῖς <lb/>τῶν ἰχθύων μέρη διὰ τὴν πολλὴν κίνησιν τροφιμώτερα <lb/>εἶναι λέγουσι. μὴ
						θαυμάζῃς δὲ, εἰ μετὰ τὴν τούτων <lb/>ἀποκοπὴν τὰ λοιπὰ σώματα τῶν ζώων ἰσχυρότερον ποιεῖ
						<lb/>τὸ φάρμακον τῆς ἐμφύτου πρὸς τὸ σώζειν δυνάμεως καὶ ﻿<pb n="240"/> ἐν αὐταῖς ταῖς
						σαρξὶν αὐτῶν καταμεμιγμένης. ὥσπερ δὴ <lb/>καὶ ἐπ᾿ ἄλλων ζώων πολλὰ τῶν μερῶν οὐκ ὀλίγα
						τῶν παθῶν <lb/>ἀγωνιστικῶς θεραπεύεσθαι οἴδαμεν. ἐνίοις γοῦν βοηθοῦσιν <lb/>αἱ κεφαλαὶ
						τῶν μυῶν, καυθεῖσαι γὰρ καὶ μετὰ μέλιτος <lb/>χριόμεναι, τὰς ἀλωπεκίας ἰᾶσθαι δύνανται.
						καὶ τοῦ <lb/>ἰκτίνου τὴν κεφαλὴν, φασὶν, ὁμοίως τοὺς ποδαγριῶντας <lb/>ὠφελεῖν, εἴ τις
						αὐτῆς ξηρανθείσης ἄνευ τῶν πτερῶν ὅσον <lb/>ὑπὸ τοῖς τρισὶ δακτύλοις ἐπιπάσας ὕδατι
						πίνειν ἐθέλοι. καὶ <lb/>τῶν μερῶν δὲ πολλάκις αὐτὰ μόνα τὰ μόρια τινὰ τῶν παθῶν
						<lb/>ἰᾶσθαι δύνανται. ὁ γοῦν τῆς καμήλου ἐγκέφαλος ξηρανθεὶς <lb/>καὶ μετ᾿ ὄξους
						πινόμενος ἐπιληπτικοὺς ἰᾶται καὶ <lb/>ὁ τῆς γαλῆς ὁμοίως. ὁ δὲ τῆς χελιδόνος μετὰ
						μέλιτος <lb/>πρὸς ὑποχύσεις ποιεῖ. καὶ ὁ τῶν προβάτων σκευασθεὶς <lb/>ὁμοίως ταῖς τῶν
						παίδων ὀδοντοφυΐαις ἄκρως βοηθεῖ. τοῦ <lb/>δὲ ταυρείου κέρατος τὸ ξύσμα μεθ᾿ ὕδατος
						πινόμενον αἱμοῤῥαγίας <lb/>ἐπέχει. καὶ οἱ μηροὶ δὲ καιόμενοι ἐπέχουσι τὸ <lb/>αἷμα.
						πολλάκις δὲ καὶ τὴν γαστέρα λελυμένην τὸ αὐτὸ <lb/>τοῦτο ἵστησι τὸ δὲ τοῦ ἐλάφου κέρατος
						ῥίνημα καιόμενον <pb n="241"/> καὶ μετ᾿ οἴνου λειούμενον, εἶτα περιπλασσόμενον, τοὺς
						σειομένους <lb/>ὀδόντας πήγνυσιν, ὥσπερ δὴ καὶ τὸν ἀστράγαλον τῆς <lb/>βοὸς τοῦτο ποιεῖν
						δύνασθαι λέγουσιν· ἐξάγει δὲ καὶ στρογγύλην <lb/>ἕλμινθα μετὰ μέλιτος πινόμενος, καὶ
						μετ᾿ ὀξυμέλιτος <lb/>σπλῆνα τήκει, καὶ τὰς λεύκας καταχριόμενος, συμμέτρως δὲ
						<lb/>ἀφροδισιαστικός ἐστιν. οἱ δὲ τοῦ κάστορος ὄρχεις ὁμοίως πινόμενοι <lb/>σπασμοὺς
						ἰῶνται. πολλὰ δὲ τῶν ζώων καὶ τὰς χολὰς ἑαυτῶν <lb/>ἔχει βοηθεῖν τῷ ἀνθρώπῳ δυναμένας,
						καὶ τὰ στέατα, καὶ <lb/>τοὺς μυελοὺς, καὶ τὸ γάλα, καὶ τὸ δέρμα, καὶ τὸ αἷμα αὐτὸ,
						<lb/>καὶ τῶν ὄφεων τὸ γῆρας. ἤδη δὲ καὶ τὰς ἀφόδους αὐτῶν <lb/>ὠφελούσας τινὰς εἴδομεν.
						ἡ γοῦν τῆς βοὸς ἄφοδος ξηρὰ <lb/>κεκαυμένη τρισὶ κοχλιαρίοις ὑδρωπικῷ βοηθεῖ. καὶ ἡ τῶν
						<lb/>μυῶν ἄφοδος λεία μετ᾿ ὄξους ἀλωπεκίας θεραπεύει· ἐν ποτῷ <lb/>δὲ λαμβανομένη τοὺς
						ἐν κύστει θρύπτει λίθους· τὸ δὲ <lb/>τοῦ χηνὸς στέαρ τὰς φλεγμονὰς μετὰ ῥοδίνου ἰᾶται·
						καὶ ὁ <lb/>τοῦ ἐλάφου μυελὸς παρηγορικώτατόν ἐστι φάρμακον. τὸ δὲ <lb/>τῆς βοὸς γάλα
						πινόμενον δυσεντερικοῖς βοηθεῖ. τῆς δὲ <lb/>ὑαίνης ἡ χολὴ μετὰ μέλιτος πρὸς ὀξυδερκίαν
						ποιεῖ, καὶ τὰς <lb/>ὑποχύσεις διαφορεῖ ἐγχριομένη. τοῦ δ᾿ ἱπποποτάμου τὸ δέρμα <pb n="242"/> καιόμενον, καὶ μεθ᾿ ὕδατος λεῖον ἐπιτιθέμενον, φυμάτων <lb/>σκορπιστικὸν
						γίνεται, ὥσπερ δὴ καὶ τὸ ἔχεως δέρμα, λεῖον <lb/>ἐπιτιθέμενον ταῖς ἀλωπεκίαις, θαυμαστῶς
						ἀναφύει τὰς τρίχας. <lb/>τὸ δὲ τῆς ἀσπίδος γῆρας τριφθὲν μετὰ μέλιτος καὶ
						<lb/>ὑπαλειφόμενον ὀξυδερκέστατόν ἐστιν. καὶ ὅλως πολλή τίς <lb/>ἐστιν ἡ τῶν τοιούτων
						ὕλη, ἣν οὐκ εὔκαιρον εἶναι νομίζω <lb/>νῦν ἀναγράφειν, ἵνα μὴ μακρὸς ὑμῖν ὁ λόγος
						γένηται, ἀρκούντων <lb/>εἰς τὴν ἀπόδειξιν τοῦ λεγομένου καὶ μόνων μοι τῶν
						<lb/>προειρημένων. ἐκεῖνο δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι, ὅτι τῶν <lb/>ζώων αὐτῶν ὅλα τὰ
						σώματα πολλάκις τοῖς ἀνθρώποις βοηθεῖ. <lb/>καρκίνος γοῦν ὁ ἀπὸ τῶν ποταμῶν λειωθεὶς καὶ
						<lb/>καταπλασθεὶς ἀνεκβάλλει τοὺς σκόλοπας καὶ τὰς ἀκίδας. <lb/>καὶ ἡ καρὶς ὁμοίως
						λειωθεῖσα μετὰ βρυωνίας ῥίζης πινομένη <lb/>ἕλμινθας ἐξάγει. ὁ δὲ σκορπίος σὺν ἄρτῳ
						ἐσθιόμενος <lb/>ὀπτὸς θρύπτει τοὺς ἐν τῇ κύστει λίθους. ὁμοίως δὲ καὶ <lb/>τὸ γῆς
						ἔντερον μετ᾿ οἴνου πινόμενον τὸ αὐτὸ ποιεῖ. εἰ δέ <lb/>τις αὐτὰ τρίβων ἐν μελικράτῳ
						λάβοι ἰκτεριῶν εὐθέως καθαρθεὶς <lb/>ἀπαλλάσσεται. πολλάκις δὲ καὶ σὺν ῥοδίνῃ κηρωτῇ
						<lb/>ἐπιτιθέντα τῶν ποδαγρῶν ταῖς φλεγμοναῖς ἥρμοσαν, ὁ δὲ <pb n="243"/> ἱέραξ ἑψηθεὶς
						μετὰ μύρου <milestone unit="ed2page" n="943"/>σουσίνου ἀμβλυωπίας ἰᾶται. <lb/>καὶ ὁ
						κάνθαρος δὲ θεραπεύει τὰς ὠταλγίας ἀποζεσθεὶς ἐλαίῳ <lb/>καὶ ἐνσταζόμενος εἰς τὸ οὖς. ὁ
						δὲ κορυδαλὸς ὀπτὸς τρωγόμενος <lb/>θαυμασίως τοὺς κωλικοὺς πολλάκις ὠφέλησε, καὶ
						<lb/>ἴνα μᾶλλον τὴν ἐν τοῖς σώμασιν αὐτῶν δύναμιν θαυμάσῃς, <lb/>ἐκεῖνό σοι
						φιλοτιμότερον διηγήσομαι. πολλὰ γὰρ καὶ ὁραθέντα <lb/>μόνον τὴν ἑαυτῶν ἰσχὺν
						ἐπιδείκνυνται. ὁ οὖν ἀσκαλαβώτης <lb/>ὁραθεὶς ὑπὸ τῶν σκορπίων ὑποπήγνυσιν αὐτοὺς,
						<lb/>καὶ οὕτως ἀναιρεῖ. ἡ δὲ ἀμφίσβαινα, ἔστι δὲ τὸ ζῶον ἀμφικέφαλον, <lb/>ὥσπερ δὴ καὶ
						τῶν πλοίων τὰ ἀμφίπρωρα, τῆς <lb/>φύσεως τῷ περιττῷ τῆς οὐσίας δύο κεφαλὰς ἔχειν αὐτῇ
						χαρισαμένης, <lb/>τοῦτο δή φασι τὸ ζῶον εἰ ὑπερβάλῃ γυνὴ κατὰ <lb/>γαστρὸς ἔχουσα,
						ἐκτιτρώσκει τὸ παιδίον κακῶς, ὥστε οὐδὲν <lb/>θαυμαστὸν, εἰ καὶ τὰ τῶν ἐχιδνῶν σώματα
						ἀποκοπέντων <lb/>τοῖς τῶν μερῶν ἐκείνων ὁμοίως ἔτι πρὸς τὸ βοηθεῖν τὴν <lb/>ἰσχὺν ἔχει.
						ἐπέδειξα γὰρ, ὡς οἶμαι, φιλοπόνως ὅτι καὶ <lb/>ὅλα μὲν τὰ ζῶα τοῖς ἀνθρώποις βοηθεῖ
						ποτε, ἔσθ᾿ <milestone unit="ed1page" n="462"/>
						<lb/>ὅτε δὲ καὶ αὐτὰ μόνα τὰ μέρη. ἐνίοτε δὲ καὶ τῶν μερῶν <lb/>αὐτῶν τὰ οὕτω μικρὰ
						μόρια. </p></div><pb n="244"/><div type="textpart" subtype="chapter" n="10"><p>[Πῶς τὰ βλαβερὰ ἐνίοτε ἔχουσιν ὠφελεῖν· <lb/>μίαν τε ἐκ πολλῶν γίγνεσθαι ποιότητα ἐν
						τοῖς μικτοῖς φαρμάκοις.] <lb/>Ἐκεῖνο δὲ ἀναζητῆσαι τῷ λόγῳ μᾶλλόν ἐστιν <lb/>ἀναγκαῖον,
						ὅπερ καὶ τοῖς πολλοῖς θαυμασίας ἄξιον εἶναι <lb/>δοκεῖ. αὐτὰ γὰρ τὰ θηρία ὄντα τοῖς
						σώμασι πολέμια καὶ <lb/>οὕτω τὸν ἄνθρωπον ἀναιροῦντα ὀξέως, πῶς πάλιν αὐτὰ <lb/>τοῖς ὑπ᾿
						αὐτῶν γενομένοις δήγμασι βοηθεῖν δύναται, καὶ <lb/>μόνα διασώζειν ἐκ τοῦ τοιούτου κακοῦ
						τὸν ἄνθρωπον; καί <lb/>φησί τις ἀρχαῖος λόγος ὅτι τινὰ τῶν ζώων ὁμιλήσαντα <lb/>μὲν ἐν
						τῷ δάκνειν τῷ ἐκ τοῦ δήγματος ἀποκρινομένῳ ἀνθρωπείῳ <lb/>αἵματι ἀναιρεῖ τοὺς
						δακνομένους μὴ γευσάμενα <lb/>δὲ τοῦ αἵματος, ἀλλ᾿ οὕτως ἐσθιόμενα, τοὺς δηχθέντας
						διασώζειν <lb/>πέφυκεν. ὥσπερ καὶ ἐπὶ τοῦ ἑλενίου μὲν ὑπὸ τῶν <lb/>Ἑλλήνων, ὑπὸ δὲ τῶν
						ἐπιχωρίων νίκου ἢ νίνου καλουμένου, <lb/>τὸ αὐτὸ ἱστορεῖσθαι λέγουσι. φασὶ γὰρ τοὺς
						Δάκας καὶ <lb/>τοὺς Δαλμάτας περιπάττειν αὐτὸ ταῖς ἀκίσι τῶν βελῶν, καὶ <lb/>οὕτως
						ὁμιλῆσαν μὲν τῷ αἵματι τῶν τιτρωσκομένων ἀναιρεῖν <lb/>δύνασθαι, ἐσθιόμενον δὲ ὑπ᾿ αὐτῶν
						ἀβλαβὲς εἶναι, καὶ ﻿<pb n="245"/> μηδὲ κακὸν αὐτοὺς ἐργάζεσθαι, καὶ τὰς ὑπ᾿ αὐτῶν γε
						ἀναιρουμένας <lb/>ἐλάφους ἐν τῷ κατατοξεύεσθαι μηδ᾿ αὐτὰς ἐσθιομένας <lb/>κακόν τι τοὺς
						ἐσθίοντας διατιθέναι λέγουσιν. ἀλλ᾿ <lb/>οὗτος ὁ λόγος οὐ δοκεῖ μοι αὐτάρκης εἶναι πρὸς
						τὴν εὕρεσιν <lb/>τοῦ ὑφ᾿ ἡμῶν ζητουμένου, ἐμπειρικός τις ὢν καὶ μόνον <lb/>τὸ γενόμενον
						διηγούμενος. καὶ γὰρ αὐτοὺς τοὺς ἐμπειρικοὺς <lb/>οὐκ ἀποδέχομαι, ὅτι καὶ αὐτοὶ, ὥσπερ
						ἰδιῶται μόνον ὁρῶντες <lb/>τὸ βλεπόμενον, θαυμάζουσι μὲν τὸ γιγνόμενον, τοῦ δὲ
						<lb/>γιγνομένου τὴν αἰτίαν ἀγνοοῦσιν. οἱ μὲν μηδὲ τὴν ἀρχὴν <lb/>ἐπιζητοῦντες μαθεῖν,
						ἀλλ᾿ ἀποκνοῦντες αὐτὴν εὑρεῖν τῷ λόγῳ, <lb/>καὶ μόνον τῶν γιγνομένων ἀποπειρώμενοι, καὶ
						τὴν τῶν πολλάκις <lb/>ὁρωμένων ἐμπειρίαν ἀρκεῖν αὐτοῖς εἰς τὸ ἰατρεύειν <lb/>λέγοντες,
						τὸν αὐτὸν ἔχουσιν, ὡς ὁρᾷς, τοῖς ἰδιώταις τοῦ <lb/>θαύματος τρόπον. οἱ δὲ τούτων
						φιλοτιμότεροι ὁμολογοῦσι <lb/>μὲν ὅτι χρή τι ἐπιστημονικώτερον τῶν ἰδιωτῶν εἰς τὰ
						τοιαῦτα <lb/>ἔχειν τοὺς ἰατροὺς, εὑρεῖν δὲ ἀδυνατοῦντες, καὶ τὸ <lb/>ζητεῖν περιττὸν
						εἶναι νομίζουσιν. ἀλλ᾿ ἡμεῖς πλέον εἶναι <lb/>τούτων τὸ φιλότιμον εἰς τὴν τέχνην
						ἔχοντες, καὶ τὰ γιγνόμενα <pb n="246"/> μόνον βλέπειν ἰδιωτικῶς μὴ θέλοντες, οὔτε τὴν
						ἐμπειρίαν <lb/>ἐκβάλλομεν καὶ συναρμόζοντες αὐτῇ τὸν λόγον ὅταν <lb/>ἐνδέχηται, τελείαν
						οὕτω καὶ λογικὴν ἀναγκαίως ἔχομεν <milestone unit="ed2page" n="944"/>
						<lb/>τὴν τέχνην, οὐχ ἵνα μόνον εὕροιμεν, ὅπως γίνεται φιλοπονοῦντες <lb/>εὑρεῖν, ἀλλ᾿
						ἵνα τι καὶ εἰς τὴν θεραπείαν εὔχρηστον <lb/>ἐκ τοῦ εὑρεθέντος μάθωμεν. κᾀνταῦθα οὖν
						ἐπαγωνισώμεθα <lb/>τῷ λόγῳ, ἵνα εὕρωμεν τοῦ γιγνομένου τὴν αἰτίαν. θαυμαστὸν <lb/>γὰρ ὡς
						εἵ γε ἐκ τῆς περὶ τὸ ζητεῖν αὐτὸ φιλοτιμίας, <lb/>ἐξ ἑτοίμου καὶ αὐτὸ, ὥσπερ
						ἀμειβόμενον, ταχέως εὑρίσκεται· <lb/>καὶ ἵνα σοι πιστότερον ποιήσω τὸν λόγον, ἀπ᾿
						<lb/>ἄλλων τινῶν ἐν τοῖς ἔργοις σαφῶς ὁρωμένων τὴν ἀπόδειξιν <lb/>ποιήσομαι καὶ ἔξωθέν
						γε ἐπιτιθεμένων μόνον καὶ διὰ τοῦ <lb/>στόματος λαμβανομένων. τοὺς γὰρ ὑπὸ τῶν
						κροκοδείλων <lb/>βρωθέντας ὑπ᾿ αὐτοῦ τοῦ στέατος ἐπιτιθεμένου τοῖς τραύμασιν <lb/>ἄκρως
						βοηθουμένους οἴδαμεν· καὶ τῆς μυγαλῆς τὰ <lb/>δήγματα καὶ αὐτὰ ἀναιροῦντα ὑπ᾿ αὐτῆς
						πάλιν τῆς μυγαλῆς <lb/>τριβομένης καὶ ἐπιτιθεμένης ἀνωδύνως θεραπεύεται. <lb/>ὁμοίως δὲ
						αὐτοὶ οἱ ἐχιόδηκτοι ἀπαλλάττονται τοῦ κινδύνου, <lb/>εἴ τις αὐτῶν λειώσας τὰ σώματα
						ἐπιθείη αὐτοῖς τοῖς τραύμασιν, <pb n="247"/> οὐκ ἀλόγως καθ᾿ ἡμᾶς, ὡς ἔφην, καὶ τῶν
						τοιούτων <lb/>γιγνομένων, μήτε τοσαύτην δύναμιν ἐχόντων, ὡς καὶ ἀποκτεῖναι
						<lb/>δύνασθαι, κατὰ διάδοσίν τε τῆς δυνάμεως χωρούσης <lb/>εἰς βάθος τῶν σωμάτων. ὥσπερ
						δὴ καὶ ἐπὶ τῶν καταπλασμάτων <lb/>καὶ αὐτὸ γιγνόμενον ὁρῶμεν, τῆς ἐν τοῖς σώμασιν
						<lb/>αὐτῶν δυνάμεως συμμέτρου γιγνομένης καὶ θεραπεύειν <lb/>λοιπὸν, ἀλλ᾿ οὐκ ἀναιρεῖν
						δυναμένης. τὸ δὲ ἐπὶ τῆς θηριακῆς <lb/>γιγνόμενον φανερώτερον ἔχει τὸν λογισμόν. φημὶ
						γὰρ <lb/>ὅτι διὰ τοῦτο ταῦτα ἀναιροῦντα τὰ θηρία βοηθεῖ τοῖς ὑπ᾿ <lb/>αὐτῶν δακνομένοις,
						ἐπειδὴ πλείων ἐν τούτοις ἐνοῦσα ἡ φθοροποιὸς <lb/>δύναμις, ταῖς κεφαλαῖς ἀφαιρουμέναις
						συναποκόπτεται. <lb/>καὶ ἐπεὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσιν αὐτῶν ὑπολειπομένην
						<lb/>δύναμιν ταῖς σκευασίαις ἡμεῖς ἀπαμβλύνομεν ἕψοντες <lb/>αὐτὰς, καὶ τῶν ἁλῶν καὶ τοῦ
						ἀνήθου οὐκ ὀλίγα τῷ ὕδατι <lb/>μιγνύντες, οὐχ ἡδύσματος μόνου χάριν τὴν μίξιν τῶν
						τοιούτων <lb/>ποιούμενοι, ἀλλ᾿ ἵνα ἐκτήξωμεν τὰ σώματα, καὶ οὕτως <lb/>αὐτὰ ὀλίγον τὸν
						ἰὸν, ἢ μηδ᾿ ὅλως ἔχειν ἐργασώμεθα. τὸ <lb/>δὲ πλεῖστον αὐτῇ τῆς δυνάμεως εἰς τὸ βοηθεῖν
						ἡ σκευασία <lb/>παρέχεται. τοσούτοις οὖν καὶ τοιούτοις μιγνύμενα φαρμάκοις <pb n="248"/>
						τὰ θηρία, πῶς ἂν ἔτι καὶ ἀναιρεῖν δύναιτο, ἐκλυομένης <lb/>τῆς οὔσης ἐν αὐτοῖς πρὸς τὸ
						διαφθεῖραι πονηρίας; ἔτι <lb/>δὲ καὶ ἀληθέστερος ὁ λόγος φανήσεται, εἰ καὶ ἐπί τινων
						ὁμοίων <lb/>τὴν ἀπόδειξιν αὐτοῦ ποιησόμεθα. ἡ γάρ τοι κανθαρὶς <lb/>μόνη μὲν διδομένη
						τὴν κύστιν ἑλκοῖ, καὶ πολέμιον αὐτῆς <lb/>ἐστι τὸ φάρμακον, καὶ ἀναιρεῖ τῇ ἰσχυρᾷ
						δυνάμει τὸν <lb/>ἅνθρωπον πολλάκις. μιχθεῖσα δ᾿ ἄλλοις τισὶ πάλιν αὐτῆς <lb/>τῆς κύστεως
						γίνεται βοήθημα, καὶ ἔστι διουρητικὴ πάνυ. <lb/>ὁ δὲ ὀπὸς τῆς μήκωνος ὅτι μέν ἐστιν
						ἀναιρετικὸς μόνος <lb/>ποθεὶς οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ. οὗτος δὲ μετ᾿ ἄλλων τινῶν
						<lb/>σκευασθεὶς τοῖς νοσοῦσι βοηθεῖ πολλάκις, ὡς σωτηριωδέστατον <lb/>αὐτοῖς εἶναι
						φάρμακον. τὰς γοῦν τῶν νεφριτικῶν <lb/>παρακοπὰς οὐκ ὀλιγάκις ἀγωνιστικῶς ἰάσατο, καὶ
						<lb/>τοὺς ἐξ ἀγρυπνιῶν τὴν δύναμιν ἀφῃρημένους, ὕπνον ἐργασάμενον, <lb/>θαυμασίως
						ἀνεκτήσατο. τοῖς δὲ φαλαγγιοδήκτοις <lb/>αὐτὰ τὰ φαλάγγια λειωθέντα καὶ μετ᾿ οἴνου
						πινόμενα ἀπαλλακτικὰ <lb/>τοῦ κακοῦ γίνεται, ὡς ἐκ τούτου μάλιστά σε πιστεύειν
						<lb/>δύνασθαι τῷ ὑπ᾿ ἐμοῦ λεγομένῳ. εἰ γὰρ καὶ μόνος <pb n="249"/> ὁ οἶνος μιχθεὶς τοῖς
						θηρίοις τὸν ἀπ᾿ αὐτῶν τῶν θηρίων <lb/>κίνδυνον ἐκφεύγειν ποιεῖ, δηλονότι καὶ ἡ θηριακὴ
						ἐκ τοσούτων <lb/>καὶ τοιούτων τὴν σκευασίαν ἔχουσα παιώνιόν τι φάρμακον <lb/>μᾶλλον,
						ἀλλ᾿ οὐκ ἀναιρετικὸν τῶν ἀνθρώπων γίνεται. <lb/>ἐκεῖνο γὰρ ἐν ταῖς μίξεσι τῶν φαρμάκων
						γιγνόμενον εἰδέναι <lb/>χρὴ, ὅτι μηκέτι ἀποσώζεται ἡ ἑκάστου τῶν μιγνυμένων δύναμις,
						<lb/>ἡ αὐτὴ μένουσα καὶ ἄτρεπτος, εἰς τὸ μηδὲν ἀλλοιουμένη, <lb/>ἀλλ᾿ ἕνωσίς τις
						ἀποτελεῖται τῶν ἁπάντων, ὅλης δι᾿ <lb/>ὅλων τῆς κράσεως αὐτῶν μιγνυμένης <milestone unit="ed2page" n="945"/>καὶ μιᾶς τινος <lb/>δυνάμεως ἄλλης ἐξ αὐτῶν γινομένης, ὅνπερ
						τρόπον ἐστὶν <lb/>ἰδεῖν καὶ ἐπὶ τοῦ οἰνομέλιτος γιγνόμενον. ὅταν γὰρ ἡ κρᾶσις
						<lb/>ἀμφοῖν ἀκριβὴς γένηται, οὔτε τὴν τοῦ μέλιτος γεῦσιν <lb/>τὸ μέλι μιχθὲν ὅλως ἔχει
						καὶ ὁ οἶνος οὐκέτ᾿ ὢν οἶνος ἐν <lb/>τῇ μίξει φαίνεται, ἀλλὰ παρ᾿ ἑκάτερον τῶν
						συνελθόντων <lb/>ἄλλο τι, αὐτὸ δὴ τοῦτο οἰνόμελι, γιγνόμενον ἐκ τῆς κράσεως
						<lb/>ἀποτελεῖται. τὸ αὐτὸ δή μοι νόμιζε γίγνεσθαι ἐπὶ <lb/>τῶν ἄλλων μὲν ἁπάντων
						φαρμάκων, καὶ ἐπὶ τῆς θηριακῆς <lb/>δὲ μάλιστα αὐτῆς, μηκέτι τὴν ἑνὸς ἑκάστου τῶν
						μιγνυμένων <lb/>δύναμίν τε καὶ ποιότητα αὐτὴν μένειν, ἀλλὰ συγκριναμένων ﻿<pb n="250"/>
						πᾶσι πάντων καὶ ἕνωσίν τινα φυσικὴν λαμβανόντων μίαν <lb/>μὲν καὶ λοιπὴν ἄλλην ἐξ
						ἁπάντων τῶν μιγνυμένων τοῦ <lb/>φαρμάκου γίνεσθαι τὴν φύσιν. </p></div><div type="textpart" subtype="chapter" n="11"><p>[Ἀσκληπιάδου τε καὶ Ἐπικούρου ἀντίῤῥησις, <lb/>τῶν τὴν ἀλλοίωσιν ἀποφασκόντων καὶ τὰ
						τῆς φύσεως ἔργα <lb/>πρὸς τοὺς ἀτόμους τε καὶ ὄγκους ἀναφερόντων.] Εἰ μὲν <lb/>γὰρ ἐξ
						ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ <lb/>Δημοκρίτου λόγον συνειστήκει τὰ
						πάντα, ἢ ἔκ τινων ὄγκων <lb/>καὶ <milestone unit="ed1page" n="463"/>πόρων κατὰ τὸν
						ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ <lb/>οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων
						<lb/>τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν <lb/>αὐτὴν ἐκείνοις τῶν ὄντων
						οὐσίαν εἶναι βουλόμενος· εἰκότως <lb/>ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν
						τρέπεσθαι <lb/>μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ <lb/>δ᾿ οὐκ ἔστιν
						ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται, <lb/>ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται
						ῥᾳδίως καὶ <lb/>εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿ <lb/>ὅλων τῶν
						κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος <pb n="251"/> κρατεῖν, καὶ διὰ τοῦτο
						ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς <lb/>τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν
						φαρμάκων <lb/>ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά <lb/>τινα ἦν καὶ
						ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα. <lb/>διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς
						ὁρῶντες ἐπὶ <lb/>τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην <lb/>ἐν ταῖς
						κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς <lb/>τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ
						μάλισθ᾿ ὁ νῦν εἰρημένος <lb/>ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον
						<lb/>ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι <lb/>τροπάς τε καὶ μεταβολὰς
						οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν <lb/>εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ
						κατατεθέντος <lb/>ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ <lb/>ὅταν ταῖς τῶν ἀνέμων
						μεταβολαῖς συμμεταβάλληται ἡμῶν <lb/>τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ
						<lb/>τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν <lb/>ἑαυτοῦ συναισθήσεως
						διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν. <lb/>εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι
						νότος ὁ <pb n="252"/> πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων <lb/>καὶ
						θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον. <lb/>ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως
						θέλοντες καὶ ταχεῖαν τῷ <lb/>νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην
						<lb/>ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν <lb/>τινων ἐκλελυμένων σφόδρα
						ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ <lb/>θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ
						εὐτόνῳ <lb/>τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις <lb/>δὲ καὶ ὀλίγη τις
						αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε <lb/>καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς
						τροφῆς τοῦ <lb/>σώματος, <milestone unit="ed2page" n="946"/>ὡς οἶμαι, ταχέως ἐπὶ τὸ
						κρεῖττον γιγνομένης, <lb/>ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ <lb/>τοῦτο τὴν
						αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων. <lb/>τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς
						ὄγκους συντιθέναι <lb/>δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος
						<lb/>ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν <lb/>ὄγκων μετατιθεμένων
						σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν <lb/>μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην
						ἐξ ἄλλης <pb n="253"/> γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα <lb/>μὴ
						μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως <lb/>ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ
						δόγματος, ἀλλὰ καὶ τὴν <lb/>φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι
						<lb/>οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων <lb/>συνθέσεως καὶ συμπλοκῆς
						γίγνεσθαι βούλεται. διόπερ καὶ <lb/>θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω
						θαυμαστὰ <lb/>τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ <lb/>ἀρχῆς ἐν αὐτῇ τῇ
						γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας, <lb/>ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς
						μήτρας τόπῳ, <lb/>ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ <lb/>καὶ οἵοις
						αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου <lb/>τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ
						τέχνῃ καὶ ὁμοιότητι <lb/>τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ <lb/>ἡ
						τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ <lb/>μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ
						προγόνοις τισὶ τὰ τικτόμενα <lb/>ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν
						<lb/>ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι <pb n="254"/> παῖδα, ἐποίησε
						γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, <lb/>καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος
						ἐκείνῳ τῷ τύπῳ <lb/>τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν <lb/>εἰπεῖν
						ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ <lb/>γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ
						παιδίον, τῆς ὄψεως, οἶμαι, <lb/>διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ
						γεγραμμένου <lb/>τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς <lb/>φύσεως μυστηρίων ὁ
						ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει <lb/>καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς
						ἑαυτοῦ <lb/>μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ <lb/>τὰ ἔξωθεν
						αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν <lb/>βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς
						ἀράχνης γιγνομένας <lb/>τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν <lb/>τε καὶ
						λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν, <lb/>ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς
						ἀνθρώπους λαβόντας <lb/>τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν
						<lb/>θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ <lb/>τῆς ἄρκτου γιγνόμενον
						ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος ﻿<pb n="255"/> ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις.
						ἔστι δὲ σὰρξ μόνη <lb/>γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν
						<lb/>ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ <lb/>διατυπουμένη. τῇ γὰρ γλώττῃ
						ὥσπερ χειρί τινι χρωμένη <lb/>ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν
						<lb/>ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν <lb/>τοῖς φιλοτίμοις λόγοις
						ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου <lb/>τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ
						εὐτόνως <lb/>κρατεῖν. </p></div></div></body></text></TEI>