καὶ ζ΄. [Ἀνδρομάχου πρεσβυτέρου, Νέρωνος ἀρχιάτρου θηριακὴ δι᾿ ἐχιδνῶν ἡ καλουμένη Γαλήνη.] [Διὰ τὶ ὁ Ἀνδρόμαχος τὴν ἔχιδναν μᾶλλον ἢ ἄλλον τινὰ ὄφιν τῇ θηριακῇ ἐπέμιξε; καὶ περὶ Κλεοπάτρας θανάτου ἀκριβὴς ἱστορία.] Τούτων οὖν τῶν ἐπῶν οὐκ ἀφυῶς ὑπὸ τοῦ ἀνδρὸς γενομένων σκέψασθαι ἀναγκαῖον ἔμοιγε δοκεῖ, τί δή ποτε πολλῶν ὄντων τῶν τοιούτων θηρίων οὐχὶ τῶν ἄλλων τινὸς, ἀλλὰ τῶν ἐχιδνῶν τὰς σάρκας ἐπιτηδείους εἰς τὴν μίξιν εἶναι νομίζομεν. αὐτὸς μὲν γὰρ, ὡς ὁρᾷς, περὶ τούτων οὐδὲν ἔγραψεν· ἐμοὶ δὲ δοκοῦσι τῶν ἄλλων θηρίων αὗται μὴ τοσαύτην ἐν τοῖς σώμασι τὴν φθοροποιὸν δύναμιν ἔχειν. ὁ μὲν γὰρ βασιλίσκος, ἔστι γὰρ τὸ θηρίον ὑπόξανθον, καὶ ἐπὶ τῇ κεφαλῇ τρεῖς ὑπεροχὰς ἔχον, ὥς φασιν, ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων ἀκουσθεὶς ἀναιρεῖ τοὺς ἀκούσαντας καὶ τοὺς ἰδόντας αὐτόν· καὶ ὅτι τῶν ἄλλων ζώων, εἴ τι καὶ ἅψαιτο τοῦ ζώου ἀνῃρημένου, καὶ αὐτὸ τελευτᾷ εὐθέως, καὶ διὰ τοῦτο πᾶν αὐτοῦ τὸ γένος τῶν ἄλλων θηρίων ἐγγὺς εἶναι φυλάττεται. ὁ δὲ δρύϊνος ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος οὕτως πονηρός ἐστι πρὸς τὸ διαφθεῖραι κακῶς, ὥστε εἴ τις, φασὶν, αὐτοῦ ἐπιβαίη, ἐκδέρεσθαι αὐτοῦ τοὺς πόδας, καὶ οἴδημα πολὺ γίνεσθαι καθ᾿ ὅλων τῶν σκελῶν. καὶ ἔτι τὸ θαυμασιώτερόν φασιν, ὅτι καὶ εἰ θεραπεύειν τις ἐθέλοι, τούτων τὰς χεῖρας ἐκδέρεσθαι. εἰ δέ τις καὶ ἁμιλλώμενος αὐτὸ ἀποκτεῖναι βούλοιτο τὸ θηρίον, λέγουσιν αὐτὸν μοχθηρὸν νομίζειν εἶναι πᾶν τὸ εὐφραντὸν καὶ μηδενὸς ἄλλου ὀσφραίνεσθαι δυνάσθαι. ὁ δὲ αἱμόῤῥους καὶ ἡ αἱμοῤῥοῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τῶν ἀνθρώπων τὴν διαφθοράν. αἱμοῤῥαγοῦντες γὰρ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων καὶ τοῦ παντὸς σώματος οὕτως ἀπόλλυνται. ὥσπερ γε καὶ οἱ ἀπὸ τῆς διψάδος ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς, καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι σφοδρῶς, ἐνίοτε καὶ διαῤῥηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν  οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἐπανατείνασα τὸν τράχηλον καὶ συμμετρησαμένη τὸ τοῦ διαστήματος μῆκος, ὥσπερ τότε λογικὸν γιγνόμενον τὸ θηρίον εὐστόχως ἐμπτύει τοῖς σώμασι τὸν ἰόν. τούτων γοῦν φασι τῶν θηρίων τινὶ, τριπλοῦν γάρ ἐστι τὸ εἶδος τῶν ἀσπίδων, ταύτης τε καὶ τῆς μὲν χερσαίας λεγομένης, τῆς τε χελιδονίας καλουμένης, τὴν βασιλίδα Κλεωπάτραν βουληθεῖσαν λαθεῖν τοὺς φυλάττοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ἐπεὶ γὰρ αὐτὴν ὁ Αὔγουστος νικήσας τὸν Ἀντώνιον ζῶσαν λαβεῖν ἠβούλετο, καὶ ζῇν, καὶ διὰ σπουδῆς φυλάττειν ὡς εἰκὸς, ἵνα δείξῃ Ῥωμαίοις ἐν τῷ θριάμβῳ τὴν οὕτω διάσημον γυναῖκα. ἡ δὲ συνεῖσα, φασὶ, τοῦτο, καὶ ἑλομένη μᾶλλον ἔτι βασίλισσα οὖσα ἐξ ἀνθρώπων γενέσθαι ἤπερ ἰδιώτης Ῥωμαίοις φανῆναι, τότε ἐμηχανήσατο τῷ θηρίῳ τούτῳ τὸν θάνατον αὑτῆς. καὶ φασὶν αὐτὴν καλέσαι τὰς πιστοτάτας δύο γυναῖκας, αὗται δὲ ἦσαν αἱ πρὸς τὸ κάλλος αὐτῆς εἰς τὸν κόσμον τοῦ σώματος ὑπηρετεῖν ἡρμοσμέναι καὶ τοῖς ὀνόμασι λεγόμεναι Νάειρα καὶ Καρμιόνη. ἡ μὲν ἀναπλέκουσα τὰς τρίχας εὐπρεπῶς, ἡ δὲ ἀποτέμνουσα τὰς ὑπεροχὰς τῶν ὀνύχων εὐφυῶς, εἶτα κελεύσασα σταφυλαῖς τε καὶ σύκοις κεκρυμμένον εἰσκομισθῆναι τὸ θηρίον, ἵνα, ὡς ἔφην, τοὺς φυλάττοντας λάθῃ, προπειρασαμένη αὐτὸ πρότερον ἐπὶ τούτων τῶν γυναικῶν, εἰ ὀξέως ἀναιρεῖν δύναται, καὶ μετὰ τὸ ταύτας ταχέως ἀνελεῖν λοιπὸν αὐτῇ, ἐφ᾿ ᾧ δὴ καὶ τὸν Αὔγουστον πάνυ καταπλαγῆναι λέγουσι, τῶν μὲν μέχρι τοῦ συναποθανεῖν αὐτῇ τοσαύτην φιλοστοργίαν, τῆς δὲ τὸ μὴ βουληθῆναι ζῇν δουλικῶς, ἀλλ᾿ ἑλέσθαι μᾶλλον ἀποθανεῖν εὐγενῶς. καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν χεῖρα τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν κειμένην καὶ κρατοῦσαν τὸ διάδημα, ὡς εἰκὸς, ἵνα καὶ μέχρι τότε τοῖς ὁρῶσι βασίλισσα οὖσα βλέπηται· ὥσπερ καὶ ὁ τραγικὸς ποιητὴς ἡμῖν λέγει τὴν Πολυξένην, ὅτι καὶ αὕτη ἀποθνήσκουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχημόνως πεσεῖν. οἱ δὲ τὸ μὲν τῆς γυναικὸς πρὸς τὸ λαθεῖν εὐμήχανον, τοῦ δὲ θηρίου πρὸς τὸ ἀποκτεῖναι τάχος βουλόμενοι ἡμῖν δεῖξαι τῷ λόγῳ, λέγουσιν αὐτὴν μὲν ἐνδακεῖν τὸν ἑαυτῆς βραχίονα μεγάλῳ πάνυ καὶ βαθεῖ τῷ δήγματι. ἐργασαμένην δὲ εἴς τι σκεῦος εἰσκομισθῆναι αὑτῇ τὸν ἰὸν τοῦ θηρίου ἐγχέαι τῷ τραύματι, καὶ οὕτω διαδοθέντος αὐτοῦ μετ᾿ οὐ πολὺ λαθοῦσαν τοὺς φυλάσσοντας εὐκόλως ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἀτερπῶς ἱστορείσθω, διὰ τὴν σὴν ἐν πᾶσι τοῖς λόγοις φιλοτιμίαν, καὶ ἵνα διὰ τούτου τὴν ὀξύτητα πρὸς τὸ ἀποκτεῖναι τούτων τῶν θηρίων ὦμεν εἰδότες. ὀξέα γάρ ἐστιν ἀληθῶς πρὸς τὸ ἀναιρεῖν ταῦτα τὰ θηρία. καὶ πολλάκις γὰρ ἐθεασάμην ἐγὼ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ τὸ τάχος τοῦ ὑπ᾿ αὐτῶν γιγνομένου θανάτου. ὅταν γάρ τινα τούτῳ τῷ νόμῳ τῆς κολάσεως κατακριθέντα φιλανθρώπως καὶ ταχέως ἀποκτεῖναι θέλωσι, προσβάλλοντες αὐτοῦ τοῖς στέρνοις τὸ θηρίον καὶ ποιήσαντες ὀλίγον περιπατῆσαι, οὕτω ταχέως ἀναιροῦσι τὸν ἄνθρωπον. ὁρᾷς οὖν ὅπως ἡμεῖς δεόντως οὐδὲν τῶν τοιούτων θηρίων ἐγκαταμίγνυμεν τῷ φαρμάκῳ, διὰ τὴν τοσαύτην ἐν τοῖς σώμασιν αὐτῶν φθοροποιὸν δύναμιν. [Τὶ δή ποτε τῇ θηριακῇ ὁλόκληρος ἡ ἔχιδνα οὐκ ἐπιτίθεται· πολλάς τε ἐκ τῶν ζώων ἡμᾶς λαμβάνειν τὰς θεραπείας.] Καὶ αὐτῶν δὲ τῶν ἐχιδνῶν οὐχ ὅλα τὰ ζῶα εἰς ἀντίδοτον πέμπομεν, ἀλλ᾿ ἀποτεμόντες τὰς κεφαλὰς καὶ τὰς οὐρὰς οὕτω τοῖς ἄλλοις αὐτῶν σώμασιν εἰς τὴν μίξιν χρώμεθα, καὶ τοῦτο οὐ παρέργως οὐδ᾿ ἄνευ λόγου τινὸς ποιούμενοι, ἀλλ᾿ ἐπειδὴ αἱ κεφαλαὶ τὸν κάκιστον τῶν χυμῶν, αὐτὸν τὸν ἰὸν, ἐν αὑταῖς ἔχουσι, διὰ ταῦτ᾿ ἀποκόπτειν αὐτὰς πειρώμεθα, ἵν᾿ ὀλιγώτερον τῆς ἀπ᾿ αὐτῶν δυνάμεως ἔχῃ τὸ φάρμακον, τῆς τούτων φύσεως μεταβλητικήν τινα δύναμιν εἰς τὸν ἰὸν ἐχούσης· ὥσπερ δὴ καὶ ἐν τοῖς παραστάταις τὸ σπέρμα καὶ ἐν τοῖς μαζοῖς τὸ γάλα μεταβαλλόμενον γίνεται. ἡ δὲ ἔχιδνα τῶν ἄλλων ἁπάντων τὴν κεφαλὴν πρὸς τὸ διαφθεῖραι κακῶς ἐπιτηδειοτέραν ἔχει. φασὶ γὰρ αὐτὴν ἀνοίγουσαν τὸ στόμα πρὸς τὸ δέξασθαι τοῦ ἄῤῥενος τὸν θορὸν μετὰ τὸ λαβεῖν ἀποκόπτειν αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτον αὐταῖς εἷναι τῆς πονηρᾶς συμπλοκῆς τὸν τρόπον. εἶτα ἀπὸ τοῦ σπέρματος τὰ ζῶα γενόμενα κατά τινα φυσικὴν ἄμυναν ἀναβιβρώσκειν μὲν τῆς μητρὸς τὴν γαστέρα, ἐκθρώσκειν δὲ εἰς τὰ ἔξω· καὶ οὕτως αὐτὰ εἰς ἐκδικίαν τοῦ πατρὸς ἀναιρεῖν τὴν μητέρα. ἅπερ ἡμῖν ὁ καλὸς Νίκανδρος ἐν τοῖς ἔπεσιν αὑτοῦ οὐκ ἀφυῶς γράφει, καὶ ἔστι τὰ ἔπη ταῦτα· Μὴ σύ γ᾿ ἐνὶ τριόδοισι τύχῃς ὅτε δῆγμα πεφυγὼς Περκνὸς ἔχις θύῃσι, τυπὴν χολόεσσαν ἐχίδνης. Ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι, Θουρὰς ὀδὰξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου· Οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ Γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν Γαστέρ᾿ ἀναῤῥήξαντες ἀμήτορες ἐξεγένοντο. Τὰς δὲ οὐρὰς καὶ αὐτὰ ἀφαιροῦμεν τὰ ἔσχατα τοῦ σώματος, ὥσπερ οὐρᾶς ὄντα μέρη καὶ, ὡς οἶμαι, τὸ ῥυπαρώτερον τῆς οὐσίας ἕλκοντα μᾶλλον, καὶ πλείονά γε τὴν ὁλκὴν διὰ τὴν κίνησιν ποιούμενα, ὥσπερ τὰ πρὸς ταῖς οὐραῖς τῶν ἰχθύων μέρη διὰ τὴν πολλὴν κίνησιν τροφιμώτερα εἶναι λέγουσι. μὴ θαυμάζῃς δὲ, εἰ μετὰ τὴν τούτων ἀποκοπὴν τὰ λοιπὰ σώματα τῶν ζώων ἰσχυρότερον ποιεῖ τὸ φάρμακον τῆς ἐμφύτου πρὸς τὸ σώζειν δυνάμεως καὶ  ἐν αὐταῖς ταῖς σαρξὶν αὐτῶν καταμεμιγμένης. ὥσπερ δὴ καὶ ἐπ᾿ ἄλλων ζώων πολλὰ τῶν μερῶν οὐκ ὀλίγα τῶν παθῶν ἀγωνιστικῶς θεραπεύεσθαι οἴδαμεν. ἐνίοις γοῦν βοηθοῦσιν αἱ κεφαλαὶ τῶν μυῶν, καυθεῖσαι γὰρ καὶ μετὰ μέλιτος χριόμεναι, τὰς ἀλωπεκίας ἰᾶσθαι δύνανται. καὶ τοῦ ἰκτίνου τὴν κεφαλὴν, φασὶν, ὁμοίως τοὺς ποδαγριῶντας ὠφελεῖν, εἴ τις αὐτῆς ξηρανθείσης ἄνευ τῶν πτερῶν ὅσον ὑπὸ τοῖς τρισὶ δακτύλοις ἐπιπάσας ὕδατι πίνειν ἐθέλοι. καὶ τῶν μερῶν δὲ πολλάκις αὐτὰ μόνα τὰ μόρια τινὰ τῶν παθῶν ἰᾶσθαι δύνανται. ὁ γοῦν τῆς καμήλου ἐγκέφαλος ξηρανθεὶς καὶ μετ᾿ ὄξους πινόμενος ἐπιληπτικοὺς ἰᾶται καὶ ὁ τῆς γαλῆς ὁμοίως. ὁ δὲ τῆς χελιδόνος μετὰ μέλιτος πρὸς ὑποχύσεις ποιεῖ. καὶ ὁ τῶν προβάτων σκευασθεὶς ὁμοίως ταῖς τῶν παίδων ὀδοντοφυΐαις ἄκρως βοηθεῖ. τοῦ δὲ ταυρείου κέρατος τὸ ξύσμα μεθ᾿ ὕδατος πινόμενον αἱμοῤῥαγίας ἐπέχει. καὶ οἱ μηροὶ δὲ καιόμενοι ἐπέχουσι τὸ αἷμα. πολλάκις δὲ καὶ τὴν γαστέρα λελυμένην τὸ αὐτὸ τοῦτο ἵστησι τὸ δὲ τοῦ ἐλάφου κέρατος ῥίνημα καιόμενον καὶ μετ᾿ οἴνου λειούμενον, εἶτα περιπλασσόμενον, τοὺς σειομένους ὀδόντας πήγνυσιν, ὥσπερ δὴ καὶ τὸν ἀστράγαλον τῆς βοὸς τοῦτο ποιεῖν δύνασθαι λέγουσιν· ἐξάγει δὲ καὶ στρογγύλην ἕλμινθα μετὰ μέλιτος πινόμενος, καὶ μετ᾿ ὀξυμέλιτος σπλῆνα τήκει, καὶ τὰς λεύκας καταχριόμενος, συμμέτρως δὲ ἀφροδισιαστικός ἐστιν. οἱ δὲ τοῦ κάστορος ὄρχεις ὁμοίως πινόμενοι σπασμοὺς ἰῶνται. πολλὰ δὲ τῶν ζώων καὶ τὰς χολὰς ἑαυτῶν ἔχει βοηθεῖν τῷ ἀνθρώπῳ δυναμένας, καὶ τὰ στέατα, καὶ τοὺς μυελοὺς, καὶ τὸ γάλα, καὶ τὸ δέρμα, καὶ τὸ αἷμα αὐτὸ, καὶ τῶν ὄφεων τὸ γῆρας. ἤδη δὲ καὶ τὰς ἀφόδους αὐτῶν ὠφελούσας τινὰς εἴδομεν. ἡ γοῦν τῆς βοὸς ἄφοδος ξηρὰ κεκαυμένη τρισὶ κοχλιαρίοις ὑδρωπικῷ βοηθεῖ. καὶ ἡ τῶν μυῶν ἄφοδος λεία μετ᾿ ὄξους ἀλωπεκίας θεραπεύει· ἐν ποτῷ δὲ λαμβανομένη τοὺς ἐν κύστει θρύπτει λίθους· τὸ δὲ τοῦ χηνὸς στέαρ τὰς φλεγμονὰς μετὰ ῥοδίνου ἰᾶται· καὶ ὁ τοῦ ἐλάφου μυελὸς παρηγορικώτατόν ἐστι φάρμακον. τὸ δὲ τῆς βοὸς γάλα πινόμενον δυσεντερικοῖς βοηθεῖ. τῆς δὲ ὑαίνης ἡ χολὴ μετὰ μέλιτος πρὸς ὀξυδερκίαν ποιεῖ, καὶ τὰς ὑποχύσεις διαφορεῖ ἐγχριομένη. τοῦ δ᾿ ἱπποποτάμου τὸ δέρμα καιόμενον, καὶ μεθ᾿ ὕδατος λεῖον ἐπιτιθέμενον, φυμάτων σκορπιστικὸν γίνεται, ὥσπερ δὴ καὶ τὸ ἔχεως δέρμα, λεῖον ἐπιτιθέμενον ταῖς ἀλωπεκίαις, θαυμαστῶς ἀναφύει τὰς τρίχας. τὸ δὲ τῆς ἀσπίδος γῆρας τριφθὲν μετὰ μέλιτος καὶ ὑπαλειφόμενον ὀξυδερκέστατόν ἐστιν. καὶ ὅλως πολλή τίς ἐστιν ἡ τῶν τοιούτων ὕλη, ἣν οὐκ εὔκαιρον εἶναι νομίζω νῦν ἀναγράφειν, ἵνα μὴ μακρὸς ὑμῖν ὁ λόγος γένηται, ἀρκούντων εἰς τὴν ἀπόδειξιν τοῦ λεγομένου καὶ μόνων μοι τῶν προειρημένων. ἐκεῖνο δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι, ὅτι τῶν ζώων αὐτῶν ὅλα τὰ σώματα πολλάκις τοῖς ἀνθρώποις βοηθεῖ. καρκίνος γοῦν ὁ ἀπὸ τῶν ποταμῶν λειωθεὶς καὶ καταπλασθεὶς ἀνεκβάλλει τοὺς σκόλοπας καὶ τὰς ἀκίδας. καὶ ἡ καρὶς ὁμοίως λειωθεῖσα μετὰ βρυωνίας ῥίζης πινομένη ἕλμινθας ἐξάγει. ὁ δὲ σκορπίος σὺν ἄρτῳ ἐσθιόμενος ὀπτὸς θρύπτει τοὺς ἐν τῇ κύστει λίθους. ὁμοίως δὲ καὶ τὸ γῆς ἔντερον μετ᾿ οἴνου πινόμενον τὸ αὐτὸ ποιεῖ. εἰ δέ τις αὐτὰ τρίβων ἐν μελικράτῳ λάβοι ἰκτεριῶν εὐθέως καθαρθεὶς ἀπαλλάσσεται. πολλάκις δὲ καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέντα τῶν ποδαγρῶν ταῖς φλεγμοναῖς ἥρμοσαν, ὁ δὲ ἱέραξ ἑψηθεὶς μετὰ μύρου σουσίνου ἀμβλυωπίας ἰᾶται. καὶ ὁ κάνθαρος δὲ θεραπεύει τὰς ὠταλγίας ἀποζεσθεὶς ἐλαίῳ καὶ ἐνσταζόμενος εἰς τὸ οὖς. ὁ δὲ κορυδαλὸς ὀπτὸς τρωγόμενος θαυμασίως τοὺς κωλικοὺς πολλάκις ὠφέλησε, καὶ ἴνα μᾶλλον τὴν ἐν τοῖς σώμασιν αὐτῶν δύναμιν θαυμάσῃς, ἐκεῖνό σοι φιλοτιμότερον διηγήσομαι. πολλὰ γὰρ καὶ ὁραθέντα μόνον τὴν ἑαυτῶν ἰσχὺν ἐπιδείκνυνται. ὁ οὖν ἀσκαλαβώτης ὁραθεὶς ὑπὸ τῶν σκορπίων ὑποπήγνυσιν αὐτοὺς, καὶ οὕτως ἀναιρεῖ. ἡ δὲ ἀμφίσβαινα, ἔστι δὲ τὸ ζῶον ἀμφικέφαλον, ὥσπερ δὴ καὶ τῶν πλοίων τὰ ἀμφίπρωρα, τῆς φύσεως τῷ περιττῷ τῆς οὐσίας δύο κεφαλὰς ἔχειν αὐτῇ χαρισαμένης, τοῦτο δή φασι τὸ ζῶον εἰ ὑπερβάλῃ γυνὴ κατὰ γαστρὸς ἔχουσα, ἐκτιτρώσκει τὸ παιδίον κακῶς, ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τὰ τῶν ἐχιδνῶν σώματα ἀποκοπέντων τοῖς τῶν μερῶν ἐκείνων ὁμοίως ἔτι πρὸς τὸ βοηθεῖν τὴν ἰσχὺν ἔχει. ἐπέδειξα γὰρ, ὡς οἶμαι, φιλοπόνως ὅτι καὶ ὅλα μὲν τὰ ζῶα τοῖς ἀνθρώποις βοηθεῖ ποτε, ἔσθ᾿ ὅτε δὲ καὶ αὐτὰ μόνα τὰ μέρη. ἐνίοτε δὲ καὶ τῶν μερῶν αὐτῶν τὰ οὕτω μικρὰ μόρια. [Πῶς τὰ βλαβερὰ ἐνίοτε ἔχουσιν ὠφελεῖν· μίαν τε ἐκ πολλῶν γίγνεσθαι ποιότητα ἐν τοῖς μικτοῖς φαρμάκοις.] Ἐκεῖνο δὲ ἀναζητῆσαι τῷ λόγῳ μᾶλλόν ἐστιν ἀναγκαῖον, ὅπερ καὶ τοῖς πολλοῖς θαυμασίας ἄξιον εἶναι δοκεῖ. αὐτὰ γὰρ τὰ θηρία ὄντα τοῖς σώμασι πολέμια καὶ οὕτω τὸν ἄνθρωπον ἀναιροῦντα ὀξέως, πῶς πάλιν αὐτὰ τοῖς ὑπ᾿ αὐτῶν γενομένοις δήγμασι βοηθεῖν δύναται, καὶ μόνα διασώζειν ἐκ τοῦ τοιούτου κακοῦ τὸν ἄνθρωπον; καί φησί τις ἀρχαῖος λόγος ὅτι τινὰ τῶν ζώων ὁμιλήσαντα μὲν ἐν τῷ δάκνειν τῷ ἐκ τοῦ δήγματος ἀποκρινομένῳ ἀνθρωπείῳ αἵματι ἀναιρεῖ τοὺς δακνομένους μὴ γευσάμενα δὲ τοῦ αἵματος, ἀλλ᾿ οὕτως ἐσθιόμενα, τοὺς δηχθέντας διασώζειν πέφυκεν. ὥσπερ καὶ ἐπὶ τοῦ ἑλενίου μὲν ὑπὸ τῶν Ἑλλήνων, ὑπὸ δὲ τῶν ἐπιχωρίων νίκου ἢ νίνου καλουμένου, τὸ αὐτὸ ἱστορεῖσθαι λέγουσι. φασὶ γὰρ τοὺς Δάκας καὶ τοὺς Δαλμάτας περιπάττειν αὐτὸ ταῖς ἀκίσι τῶν βελῶν, καὶ οὕτως ὁμιλῆσαν μὲν τῷ αἵματι τῶν τιτρωσκομένων ἀναιρεῖν δύνασθαι, ἐσθιόμενον δὲ ὑπ᾿ αὐτῶν ἀβλαβὲς εἶναι, καὶ  μηδὲ κακὸν αὐτοὺς ἐργάζεσθαι, καὶ τὰς ὑπ᾿ αὐτῶν γε ἀναιρουμένας ἐλάφους ἐν τῷ κατατοξεύεσθαι μηδ᾿ αὐτὰς ἐσθιομένας κακόν τι τοὺς ἐσθίοντας διατιθέναι λέγουσιν. ἀλλ᾿ οὗτος ὁ λόγος οὐ δοκεῖ μοι αὐτάρκης εἶναι πρὸς τὴν εὕρεσιν τοῦ ὑφ᾿ ἡμῶν ζητουμένου, ἐμπειρικός τις ὢν καὶ μόνον τὸ γενόμενον διηγούμενος. καὶ γὰρ αὐτοὺς τοὺς ἐμπειρικοὺς οὐκ ἀποδέχομαι, ὅτι καὶ αὐτοὶ, ὥσπερ ἰδιῶται μόνον ὁρῶντες τὸ βλεπόμενον, θαυμάζουσι μὲν τὸ γιγνόμενον, τοῦ δὲ γιγνομένου τὴν αἰτίαν ἀγνοοῦσιν. οἱ μὲν μηδὲ τὴν ἀρχὴν ἐπιζητοῦντες μαθεῖν, ἀλλ᾿ ἀποκνοῦντες αὐτὴν εὑρεῖν τῷ λόγῳ, καὶ μόνον τῶν γιγνομένων ἀποπειρώμενοι, καὶ τὴν τῶν πολλάκις ὁρωμένων ἐμπειρίαν ἀρκεῖν αὐτοῖς εἰς τὸ ἰατρεύειν λέγοντες, τὸν αὐτὸν ἔχουσιν, ὡς ὁρᾷς, τοῖς ἰδιώταις τοῦ θαύματος τρόπον. οἱ δὲ τούτων φιλοτιμότεροι ὁμολογοῦσι μὲν ὅτι χρή τι ἐπιστημονικώτερον τῶν ἰδιωτῶν εἰς τὰ τοιαῦτα ἔχειν τοὺς ἰατροὺς, εὑρεῖν δὲ ἀδυνατοῦντες, καὶ τὸ ζητεῖν περιττὸν εἶναι νομίζουσιν. ἀλλ᾿ ἡμεῖς πλέον εἶναι τούτων τὸ φιλότιμον εἰς τὴν τέχνην ἔχοντες, καὶ τὰ γιγνόμενα μόνον βλέπειν ἰδιωτικῶς μὴ θέλοντες, οὔτε τὴν ἐμπειρίαν ἐκβάλλομεν καὶ συναρμόζοντες αὐτῇ τὸν λόγον ὅταν ἐνδέχηται, τελείαν οὕτω καὶ λογικὴν ἀναγκαίως ἔχομεν τὴν τέχνην, οὐχ ἵνα μόνον εὕροιμεν, ὅπως γίνεται φιλοπονοῦντες εὑρεῖν, ἀλλ᾿ ἵνα τι καὶ εἰς τὴν θεραπείαν εὔχρηστον ἐκ τοῦ εὑρεθέντος μάθωμεν. κᾀνταῦθα οὖν ἐπαγωνισώμεθα τῷ λόγῳ, ἵνα εὕρωμεν τοῦ γιγνομένου τὴν αἰτίαν. θαυμαστὸν γὰρ ὡς εἵ γε ἐκ τῆς περὶ τὸ ζητεῖν αὐτὸ φιλοτιμίας, ἐξ ἑτοίμου καὶ αὐτὸ, ὥσπερ ἀμειβόμενον, ταχέως εὑρίσκεται· καὶ ἵνα σοι πιστότερον ποιήσω τὸν λόγον, ἀπ᾿ ἄλλων τινῶν ἐν τοῖς ἔργοις σαφῶς ὁρωμένων τὴν ἀπόδειξιν ποιήσομαι καὶ ἔξωθέν γε ἐπιτιθεμένων μόνον καὶ διὰ τοῦ στόματος λαμβανομένων. τοὺς γὰρ ὑπὸ τῶν κροκοδείλων βρωθέντας ὑπ᾿ αὐτοῦ τοῦ στέατος ἐπιτιθεμένου τοῖς τραύμασιν ἄκρως βοηθουμένους οἴδαμεν· καὶ τῆς μυγαλῆς τὰ δήγματα καὶ αὐτὰ ἀναιροῦντα ὑπ᾿ αὐτῆς πάλιν τῆς μυγαλῆς τριβομένης καὶ ἐπιτιθεμένης ἀνωδύνως θεραπεύεται. ὁμοίως δὲ αὐτοὶ οἱ ἐχιόδηκτοι ἀπαλλάττονται τοῦ κινδύνου, εἴ τις αὐτῶν λειώσας τὰ σώματα ἐπιθείη αὐτοῖς τοῖς τραύμασιν, οὐκ ἀλόγως καθ᾿ ἡμᾶς, ὡς ἔφην, καὶ τῶν τοιούτων γιγνομένων, μήτε τοσαύτην δύναμιν ἐχόντων, ὡς καὶ ἀποκτεῖναι δύνασθαι, κατὰ διάδοσίν τε τῆς δυνάμεως χωρούσης εἰς βάθος τῶν σωμάτων. ὥσπερ δὴ καὶ ἐπὶ τῶν καταπλασμάτων καὶ αὐτὸ γιγνόμενον ὁρῶμεν, τῆς ἐν τοῖς σώμασιν αὐτῶν δυνάμεως συμμέτρου γιγνομένης καὶ θεραπεύειν λοιπὸν, ἀλλ᾿ οὐκ ἀναιρεῖν δυναμένης. τὸ δὲ ἐπὶ τῆς θηριακῆς γιγνόμενον φανερώτερον ἔχει τὸν λογισμόν. φημὶ γὰρ ὅτι διὰ τοῦτο ταῦτα ἀναιροῦντα τὰ θηρία βοηθεῖ τοῖς ὑπ᾿ αὐτῶν δακνομένοις, ἐπειδὴ πλείων ἐν τούτοις ἐνοῦσα ἡ φθοροποιὸς δύναμις, ταῖς κεφαλαῖς ἀφαιρουμέναις συναποκόπτεται. καὶ ἐπεὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσιν αὐτῶν ὑπολειπομένην δύναμιν ταῖς σκευασίαις ἡμεῖς ἀπαμβλύνομεν ἕψοντες αὐτὰς, καὶ τῶν ἁλῶν καὶ τοῦ ἀνήθου οὐκ ὀλίγα τῷ ὕδατι μιγνύντες, οὐχ ἡδύσματος μόνου χάριν τὴν μίξιν τῶν τοιούτων ποιούμενοι, ἀλλ᾿ ἵνα ἐκτήξωμεν τὰ σώματα, καὶ οὕτως αὐτὰ ὀλίγον τὸν ἰὸν, ἢ μηδ᾿ ὅλως ἔχειν ἐργασώμεθα. τὸ δὲ πλεῖστον αὐτῇ τῆς δυνάμεως εἰς τὸ βοηθεῖν ἡ σκευασία παρέχεται. τοσούτοις οὖν καὶ τοιούτοις μιγνύμενα φαρμάκοις τὰ θηρία, πῶς ἂν ἔτι καὶ ἀναιρεῖν δύναιτο, ἐκλυομένης τῆς οὔσης ἐν αὐτοῖς πρὸς τὸ διαφθεῖραι πονηρίας; ἔτι δὲ καὶ ἀληθέστερος ὁ λόγος φανήσεται, εἰ καὶ ἐπί τινων ὁμοίων τὴν ἀπόδειξιν αὐτοῦ ποιησόμεθα. ἡ γάρ τοι κανθαρὶς μόνη μὲν διδομένη τὴν κύστιν ἑλκοῖ, καὶ πολέμιον αὐτῆς ἐστι τὸ φάρμακον, καὶ ἀναιρεῖ τῇ ἰσχυρᾷ δυνάμει τὸν ἅνθρωπον πολλάκις. μιχθεῖσα δ᾿ ἄλλοις τισὶ πάλιν αὐτῆς τῆς κύστεως γίνεται βοήθημα, καὶ ἔστι διουρητικὴ πάνυ. ὁ δὲ ὀπὸς τῆς μήκωνος ὅτι μέν ἐστιν ἀναιρετικὸς μόνος ποθεὶς οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ. οὗτος δὲ μετ᾿ ἄλλων τινῶν σκευασθεὶς τοῖς νοσοῦσι βοηθεῖ πολλάκις, ὡς σωτηριωδέστατον αὐτοῖς εἶναι φάρμακον. τὰς γοῦν τῶν νεφριτικῶν παρακοπὰς οὐκ ὀλιγάκις ἀγωνιστικῶς ἰάσατο, καὶ τοὺς ἐξ ἀγρυπνιῶν τὴν δύναμιν ἀφῃρημένους, ὕπνον ἐργασάμενον, θαυμασίως ἀνεκτήσατο. τοῖς δὲ φαλαγγιοδήκτοις αὐτὰ τὰ φαλάγγια λειωθέντα καὶ μετ᾿ οἴνου πινόμενα ἀπαλλακτικὰ τοῦ κακοῦ γίνεται, ὡς ἐκ τούτου μάλιστά σε πιστεύειν δύνασθαι τῷ ὑπ᾿ ἐμοῦ λεγομένῳ. εἰ γὰρ καὶ μόνος ὁ οἶνος μιχθεὶς τοῖς θηρίοις τὸν ἀπ᾿ αὐτῶν τῶν θηρίων κίνδυνον ἐκφεύγειν ποιεῖ, δηλονότι καὶ ἡ θηριακὴ ἐκ τοσούτων καὶ τοιούτων τὴν σκευασίαν ἔχουσα παιώνιόν τι φάρμακον μᾶλλον, ἀλλ᾿ οὐκ ἀναιρετικὸν τῶν ἀνθρώπων γίνεται. ἐκεῖνο γὰρ ἐν ταῖς μίξεσι τῶν φαρμάκων γιγνόμενον εἰδέναι χρὴ, ὅτι μηκέτι ἀποσώζεται ἡ ἑκάστου τῶν μιγνυμένων δύναμις, ἡ αὐτὴ μένουσα καὶ ἄτρεπτος, εἰς τὸ μηδὲν ἀλλοιουμένη, ἀλλ᾿ ἕνωσίς τις ἀποτελεῖται τῶν ἁπάντων, ὅλης δι᾿ ὅλων τῆς κράσεως αὐτῶν μιγνυμένης καὶ μιᾶς τινος δυνάμεως ἄλλης ἐξ αὐτῶν γινομένης, ὅνπερ τρόπον ἐστὶν ἰδεῖν καὶ ἐπὶ τοῦ οἰνομέλιτος γιγνόμενον. ὅταν γὰρ ἡ κρᾶσις ἀμφοῖν ἀκριβὴς γένηται, οὔτε τὴν τοῦ μέλιτος γεῦσιν τὸ μέλι μιχθὲν ὅλως ἔχει καὶ ὁ οἶνος οὐκέτ᾿ ὢν οἶνος ἐν τῇ μίξει φαίνεται, ἀλλὰ παρ᾿ ἑκάτερον τῶν συνελθόντων ἄλλο τι, αὐτὸ δὴ τοῦτο οἰνόμελι, γιγνόμενον ἐκ τῆς κράσεως ἀποτελεῖται. τὸ αὐτὸ δή μοι νόμιζε γίγνεσθαι ἐπὶ τῶν ἄλλων μὲν ἁπάντων φαρμάκων, καὶ ἐπὶ τῆς θηριακῆς δὲ μάλιστα αὐτῆς, μηκέτι τὴν ἑνὸς ἑκάστου τῶν μιγνυμένων δύναμίν τε καὶ ποιότητα αὐτὴν μένειν, ἀλλὰ συγκριναμένων  πᾶσι πάντων καὶ ἕνωσίν τινα φυσικὴν λαμβανόντων μίαν μὲν καὶ λοιπὴν ἄλλην ἐξ ἁπάντων τῶν μιγνυμένων τοῦ φαρμάκου γίνεσθαι τὴν φύσιν. [Ἀσκληπιάδου τε καὶ Ἐπικούρου ἀντίῤῥησις, τῶν τὴν ἀλλοίωσιν ἀποφασκόντων καὶ τὰ τῆς φύσεως ἔργα πρὸς τοὺς ἀτόμους τε καὶ ὄγκους ἀναφερόντων.] Εἰ μὲν γὰρ ἐξ ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ Δημοκρίτου λόγον συνειστήκει τὰ πάντα, ἢ ἔκ τινων ὄγκων καὶ πόρων κατὰ τὸν ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν αὐτὴν ἐκείνοις τῶν ὄντων οὐσίαν εἶναι βουλόμενος· εἰκότως ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν τρέπεσθαι μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ δ᾿ οὐκ ἔστιν ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται, ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται ῥᾳδίως καὶ εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿ ὅλων τῶν κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος κρατεῖν, καὶ διὰ τοῦτο ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν φαρμάκων ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά τινα ἦν καὶ ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα. διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς ὁρῶντες ἐπὶ τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην ἐν ταῖς κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ μάλισθ᾿ ὁ νῦν εἰρημένος ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι τροπάς τε καὶ μεταβολὰς οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ κατατεθέντος ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ ὅταν ταῖς τῶν ἀνέμων μεταβολαῖς συμμεταβάλληται ἡμῶν τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν ἑαυτοῦ συναισθήσεως διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν. εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι νότος ὁ πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων καὶ θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον. ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως θέλοντες καὶ ταχεῖαν τῷ νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν τινων ἐκλελυμένων σφόδρα ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ εὐτόνῳ τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις δὲ καὶ ὀλίγη τις αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς τροφῆς τοῦ σώματος, ὡς οἶμαι, ταχέως ἐπὶ τὸ κρεῖττον γιγνομένης, ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ τοῦτο τὴν αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων. τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς ὄγκους συντιθέναι δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν ὄγκων μετατιθεμένων σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην ἐξ ἄλλης γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα μὴ μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος, ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων συνθέσεως καὶ συμπλοκῆς γίγνεσθαι βούλεται. διόπερ καὶ θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω θαυμαστὰ τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ ἀρχῆς ἐν αὐτῇ τῇ γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας, ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς μήτρας τόπῳ, ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ καὶ οἵοις αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ τέχνῃ καὶ ὁμοιότητι τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ ἡ τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ προγόνοις τισὶ τὰ τικτόμενα ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι παῖδα, ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος ἐκείνῳ τῷ τύπῳ τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ παιδίον, τῆς ὄψεως, οἶμαι, διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ γεγραμμένου τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς φύσεως μυστηρίων ὁ ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς ἑαυτοῦ μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ τὰ ἔξωθεν αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς ἀράχνης γιγνομένας τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν τε καὶ λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν, ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς ἀνθρώπους λαβόντας τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ τῆς ἄρκτου γιγνόμενον ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος  ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις. ἔστι δὲ σὰρξ μόνη γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ διατυπουμένη. τῇ γὰρ γλώττῃ ὥσπερ χειρί τινι χρωμένη ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν τοῖς φιλοτίμοις λόγοις ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ εὐτόνως κρατεῖν.