<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="4"><p><milestone unit="ed2page" n="935"/>[Τὰ ἁπλᾶ τῶν φαρμάκων συνθέτους <lb/>ὡς ἐπὶ τὸ πολὺ
						ἔχειν δυνάμεις καὶ διάφορα τοῦ <lb/>σώματος μόρια βλάπτειν τε καὶ ὠφελεῖν, καὶ διαφόροις
						διάφορα <lb/>προσήκειν.] Καὶ τῶν ἄλλων δὲ ἁπάντων τὴν φύσιν <lb/>φιλοτίμως ἐξετάζομεν,
						ἵνα καὶ τὴν δύναμιν αὐτῶν καθ᾿ ἣν <lb/>ἐνεργεῖ ἀκριβῶς μάθωμεν. εὑρίσκομεν γοῦν ἐν τῇ
						ἐξετάσει <lb/>αὐτῶν γενόμενοι τὰ μὲν, ὡς ἔφην, καθ᾿ ὅλας ἑαυτῶν <lb/>ἐνεργοῦντα τὰς
						οὐσίας, τὰ δὲ καὶ μικτὸν ἐν τῇ οὐσίᾳ τὴν <lb/>δύναμιν ἔχοντα καὶ διπλῆν ἀποτελοῦντα τὴν
						ἐνέργειαν <lb/>οὕτω φανερῶς πολλάκις, ὡς καὶ τὰ ἐναντιώτατα ὑπ᾿ αὐτῶν <lb/>ἐπὶ τοῦ
						σώματος γιγνόμενα ἡμᾶς βλέπειν, καὶ θαῦμα τοῖς <pb n="226"/> ὁρῶσι τὸ τοιοῦτον εἶναι
						δοκεῖν. λαπάθου γοῦν εἵ τις μὲν <lb/>τὰ φύλλα φάγοι, τὴν κοιλίαν ἐκταράσσεται εἰ δέ τις
						τὸ <lb/>σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἔχει. ὁμοίως δ᾿ οὖν καὶ <lb/>ὁ τῆς κράμβης χυλὸς
						καὶ τῶν γερόντων ἀλεκτρυόνων ὁ ζωμὸς <lb/>καὶ τῶν ἀπὸ τῆς θαλάττης κοχλιῶν οἱ χυμοὶ
						ληφθέντες <lb/>ἐκταράσσουσι τὴν κοιλίαν. τὸ δὲ λάχανον αὐτὸ ἡ <lb/>κράμβη, καὶ τούτων αἱ
						σάρκες ἐσθιόμεναι, ἐπέχουσιν αὐτάς. <lb/>ἡ δὲ ἀλόη καὶ ἡ τοῦ χαλκοῦ λεπὶς στύφει τε τὰς
						<lb/>ὑπὸ τῶν ἑλκῶν ὑπεραυξανομένας σάρκας, καὶ ἐπιξηραίνει <lb/>πολλάκις τὰ ὑπ᾿ αὐτοῖς
						γιγνόμενα ῥεύματα, ληφθέντα δὲ <lb/>διὰ τοῦ στόματος καθαρτικὰ τοῦ ὅλου σώματος
						γίνονται. <lb/>τὸ δὲ γάλα διαιρούμενον ὑφ᾿ ἡμῶν ἐναντίας ἐν τῇ χρείᾳ <lb/>δυνάμεις
						ἐπιδείκνυται. ὁ μὲν γὰρ ὀῤῥὸς αὐτοῦ πινόμενος <lb/>ἐκλύει τὴν γαστέρα, ἐσθιόμενος δὲ ὁ
						τυρὸς ἐπέχει αὐτὴν <lb/>ἀκριβῶς. ἔνια δὲ οὕτως τι παράδοξον ἐργάζεται ἐν τῇ μίξει
						<lb/>τῶν ἐν αὐτῇ μιγνυμένων δυνάμεων, ὡς καὶ ἀδύνατον <lb/>εἶναι γενέσθαι τοῖς ἀκούουσι
						δοκεῖν, εἰ μὴ τὴν παρὰ τὴν <lb/>γινομένην διὰ τῆς ὄψεως πίστιν παρὰ τοῦ γινομένου
						λάβωσι. <lb/>τὸ γοῦν τρίφυλλον ἡ βοτάνη, ἥτις ὑακίνθῳ ὡμοίωται, <pb n="227"/> ὁπόταν τοῦ
						ἔαρος ἐγκύμων γένηται, καὶ τὸ σπέρμα <lb/>ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνίκῳ, ὅταν τις ἀφεψήσῃ
						πάνυ, εἶτα <lb/>τῷ δήγματι τοῦ φαλαγγίου ἢ καὶ τοῦ ἔχεως τῷ ὕδατι <lb/>ἐπαντλήσει, ἰᾶται
						αὐτὸ καὶ εὐθέως ἀνώδυνον ἐργάζεται. εἰ <lb/>δέ τις ἐπ᾿ ἄλλου μὴ δεδηγμένου τὸν ὑγιῆ
						τόπον τῷ αὐτῷ <lb/>ἐπαντλήσει καταντλήματι, τὴν αὐτὴν αἴσθησιν καὶ τὰς <lb/>αὐτὰς ὀδύνας
						ὁμοίας τῷ δεδηγμένῳ πάσας ἀποτελεῖ, ὡς <lb/>εἶναι τὸ γινόμενον ἀληθῶς θαύματος ἄξιον,
						τὴν αὐτὴν βοτάνην <lb/>καὶ ἰᾶσθαι τὸ δῆγμα καὶ ὁμοίως τοῖς θηρίοις διατιθέναι <lb/>τὸν
						ὑγιῆ τόπον πονηρῶς. τινὰ δὲ τῶν φαρμάκων <lb/>τὴν ἀρχὴν οὐδὲ ὅλως ἐστὶ τοῖς ἀνθρώποις
						σύντροφα. τὸ <lb/>γοῦν κώνειον τοὺς μὲν ψάρους τρέφει καὶ τὴν θανατικὴν <lb/>δύναμιν ἐπ᾿
						αὐτῶν οὐκ ἔχει, ἡμᾶς δὲ, ὡς οὐκ ἀγνοεῖς, <lb/>ἀναιρεῖ. καὶ ὁ ἑλλέβορος τῶν μὲν ὀρτύγων
						ἐστὶ τροφὴ, τοὺς <lb/>δὲ ἀνθρώπους διαφθείρει κακῶς. ἔνια δὲ εὑρίσκομεν καὶ <lb/>μερῶν
						τινων ἐν τῷ σώματι τὴν κάκωσιν ἰδίως ποιούμενα. <lb/>ὁ γοῦν θαλάττιος λαγωὸς ἑλκοῖ τὸν
						πνεύμονα καὶ ἡ κανθαρὶς <pb n="228"/> ἰδίως τὴν κύστιν κακοῖ. πολλὰ δὲ τῶν φαρμάκων
						<lb/>πάλιν ἐξαιρέτως τινὰ τῶν μερῶν τοῦ σώματος ὠφελεῖν πέφυκε. <lb/>πάσχον γοῦν τὸ ἧπαρ
						πολλάκις εὐπατόριος ἡ βοτάνη <lb/>ἀγωνιστικῶς ὠφέλησε, καὶ ἡ μυροβάλανος τὸν σπλῆνα
						<lb/>ὤνησε. τὸ δὲ σαρξιφαγὲς καὶ ἡ βετονίκη τοὺς νεφροὺς <lb/>διέθηκε καλῶς, καὶ ὁμοίως
						ἄλλα ἐστὶν ἄλλων, ὡς τῇ πείρᾳ <lb/>τετηρήκαμεν, οἰκεῖα φάρμακα, ἅπερ ἡμεῖς, ὡς ἔφην,
						ἀκριβῶς <lb/>ἐξετάζοντες οὕτως ἑκάστῳ τῶν παθῶν τὴν κατάλληλον <lb/>προσφορὰν ποιούμεθα,
						διδασκάλῳ καὶ τούτων, ὥσπερ καὶ <lb/>τῶν ἄλλων ἁπάντων, Ἱπποκράτει τῷ ἀρίστῳ χρώμενοι.
						ὅτι <lb/>γὰρ ἀκριβεστάτην τὴν περὶ τῶν φαρμάκων τέχνην πεποίηται <lb/>καὶ ἐξ ἄλλων
						πλείστων ὑπ᾿ αὐτοῦ λεγομένων ἔστιν <lb/>ἰδεῖν, μάλιστα δὲ ἐξ ὧν φησιν ἐν τῷ β΄ τῶν
						ἐπιδημιῶν <lb/>οὕτω· <milestone unit="ed2page" n="936"/>φαρμάκων δὲ τρόπους ἴσμεν ἐξ ὧν
						γεγένηται <lb/>ὁκοῖα ἄττα. οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως <lb/>σύγκεινται, καὶ
						ἄλλα ὅσα πρωϊαίτερον, ἢ ὀψιαίτερον ληφθέντα, <lb/>καὶ οἱ διαχειρισμοὶ, οἷον ξηρᾶναι, ἢ
						κόψαι, ἢ <lb/>ἑψῆσαι, καὶ τὰ τοιαῦτα, ἕως τὰ πλεῖστα μειώσει πλείω <pb n="229"/> καὶ
						ὁκοῖα ἑκάστῳ καὶ ἐφ᾿ οἷσι νοσήμασι, καὶ ἐφ᾿ ᾗ τε τοῦ νοσήματος <lb/>ἡλικίᾳ, ἰδέᾳ, καὶ
						διαίτῃ ὁκοίᾳ, ἢ ὥρῃ ἔτεος, ὁκοίως <lb/>ἄγωμεν, καὶ τὰ τοιαῦτα. διὰ γὰρ τούτων, ὡς ὁρᾷς,
						καθολικώτερον <lb/>ἡμᾶς διδάσκει, παραινῶν καὶ τὰς φύσεις τῶν φαρμάκων <lb/>εἰδέναι, καὶ
						τὸν καιρὸν ἐξετάζειν, ἐν ᾧ τις τὸ φάρμακον <lb/>μέλλει λαμβάνειν, καὶ τὰς κράσεις τῶν
						λαμβανόντων ἐπιβλέπειν. <lb/>εἰσὶ γὰρ ὡς ἀληθῶς οἱ μὲν εὐκόλως λαμβάνειν δυνάμενοι,
						<lb/>ὡς καὶ πέπτειν αὐτὰ πολλάκις, ἢ κατὰ μηδὲν ὑπ᾿ αὐτῶν <lb/>κακοῦσθαι, ἀλλ᾿ ἐνίοτε
						καὶ τροφὴν αὐτοῖς γίνεσθαι αὐτὸ τὸ <lb/>φάρμακον. ἔνιοι δὲ ἀφυῶς οὕτως ἔχουσι πρὸς τὰς
						φαρμακείας <lb/>ὡς μηδὲ τὴν ἀρχὴν αὐταῖς χρῆσθαι δύνασθαι, ἀποστρέφεσθαί <lb/>τε αὐτοῖς
						τὸν στόμαχον καὶ πρὸ τῆς χρήσεως ἐκλύεσθαι <lb/>ῥᾳδίως. </p></div><div type="textpart" subtype="chapter" n="5"><p>[Τὶ ποτ᾿ ἐπήγαγε τοὺς ἰατροὺς πρὸς τὴν <lb/>σύγκρασιν πολλῶν ἁπλῶν. καὶ τίς ὁ πρῶτος
						ἐπιβαλῶν τῇ <lb/>θηριακῇ τὰς ἐχίδνας.] Ταῦτα γοῦν, ὡς ἔγωγε νομίζω, καὶ <lb/>τῶν παλαιῶν
						ἰατρῶν οἱ ἄριστοι παρ᾿ αὐτοῦ μαθόντες οὕτως <lb/>ἀρίστας καὶ τὰς συνθέσεις ἐποιοῦντο τῶν
						φαρμάκων, ﻿<pb n="230"/> ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως
						<lb/>ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς, <lb/>τῇ τῶν ἄλλων μίξει
						καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες <lb/>τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν
						τῶν παθῶν <lb/>διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως <lb/>τοῖς φαρμάκοις
						χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν <lb/>θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος
						φιλοτίμως τετεχνολόγηται, <lb/>ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων <lb/>ἐσκεύασαν.
						λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα <lb/>ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων
						φαρμάκων <lb/>τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ <lb/>καὶ τὴν τῶν
						ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν, <lb/>καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν
						πέφυκεν, εἰκότως <lb/>αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν, <lb/>ὡς διὰ
						τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων <lb/>ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ
						ἀναγκαῖον τῆς <lb/>χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι. <lb/>οὐδὲν
						γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν <pb n="231"/> δηλητηρίων φαρμάκων καὶ
						τῶν δακετῶν θηρίων. τὰ μὲν <lb/>γὰρ ἄλλα τῶν δεινοτάτων καὶ φυλακὴν ἔχει τὴν ἀπ᾿ αὐτῶν
						<lb/>φυγὴν, ταῦτα δὲ τὴν μεγίστην τοῖς ἀνθρώποις ἐπιβουλὴν <lb/>ἐργάζεται. διὰ γὰρ τὸ
						ἀφύλακτον τὶς οὐκ εἰδὼς ἑαυτῷ <lb/>πολλάκις προσφέρει τὸ φάρμακον, καὶ ἄλλως ἀγνοῶν,
						εἶτα <lb/>δηχθεὶς ὑπό τινος θηρίου αἰφνίδιον τελευτᾷ. ἐμοὶ δὲ καὶ <lb/>ἐξ ἱστορίας τὶς
						ἐμήνυσε λόγος ὡς ἄρα πολεμεῖν Ῥωμαίοις <lb/>τὶς ἐθέλων καὶ τὸ δυνατὸν ἐκ τῆς
						στρατιωτικῆς τάξεως <lb/>οὐκ ἔχων, ἄνθρωπος δὲ, φησὶ, Καρχηδόνιος οὗτος, ἐμπλήσας <lb/>
						<milestone unit="ed1page" n="460"/>πολλὰς χύτρας θηρίων τῶν ἀναιρεῖν ὀξέως δυναμένων,
						<lb/>οὕτως αὐτὰ προσέβαλε πρὸς τοὺς πολεμίους. οἱ <lb/>δὲ τὸ πεμπόμενον οὐ νοοῦντες καὶ
						διὰ τοῦτ᾿ ἀφύλακτοι μένοντες, <lb/>οὐ γὰρ ἦν τοιαῦτα εἰθισμένα ἐν τοῖς πολεμίοις
						<lb/>πέμπεσθαι βέλη, ταχέως πίπτοντες ἀπέθνησκον· καὶ διὰ <lb/>τοῦτο πολλάκις ὁ ἄνθρωπος
						οὗτος τῇ τοιαύτῃ πρὸς τὸ πολεμεῖν <lb/>πανουργίᾳ, ὥσπερ τι καὶ αὐτὸς θηρίον ὑπάρχων,
						<lb/>διέφυγε τῶν ἐναντίων τὰς χεῖρας. διόπερ οἶμαι, καὶ εἰς <lb/>τὰς τοιαύτας χρείας
						ὑμῖν τοῖς ὑπερέχουσι καὶ τοῖς τῶν <pb n="232"/> στρατοπέδων ἄρχουσιν, ἀναγκαῖον
							<milestone unit="ed2page" n="937"/>ἔχειν καὶ τοῦτο τὸ <lb/>φάρμακον, διὰ τὴν τοῦ
						πολεμεῖν ἐνίοτε γινομένην ἀνάγκην. <lb/>πάλαι μὲν οὖν καὶ ἄνευ τῆς τῶν θηρίων μίξεως
						σκευαζόμενον <lb/>τὸ φάρμακον ὁμοίως ἐποίει πρὸς τὰ τοιαῦτα καρτερῶς. <lb/>ἀεὶ δὲ τῶν
						ἰατρῶν φιλοτίμως πρὸς τὴν κατασκευὴν <lb/>αὐτῆς ἐχόντων καὶ ἄλλο συμμίσγειν ἐπινοούντων,
						οὕτως τὶς <lb/>προσεπενόησε καὶ ἔμιξεν αὐτῇ τὰ θηρία. Ἀνδρόμαχος δὲ, <lb/>φασὶν, οὗτος
						ἀνὴρ ἦν ἀξιόλογος ἰατρὸς, καὶ οὐ πολὺ πρὸ <lb/>ἡμῶν γεγενημένος. συνῆν γὰρ τῷ Νέρωνι, ᾧ
						καὶ προσεφώνησε, <lb/>γράψας αὐτὴν ἔπεσι, καὶ τὴν ἐπαγγελίαν καὶ τὴν <lb/>σκευασίαν. καὶ
						παραθήσομαί γέ σοι αὐτὰ τὰ ἔπη, ἵνα μηδὲ <lb/>τούτων ἀνίστορος ᾖς, οὕτω φιλόκαλος ὢν,
						ἐκεῖνο πρότερον <lb/>εἰπὼν, ὅτι διὰ τὸ τὸν ἐπινοήσαντα μῖξαι τῷ φαρμάκῳ τὰ <lb/>θηρία
						εἰκότως, οὐχ ὅτι μόνον πρὸς τὰ ἀπ᾿ αὐτῶν δήγματα <lb/>ἁρμόζει καλῶς, θηριακὴ ἂν λεχθείη
						πρὸς ἡμῶν, ἀλλ᾿ ὅτι <lb/>καὶ αὐτὰ τὰ θηρία λοιπὸν ἐν τῇ σκευασίᾳ μιγνύμενα ἔχει,
						<lb/>προσηκόντως ἐξ ἀμφοτέρων τῶν σημαινομένων ἑτοίμως ἂν <lb/>θηριακὴ λέγοιτο. ἔστι δὲ
						τὰ ἔπη ταῦτα. </p></div><pb n="233"/><div type="textpart" subtype="chapter" n="6"><p>καὶ ζ΄. [Ἀνδρομάχου πρεσβυτέρου, Νέρωνος <lb/>ἀρχιάτρου θηριακὴ δι᾿ ἐχιδνῶν ἡ καλουμένη
						Γαλήνη.] </p></div></div></body></text></TEI>