<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="17"><p>[Πόσον καὶ πότε καὶ ὑφ᾿ ὧν ληπτέον τὴν <lb/>θηριακήν.] Ὁρᾷς οὖν ὅπως τὰ πολυμιγῆ τῶν
						φαρμάκων <lb/>πολλὴν τὴν ἰσχὺν πρὸς τὸ ποιῆσαι τὴν δυσπάθειαν ἔχει, <lb/>καὶ μάλιστα ἡ
						θηριακὴ, διὰ τὴν τοσαύτην δύναμιν, ὡς ﻿<pb n="285"/> ἔφην, τῶν θηρίων. λαμβάνειν δέ σοι
						τὸ φάρμακον συμβουλεύω, <lb/>ὅτε εὔπεπτος εἶ καὶ σιτίων μὴ πλήρης, καὶ τῷ <lb/>μέτρῳ δὲ
						ἄλλοτε ἄλλως χρώμενος εὖ ποιήσεις. ποτὲ μὲν <lb/>γὰρ κυάμου τοῦ Αἰγυπτίου τὸ μέγεθος
						μετὰ κυάθων δύο <lb/>ὕδατος λάμβανε, ὅταν ὀλίγον ᾖ τὸ μέλλον αὐτῆς πρὸς τὴν <lb/>πέψιν
						γίνεσθαι διάστημα· ποτὲ δὲ καρύου Ποντικοῦ τὸ <lb/>μέγεθος πίῃς, καὶ ἀνιεὶς κυάθοις
						τρισὶν οὕτως αὐτὸ πῖνε, <lb/>ὅταν πλείονα πρὸς τὴν διοίκησιν τοῦ φαρμάκου τὸν χρόνον
						<lb/>ἔχῃς. ἐπίβλεπε δὲ ἅμα καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐν <lb/>αἷς μέλλεις λαμβάνειν τοῦ
						φαρμάκου. θέρος μὲν γὰρ ὅταν <lb/>ᾖ, οὐδ᾿ ὅλως αὐτοῦ σοι συμβουλεύω λαμβάνειν. θερμοῦ
						γὰρ <lb/>ὄντος τοῦ καταστήματος, ἔτι καὶ μᾶλλον θερμότερον γιγνόμενον <lb/>βλάπτεται τὸ
						σῶμα, καὶ τοῦτό γε συνιδὼν ὁ θαυμασιώτατος <lb/>Ἱπποκράτης τὰς πρὸ κυνὸς καὶ κατὰ κύνα
						φαρμακίας <lb/>ἐργώδεας εἶναι λέγει. πυρετὸν γὰρ ὁ καιρὸς ὡς <lb/>ἐπὶ τὸ πλεῖστον οὗτος
						τοῖς ἀνθρώποις φέρει. διόπερ καὶ <lb/>τοῖς ἀκμάζουσι τὴν ἡλικίαν καὶ πολλὴν ἔχουσι τὴν
						φυσικὴν <lb/>θερμότητα μὴ πολὺ μηδὲ πολλάκις προσφέρεσθαι τὸ φάρμακον <pb n="286"/>
						παραινῶ· ὥσπερ γε τοῖς ἤδη τοῦ βίου τὴν παρακμὴν <lb/>ἔχουσι καὶ πλεῖστον καὶ μὴ
						ὀλιγάκις οὐ μεθ᾿ ὕδατος, <lb/>ἀλλὰ μετ᾿ οἴνου μᾶλλον συμβουλεύω λαμβάνειν, ἵνα τὸ
						μαραινόμενον <lb/>ἤδη τοῦ σώματος καὶ τὸ ἀπεσβεσμένον τοῦ ἐμφύτου <lb/>θερμοῦ
						ἀναζωπυρεῖν καὶ ἀνάπτεσθαι ὑπ᾿ αὐτοῦ δύνηται. <lb/>ἐπὶ δὲ τῶν παιδίων παντάπασι δεῖ
						φυλάττεσθαι τὸ <lb/>φάρμακον. μεῖζον γάρ ἐστιν αὐτῆς τῆς δυνάμεως τὸ μέγεθος <lb/>τοῦ
						φαρμάκου, καὶ διαλύει ῥᾳδίως τὸ σῶμα καὶ τὸ <lb/>ἔμφυτον πνεῦμα ταχέως σβέννυσιν· ὥσπερ
						δὴ καὶ τὴν λυχνιαίαν <lb/>φλόγα τὸ ἔλαιον τοῦ πυρὸς πλέον γενόμενον εὐκόλως
						<lb/>ἀποσβέννυσιν. ἐγὼ γοῦν ἱστόρησα διαλυθέν ποτε παιδίον <lb/>ὑπὸ τῆς ἀκαίρου τῆς
						ἀντιδότου χρήσεως. τὸ μὲν γὰρ <lb/>ἐπύρεττε χρονίως καὶ ἦν ἰσχνὸν αὐτῷ πάνυ τὸ σῶμα καὶ
						<lb/>τὴν δύναμιν ἀσθενὲς, μόλις δὲ καὶ διὰ πολλῆς ἐπιμελείας <lb/>διαζῇν δυνάμενον, ἅπερ
						ἐγὼ συνορῶν ἐκ τοῦ ἰατρικοῦ λογισμοῦ <lb/>καὶ πάνυ διεκώλυον αὐτῷ δίδοσθαι τοῦ φαρμάκου.
						<lb/>κηδόμενος γάρ τις αὐτοῦ καὶ πατὴρ εἶναι δῆθεν λέγων καὶ <lb/>τυραννικὴν ἐξουσίαν
						τοῦ κελεύειν ἔχων μᾶλλον ἤπερ τὴν <pb n="287"/> ἐκ τοῦ λόγου συμβουλίαν ἀκούων ἀλόγως
						καὶ μετὰ πολλῆς <lb/>ἀνάγκης ἐξηνάγκασέ με τοῦ φαρμάκου διδόναι τῷ παιδίῳ. <lb/>τὸ δὲ
						ληφθὲν μὲν οὐκ ἠδυνήθη πεφθῆναι· κρεῖττον γὰρ <lb/>ἦν τῆς ἰσχύος τοῦ λαμβάνοντος·
						διέλυσε δὲ αὐτοῦ τὴν σύμπασαν <lb/>ἕξιν <milestone unit="ed2page" n="957"/>καὶ τὴν
						γαστέρα ῥεῖν ἐποίησε, καὶ οὕτω <lb/>διὰ τὴν ἄλογον τοῦ φαρμάκου χρῆσιν νύκτωρ ἀπώλετο τὸ
						<lb/>παιδίον. εἰ δέ ποτε καὶ ἐν θερμοτέρᾳ χώρᾳ διατρίβων <lb/>εἴης, φυλάττου χρῆσθαι τῷ
						φαρμάκῳ, ἀρκούσης σοι τῆς <lb/>ἐκεῖ τοῦ ἀέρος θερμότητος, διόπερ καὶ τοῖς ὑπὸ τῆς πρώτης
						<lb/>ἀνατολῆς τοῦ ἡλίου ἀνθρώποις θερμοτάτοις οὖσι καὶ <lb/>πολλὴν ἔχουσι τὴν ἐκεῖθεν
						ξηρότητα ἀκατάλληλον εἶναι μοι <lb/>δοκεῖ τὸ φάρμακον. </p></div><div type="textpart" subtype="chapter" n="18"><p>[Περὶ ἁλῶν θηριακῶν.] Σκευάζονται δέ <lb/>τινες διὰ τῶν θηρίων τούτων καὶ ἅλες.
						ἀναγκαῖον γὰρ <lb/>ἔδοξέ μοι καὶ τῶν ἁλῶν μνημονεῦσαι, ἵνα τελειότατος ὁ <lb/>περὶ
						τούτων σοι λόγος γένηται, ποιοῦσι καὶ αὐτοὶ πρὸς <lb/>πάντα τὰ προειρημένα, μετρίως μὲν
						καὶ χρόνῳ πολλῷ τὸ <lb/>χρήσιμον παρασχεῖν δυνάμενοι, τὸ δὲ συνεχὲς τῆς χρήσεως <pb n="288"/> κατ᾿ ὀλίγον τὴν ὠφέλειαν ποιούμενοι. διόπερ δὴ καὶ πολλοὶ <lb/>τῶν χρωμένων
						τὴν συναίσθησιν τῆς ἀπ᾿ αὐτῶν βοηθείας <lb/>ταχεῖαν οὐκ ἔχοντες τὴν ἀρχὴν οὐδ᾿ ὅλως
						βοηθεῖν δύνασθαι <lb/>νομίζουσι, μάλιστα ἐπειδὴ καὶ τῷ πυρὶ σποδὸς αὐτῶν τὸ <lb/>σῶμα
						γίγνεται, ἐξαφανίζεσθαι λέγοντες τῇ καύσει τὴν πρὸς <lb/>τὸ ἐπικουρεῖν δύναμιν αὐτῶν.
						ἐγὼ μέν φημι τὴν μὲν δύναμιν <lb/>αὐτὴν τῇ θηριακῇ μὴ ἔχειν τοὺς ἅλας, μὴ μέντοι
						<lb/>τελέως αὐτῶν ἐξαφανίζεσθαι τὴν ἐπίκουρον ἰσχύν. πολλὰ <lb/>γὰρ τὸ πυρὶ ὁμιλεῖν
						ἀποφαίνει κρείττονα, καὶ ποτὲ μὲν καὶ <lb/>κρυπτομένην αὐτῶν τὴν φύσιν εἰς τὸ φανερὸν
						ἄγει, τινὰ <lb/>δὲ καὶ πρὸς ἣν βουλόμεθα χρείαν εὐαρμόστως ἔχειν παρασκευάζει. <lb/>ὁ
						γοῦν χρυσὸς ὑφ᾿ ἡμῶν δι᾿ αὐτοῦ κρίνεται, καὶ <lb/>ὁ μὲν κίβδηλος πυρωθεὶς ἐλέγχεται, ὁ
						δὲ ἐν τῷ πυροῦσθαι <lb/>καθαρθεὶς ἀκριβῶς δόκιμος εἶναι φαίνεται. καὶ ὁ <lb/>σίδηρος
						πυῤῥούμενος μαλάττεται καὶ καμπτόμενος ὑφ᾿ ἡμῶν <lb/>εὔχρηστος εἶναι πρὸς πολλὰ τῶν ἐν
						τῷ βίῳ φαίνεται. οὐχὶ <lb/>δὲ καὶ τῶν προσφερομένων τὰ πλεῖστα πρὸς τὸ θρέψειν <lb/>ἡμᾶς
						διὰ τὸ πῦρ κατάλληλα γίγνεται; ἄρτος γέ τοι καὶ <pb n="289"/> τῶν κρεῶν καὶ τῶν ἰχθύων
						αἱ σάρκες ὠμὰ μὲν ὄντα πρὸς <lb/>τὴν χρείαν τῆς ὀρέξεως ἄχρηστά ἐστιν, ὀπτηθέντα δὲ τότε
						<lb/>γίγνονται καὶ τῶν σωμάτων τροφαί. ὁ δὲ οἶνος καὶ <lb/>αὐτὸς εὐθέως μὲν καὶ ἀπὸ τῶν
						βοτρύων ἐκθλιβεὶς ὠμὸς <lb/>καὶ ἄπεπτός ἐστι, πεφθεὶς δὲ τῷ τοῦ ἡλίου πυρὶ τότε καὶ
						<lb/>ἥδιστος καὶ ποτιμώτατος <milestone unit="ed1page" n="469"/>γίγνεται. ὅτι δὲ πολλὰ
						<lb/>καὶ τῶν ἐν τῇ τέχνῃ φαρμάκων τὴν ἀρχαίαν ἑαυτῶν φύσιν <lb/>ἔχοντα δριμύτατά τέ ἐστι
						καὶ πολέμια τοῖς σώμασιν ἡ <lb/>πεῖρα διδάσκει· κολασθέντα δὲ τῇ τοῦ πυρὸς ἀνάγκῃ
						εὔχρηστα <lb/>πρὸς θεραπείαν γίνεται. ἡ γοῦν χαλκῖτις ὠμὴ μὲν <lb/>καίει τὰ σώματα καὶ
						ῥᾳδίως τὰς ἐσχάρας ἀπεργάζεται, ὀπτηθεῖσα <lb/>δὲ ἐπουλοῖ τὰ ἕλκη· καὶ ὁ ἀπὸ τῆς Φρυγίας
						λίθος <lb/>ὠμὸς μὲν ὢν δριμύτατός ἐστιν, ἀνθρακούμενος δὲ καὶ λειούμενος <lb/>μετ᾿ ἄλλων
						τινῶν ἀγαθὸν γίνεται τῶν ὀφθαλμῶν <lb/>φάρμακον. ἡ δὲ ἀπὸ τοῦ καιομένου σπόγγου
						γιγνομένη σποδιὰ <lb/>καρτερῶς τὰς αἱμοῤῥαγίας εἴωθεν ἐπέχειν. τὸ αὐτό <lb/>μοι δοκεῖ
						καὶ ἐπὶ τῶν θηριακῶν ἁλῶν γίγνεσθαι νομίζειν. <lb/>πάντα γὰρ ὁμοῦ καιόμενα καὶ ὁλόκληρα
						συναπτόμενα τὰ <lb/>θηρία τὴν μὲν ὑπερτεταμένην καὶ πονηρὰν τοῖς σώμασι ﻿<pb n="290"/>
						δύναμιν διὰ τῆς καύσεως ἀποτίθεται, τὴν δὲ ἀπὸ τοῦ πυρὸς <lb/>πρὸς τὸ βοηθεῖν συμμετρίαν
						λαμβάνει. ἰδίως δὲ καὶ <lb/>ἅλες θεραπεύουσι μάλιστα τὰ περὶ τὴν ἐπιφάνειαν γιγνόμενα
						<lb/>πάθῃ, λεύκας λέγω καὶ λέπρας καὶ λειχῆνας τοὺς <lb/>ἀγρίους· τά τε γὰρ ὑπὸ τῷ
						δέρματι περιττὰ καὶ δριμέα <lb/>μάλιστα διαφοροῦσιν. ἐσθίοντες γοῦν αὐτοὺς οἱ πλεῖστοι
						<lb/>ἱδρωτικώτεροι γίγνονται καὶ τὴν διεφθαρμένην κενοῦσιν <lb/>οὐσίαν ὡς καὶ τοὺς
						καλουμένους φθεῖρας ἐκβάλλειν τινὰς, <lb/>ἐκ διαφθορᾶς <milestone unit="ed2page" n="958"/>ἰδίαν γένεσιν ἐχούσας, καὶ διὰ τοῦθ᾿, <lb/>ὡς οἶμαι, φθεῖρας καλουμένας. σμήχουσι δὲ
						καὶ ἄριστα <lb/>τοὺς ὀδόντας, καὶ τὰ πλαδαρὰ τῶν σωμάτων πυκνοῦσι, καὶ <lb/>τὸ ἐπ᾿
						αὐτοῖς ἐπιφερόμενον ἀναστέλλουσι ῥεῦμα, ἀσήπτους <lb/>τε τοὺς ὀδόντας φυλάττουσι,
						τιτρώσκεσθαι ἢ βιβρώσκεσθαι <lb/>αὐτοὺς οὐκ ἐῶντες. </p></div><div type="textpart" subtype="chapter" n="19"><p>[Περὶ ἁλῶν θηριακῶν κατασκευῆς.] Γίνεται <lb/>δ᾿ αὐτῶν ἡ σκευασία τοῦτον τὸν τρόπον.
						πειράσομαι <lb/>γάρ σοι πάλιν καὶ τούτους σκευάζειν τῇ ὑπογραφῇ τοῦ λύγου <lb/>χρώμενος.
						λαβόντα γὰρ χρὴ ἐχίδνας ταῖς προειρημέναις <lb/>ὁμοίας καὶ τῷ αὐτῷ χρόνῳ τεθηραμένας,
						ἔστωσαν δὲ <pb n="291"/> τὸν ἀριθμὸν δ΄. καὶ μὴ πλεῖον δύο ἡμερῶν μετὰ τὴν θήραν
						<lb/>ἐχούσας, ἀλλ᾿ εἰ δυνατὸν, αὐτῆς τῆς ἡμέρας ἧς εἰσιν εἰλημέναι. <lb/>εἶτα τῶν ἁλῶν
						καλὸν μέν εἰ τῶν ἀμμιωνιακῶν, <lb/>εἰ δὲ μή γε, τῶν κοινῶν καὶ τῇ χρόᾳ λευκῶν καὶ
						ἐξῃθριασμένων <lb/>ἠρέμα μόδιον Ἰταλικὸν, εἶτα καὶ σὺν αὐτοῖς κόψας <lb/>ἁδρομερῶς
						γεντιανῆς Κρητικῆς λίτραν α΄ (S"). ἀριστολοχίας <lb/>στρογγύλης λίτραν α΄ (S").
						κενταυρίου λεπτοῦ κόμης λίτρας β΄. <lb/>καρδαμώμου Ἀρμενιακοῦ, πρασίου, ἀνὰ γο. στ΄.
						σκορδίου <lb/>ὀρεινοῦ, σελίνου, χαμαίδρυος Κρητικῆς λίτραν α΄. πηγάνου <lb/>ἡμέρου
						σπέρματος λίτραν α΄. μέλιτι Ἀττικῷ ἑνώσας αὐτὰ, <lb/>καὶ ἥμισυ λίτραν μέρος αὐτῶν εἰς
						χύτραν ἐξ ὀστράκου γενομένην <lb/>καινὴν βαλὼν, εἶτα δ΄. ἐχίδνας ζώσας προεπιβαλὼν,
						<lb/>σὺν αὐταῖς καὶ σκίλλας ἁπαλὰς καὶ πάνυ νεαρὰς ε΄. εἰς <lb/>λεπτὰ κατατεμὼν, οὕτως
						ἐπίβαλε τὸ λοιπὸν ἥμισυ τῶν ἄλλων <lb/>μέρος, καὶ πωματίσας καὶ πηλώσας ἐπιμελῶς τρῆσον
						<lb/>τέσσαρσί που τρήμασιν αὐτῆς τὸ σῶμα ἵνα δι᾿ αὐτῶν ὁ <lb/>ἀτμὸς διασημήνῃ σοι τὸ
						μέτρον τῆς ὀπτήσεως. τὸ μὲν γὰρ <lb/>πρῶτον φανήσεται καπνὸς ἐξιὼν, πολὺς, ζοφώδης καὶ
						τεθολωμένος <pb n="292"/> πάνυ, σημαίνων ὅτι τὸ πῦρ ἤδη ἅπτεται τῶν <lb/>θηρίων, ὅτε σε
						καὶ προσέχειν ἀκριβῶς παραινῶ, μήποτε <lb/>ἀναπνεύσῃς τούτου καπνοῦ, κεκακωμένου τοῦ
						ἀέρος ὑπὸ τῆς <lb/>ἀναθυμιάσεως τῶν ἐχιδνῶν. εἶθ᾿ ὅταν παύσηται ὁ ἀτμὸς,
						<lb/>ἀναβαλλομένην δέ τινα φλόγα λεπτὴν διὰ τῶν τρημάτων <lb/>βλέπῃς, τότε νόμιζε ὡς
						ἄριστα αὐτὰ ἡψῆσθαι καὶ οὕτω <lb/>βάσταζε ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, ψύξας ὅλην ἡμέραν τε
						<lb/>καὶ νύκτα, εἶτα ἀνοίξας καὶ ἀνελόμενος τοὺς ἄνθρακας, ἐπιμελῶς <lb/>κόπτε καὶ σῆθε
						μετὰ τούτων τῶν μιγμάτων, πηγάνου <lb/>ἀγρίου σπέρματος γο. θ΄. ὑσσώπου Κρητικοῦ γο. θ΄.
						μαράθρου <lb/>σπέρματος ἀγρίου γο. στ΄. νάρδου Κελτικῆς, στάχυος <lb/>Σκυθικοῦ, ἀνὰ γο.
						στ΄. πετροσελίνου Μακεδονικοῦ γο. δ΄. <lb/>ἀμώμου βότρυος γο. γ΄. ὀριγάνου Ἡρακλεωτικοῦ
						κορύμβων <lb/>γο. θ΄. ὁρμίνου σπέρματος πεφρυγμένου γο. γ΄. θύμου κορύμβων <lb/>Ἀττικοῦ
						γο. θ΄. μαλαβάθρου φύλλων Ἰνδικοῦ γο. δ΄. <lb/>ἀρκευθίδων Λακωνικῶν σαρκὸς λίτρας β΄.
						κορίου σπέρματος <lb/>ἡμέρου γο. στ΄. πεπέρεως λευκοῦ λίτρας β΄. πεπέρεως μέλανος
						<lb/>λίτρας β΄. σιλφίου ῥίζης γο. ι΄. ζιγγιβέρεως ἀτρήτου λίτρας β΄. <pb n="293"/>
						σατυρίου σπέρματος, ἢ ῥίζης οὐγγίας στ΄. γλήχωνος ὀρεινοῦ <lb/>γο. στ΄. σεσέλεως
						Μασσαλεωτικοῦ πυῤῥοειδοῦς γο. στ΄. τορδύλου <lb/>ὀρεινοῦ σπέρματος γο. στ΄. ἡδυόσμου γο.
						στ΄. κασσίας τῆς <lb/>καλλίστης γο. β΄. κινναμώμου γο. α΄. πυρῶ δ᾿ αὐτὰ κόψας, <lb/>καὶ
						σήσας, πάλιν ἐπικόπτειν καὶ διακοσκινεύειν πολλάκις, <lb/>ἴνα ἀκριβῶς λεῖα γένωνται, καὶ
						οὕτως ἐν ὑελίνοις σκεύεσιν <lb/>ἀποτιθέμενος χρῆσθαι μὴ εὐθέως, ἀλλὰ μεθ᾿ ἡμέρας που
						<lb/>δέκα. ἐσκεύασα δ᾿ αὐτοὺς ἐγὼ, μὴ καύσας τὰ θηρία, ἀλλὰ <lb/>τοὺς ἐξ αὐτῶν
						ἀρτίσκους΄, <milestone unit="ed2page" n="959"/>ὥσπερ ἐπὶ τῆς θηριακῆς <lb/>ὑπέδειξα
						σκευάζεσθαι, ἀναμίξας τοῖς μετὰ τῶν θηρίων καιομένοις <lb/>καὶ αὐτοὺς, ἵνα ἥν περ ἔχῃ
						πικρότητα ἐν αὐτοῖς, <lb/>ἐν τῇ καύσει ταύτην ἀποβάλῃ, τοσοῦτον μέτρον τῶν ἀρτίσκων
						<lb/>προσβάλλων, ὅσον περ ἐτεκμηράμην ἔχειν τὸν ἀριθμὸν <lb/>τῶν τεσσάρων ἐχιδνῶν, καὶ
						ἀπέβησαν ὡς ἀληθῶς <lb/>ἄριστοι, οὔτε τὸ ἐκ τῆς καύσεως σποδῶδες ἐν τῇ γεύσει
						<lb/>ἔχοντες οὔτε μέλανες ὄντες τὴν χροιὰν, ἀλλὰ καὶ τὴν ποιότητα <lb/>ἐν τῇ χρήσει
						ἥδιστοι γενόμενοι, καὶ τὴν δύναμιν <lb/>πρὸς ἅπερ εἷπον αὐτοὺς ἰδίως ποιεῖν,
						ἐνεργεστέραν ἔχοντες. <pb n="294"/> οὗτός ἐστιν ὁ περὶ τῆς θηριακῆς καὶ τῶν θηριακῶν
						ἁλῶν <lb/>λόγος, φιλοπόνως, ὡς οἶμαι, ἐξετασθεὶς ὑπ᾿ ἐμοῦ μάλιστα, <lb/>ἐπεὶ καὶ σὺ περὶ
						πάντας τοὺς λόγους φιλοτίμως ἔχεις. μέμνημαι <lb/>γάρ σε, ὁπότε τοῖς λόγοις ἐνδόξως ἔτι
						δημοσιεύων <lb/>ἐσχόλαζες, ἢ τι λέγων πρόβλημα, κρῖναι τοὺς λέγοντας διαλιπεῖν
						<lb/>ποτε, πολλὰς ἀφορμὰς εὑρίσκειν σε φιλοτιμούντων εἰς <lb/>τόδε. διαλεγομένων. ἔλεγες
						γὰρ ὅτι καὶ οἱ θεοὶ μὴ χρῶντες <lb/>οὐ λαλοῦσιν. ἐνίοτε δὲ καὶ τὰ χρηστήρια σιωπᾷ, ποτὲ
						καὶ <lb/>ἡ θάλασσα τοῖς χειμῶσι τὸ πλεῖσθαι οὐκ ἔχει. τὰ δὲ ῥεῖθρα <lb/>τῶν ποταμῶν
						παύεται ῥέοντα καὶ μετὰ χρόνον ἐπιῤῥεῖν <lb/>πάλιν ἄρχεται καὶ ἡ γῆ τοὺς καρποὺς οὐκ
						ἀναφύει πάντοτε. <lb/>μιμησάμενος οὖν σε κᾀγὼ οὐδὲν τῶν περὶ τῆς θηριακῆς
						<lb/>ζητουμένων παρέλιπον, ἅμα καὶ σοι προτρεψάμενος ἡδέως <lb/>χρῆσθαι τῷ φαρμάκῳ, ἐπεὶ
						καὶ πολυετῆ τῆς ζωῆς τὸν χρόνον <lb/>ἡ χρῆσις αὐτοῦ παρέχεσθαι τετήρηται, ὄν πέρ εἰκότως
						<lb/>ἐγὼ τῶν παρὰ θεῶν γενέσθαι σοι εὔχομαι. </p></div></div></body></text></TEI>