[Πόσον καὶ πότε καὶ ὑφ᾿ ὧν ληπτέον τὴν θηριακήν.] Ὁρᾷς οὖν ὅπως τὰ πολυμιγῆ τῶν φαρμάκων πολλὴν τὴν ἰσχὺν πρὸς τὸ ποιῆσαι τὴν δυσπάθειαν ἔχει, καὶ μάλιστα ἡ θηριακὴ, διὰ τὴν τοσαύτην δύναμιν, ὡς  ἔφην, τῶν θηρίων. λαμβάνειν δέ σοι τὸ φάρμακον συμβουλεύω, ὅτε εὔπεπτος εἶ καὶ σιτίων μὴ πλήρης, καὶ τῷ μέτρῳ δὲ ἄλλοτε ἄλλως χρώμενος εὖ ποιήσεις. ποτὲ μὲν γὰρ κυάμου τοῦ Αἰγυπτίου τὸ μέγεθος μετὰ κυάθων δύο ὕδατος λάμβανε, ὅταν ὀλίγον ᾖ τὸ μέλλον αὐτῆς πρὸς τὴν πέψιν γίνεσθαι διάστημα· ποτὲ δὲ καρύου Ποντικοῦ τὸ μέγεθος πίῃς, καὶ ἀνιεὶς κυάθοις τρισὶν οὕτως αὐτὸ πῖνε, ὅταν πλείονα πρὸς τὴν διοίκησιν τοῦ φαρμάκου τὸν χρόνον ἔχῃς. ἐπίβλεπε δὲ ἅμα καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐν αἷς μέλλεις λαμβάνειν τοῦ φαρμάκου. θέρος μὲν γὰρ ὅταν ᾖ, οὐδ᾿ ὅλως αὐτοῦ σοι συμβουλεύω λαμβάνειν. θερμοῦ γὰρ ὄντος τοῦ καταστήματος, ἔτι καὶ μᾶλλον θερμότερον γιγνόμενον βλάπτεται τὸ σῶμα, καὶ τοῦτό γε συνιδὼν ὁ θαυμασιώτατος Ἱπποκράτης τὰς πρὸ κυνὸς καὶ κατὰ κύνα φαρμακίας ἐργώδεας εἶναι λέγει. πυρετὸν γὰρ ὁ καιρὸς ὡς ἐπὶ τὸ πλεῖστον οὗτος τοῖς ἀνθρώποις φέρει. διόπερ καὶ τοῖς ἀκμάζουσι τὴν ἡλικίαν καὶ πολλὴν ἔχουσι τὴν φυσικὴν θερμότητα μὴ πολὺ μηδὲ πολλάκις προσφέρεσθαι τὸ φάρμακον παραινῶ· ὥσπερ γε τοῖς ἤδη τοῦ βίου τὴν παρακμὴν ἔχουσι καὶ πλεῖστον καὶ μὴ ὀλιγάκις οὐ μεθ᾿ ὕδατος, ἀλλὰ μετ᾿ οἴνου μᾶλλον συμβουλεύω λαμβάνειν, ἵνα τὸ μαραινόμενον ἤδη τοῦ σώματος καὶ τὸ ἀπεσβεσμένον τοῦ ἐμφύτου θερμοῦ ἀναζωπυρεῖν καὶ ἀνάπτεσθαι ὑπ᾿ αὐτοῦ δύνηται. ἐπὶ δὲ τῶν παιδίων παντάπασι δεῖ φυλάττεσθαι τὸ φάρμακον. μεῖζον γάρ ἐστιν αὐτῆς τῆς δυνάμεως τὸ μέγεθος τοῦ φαρμάκου, καὶ διαλύει ῥᾳδίως τὸ σῶμα καὶ τὸ ἔμφυτον πνεῦμα ταχέως σβέννυσιν· ὥσπερ δὴ καὶ τὴν λυχνιαίαν φλόγα τὸ ἔλαιον τοῦ πυρὸς πλέον γενόμενον εὐκόλως ἀποσβέννυσιν. ἐγὼ γοῦν ἱστόρησα διαλυθέν ποτε παιδίον ὑπὸ τῆς ἀκαίρου τῆς ἀντιδότου χρήσεως. τὸ μὲν γὰρ ἐπύρεττε χρονίως καὶ ἦν ἰσχνὸν αὐτῷ πάνυ τὸ σῶμα καὶ τὴν δύναμιν ἀσθενὲς, μόλις δὲ καὶ διὰ πολλῆς ἐπιμελείας διαζῇν δυνάμενον, ἅπερ ἐγὼ συνορῶν ἐκ τοῦ ἰατρικοῦ λογισμοῦ καὶ πάνυ διεκώλυον αὐτῷ δίδοσθαι τοῦ φαρμάκου. κηδόμενος γάρ τις αὐτοῦ καὶ πατὴρ εἶναι δῆθεν λέγων καὶ τυραννικὴν ἐξουσίαν τοῦ κελεύειν ἔχων μᾶλλον ἤπερ τὴν ἐκ τοῦ λόγου συμβουλίαν ἀκούων ἀλόγως καὶ μετὰ πολλῆς ἀνάγκης ἐξηνάγκασέ με τοῦ φαρμάκου διδόναι τῷ παιδίῳ. τὸ δὲ ληφθὲν μὲν οὐκ ἠδυνήθη πεφθῆναι· κρεῖττον γὰρ ἦν τῆς ἰσχύος τοῦ λαμβάνοντος· διέλυσε δὲ αὐτοῦ τὴν σύμπασαν ἕξιν καὶ τὴν γαστέρα ῥεῖν ἐποίησε, καὶ οὕτω διὰ τὴν ἄλογον τοῦ φαρμάκου χρῆσιν νύκτωρ ἀπώλετο τὸ παιδίον. εἰ δέ ποτε καὶ ἐν θερμοτέρᾳ χώρᾳ διατρίβων εἴης, φυλάττου χρῆσθαι τῷ φαρμάκῳ, ἀρκούσης σοι τῆς ἐκεῖ τοῦ ἀέρος θερμότητος, διόπερ καὶ τοῖς ὑπὸ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου ἀνθρώποις θερμοτάτοις οὖσι καὶ πολλὴν ἔχουσι τὴν ἐκεῖθεν ξηρότητα ἀκατάλληλον εἶναι μοι δοκεῖ τὸ φάρμακον. [Περὶ ἁλῶν θηριακῶν.] Σκευάζονται δέ τινες διὰ τῶν θηρίων τούτων καὶ ἅλες. ἀναγκαῖον γὰρ ἔδοξέ μοι καὶ τῶν ἁλῶν μνημονεῦσαι, ἵνα τελειότατος ὁ περὶ τούτων σοι λόγος γένηται, ποιοῦσι καὶ αὐτοὶ πρὸς πάντα τὰ προειρημένα, μετρίως μὲν καὶ χρόνῳ πολλῷ τὸ χρήσιμον παρασχεῖν δυνάμενοι, τὸ δὲ συνεχὲς τῆς χρήσεως κατ᾿ ὀλίγον τὴν ὠφέλειαν ποιούμενοι. διόπερ δὴ καὶ πολλοὶ τῶν χρωμένων τὴν συναίσθησιν τῆς ἀπ᾿ αὐτῶν βοηθείας ταχεῖαν οὐκ ἔχοντες τὴν ἀρχὴν οὐδ᾿ ὅλως βοηθεῖν δύνασθαι νομίζουσι, μάλιστα ἐπειδὴ καὶ τῷ πυρὶ σποδὸς αὐτῶν τὸ σῶμα γίγνεται, ἐξαφανίζεσθαι λέγοντες τῇ καύσει τὴν πρὸς τὸ ἐπικουρεῖν δύναμιν αὐτῶν. ἐγὼ μέν φημι τὴν μὲν δύναμιν αὐτὴν τῇ θηριακῇ μὴ ἔχειν τοὺς ἅλας, μὴ μέντοι τελέως αὐτῶν ἐξαφανίζεσθαι τὴν ἐπίκουρον ἰσχύν. πολλὰ γὰρ τὸ πυρὶ ὁμιλεῖν ἀποφαίνει κρείττονα, καὶ ποτὲ μὲν καὶ κρυπτομένην αὐτῶν τὴν φύσιν εἰς τὸ φανερὸν ἄγει, τινὰ δὲ καὶ πρὸς ἣν βουλόμεθα χρείαν εὐαρμόστως ἔχειν παρασκευάζει. ὁ γοῦν χρυσὸς ὑφ᾿ ἡμῶν δι᾿ αὐτοῦ κρίνεται, καὶ ὁ μὲν κίβδηλος πυρωθεὶς ἐλέγχεται, ὁ δὲ ἐν τῷ πυροῦσθαι καθαρθεὶς ἀκριβῶς δόκιμος εἶναι φαίνεται. καὶ ὁ σίδηρος πυῤῥούμενος μαλάττεται καὶ καμπτόμενος ὑφ᾿ ἡμῶν εὔχρηστος εἶναι πρὸς πολλὰ τῶν ἐν τῷ βίῳ φαίνεται. οὐχὶ δὲ καὶ τῶν προσφερομένων τὰ πλεῖστα πρὸς τὸ θρέψειν ἡμᾶς διὰ τὸ πῦρ κατάλληλα γίγνεται; ἄρτος γέ τοι καὶ τῶν κρεῶν καὶ τῶν ἰχθύων αἱ σάρκες ὠμὰ μὲν ὄντα πρὸς τὴν χρείαν τῆς ὀρέξεως ἄχρηστά ἐστιν, ὀπτηθέντα δὲ τότε γίγνονται καὶ τῶν σωμάτων τροφαί. ὁ δὲ οἶνος καὶ αὐτὸς εὐθέως μὲν καὶ ἀπὸ τῶν βοτρύων ἐκθλιβεὶς ὠμὸς καὶ ἄπεπτός ἐστι, πεφθεὶς δὲ τῷ τοῦ ἡλίου πυρὶ τότε καὶ ἥδιστος καὶ ποτιμώτατος γίγνεται. ὅτι δὲ πολλὰ καὶ τῶν ἐν τῇ τέχνῃ φαρμάκων τὴν ἀρχαίαν ἑαυτῶν φύσιν ἔχοντα δριμύτατά τέ ἐστι καὶ πολέμια τοῖς σώμασιν ἡ πεῖρα διδάσκει· κολασθέντα δὲ τῇ τοῦ πυρὸς ἀνάγκῃ εὔχρηστα πρὸς θεραπείαν γίνεται. ἡ γοῦν χαλκῖτις ὠμὴ μὲν καίει τὰ σώματα καὶ ῥᾳδίως τὰς ἐσχάρας ἀπεργάζεται, ὀπτηθεῖσα δὲ ἐπουλοῖ τὰ ἕλκη· καὶ ὁ ἀπὸ τῆς Φρυγίας λίθος ὠμὸς μὲν ὢν δριμύτατός ἐστιν, ἀνθρακούμενος δὲ καὶ λειούμενος μετ᾿ ἄλλων τινῶν ἀγαθὸν γίνεται τῶν ὀφθαλμῶν φάρμακον. ἡ δὲ ἀπὸ τοῦ καιομένου σπόγγου γιγνομένη σποδιὰ καρτερῶς τὰς αἱμοῤῥαγίας εἴωθεν ἐπέχειν. τὸ αὐτό μοι δοκεῖ καὶ ἐπὶ τῶν θηριακῶν ἁλῶν γίγνεσθαι νομίζειν. πάντα γὰρ ὁμοῦ καιόμενα καὶ ὁλόκληρα συναπτόμενα τὰ θηρία τὴν μὲν ὑπερτεταμένην καὶ πονηρὰν τοῖς σώμασι  δύναμιν διὰ τῆς καύσεως ἀποτίθεται, τὴν δὲ ἀπὸ τοῦ πυρὸς πρὸς τὸ βοηθεῖν συμμετρίαν λαμβάνει. ἰδίως δὲ καὶ ἅλες θεραπεύουσι μάλιστα τὰ περὶ τὴν ἐπιφάνειαν γιγνόμενα πάθῃ, λεύκας λέγω καὶ λέπρας καὶ λειχῆνας τοὺς ἀγρίους· τά τε γὰρ ὑπὸ τῷ δέρματι περιττὰ καὶ δριμέα μάλιστα διαφοροῦσιν. ἐσθίοντες γοῦν αὐτοὺς οἱ πλεῖστοι ἱδρωτικώτεροι γίγνονται καὶ τὴν διεφθαρμένην κενοῦσιν οὐσίαν ὡς καὶ τοὺς καλουμένους φθεῖρας ἐκβάλλειν τινὰς, ἐκ διαφθορᾶς ἰδίαν γένεσιν ἐχούσας, καὶ διὰ τοῦθ᾿, ὡς οἶμαι, φθεῖρας καλουμένας. σμήχουσι δὲ καὶ ἄριστα τοὺς ὀδόντας, καὶ τὰ πλαδαρὰ τῶν σωμάτων πυκνοῦσι, καὶ τὸ ἐπ᾿ αὐτοῖς ἐπιφερόμενον ἀναστέλλουσι ῥεῦμα, ἀσήπτους τε τοὺς ὀδόντας φυλάττουσι, τιτρώσκεσθαι ἢ βιβρώσκεσθαι αὐτοὺς οὐκ ἐῶντες. [Περὶ ἁλῶν θηριακῶν κατασκευῆς.] Γίνεται δ᾿ αὐτῶν ἡ σκευασία τοῦτον τὸν τρόπον. πειράσομαι γάρ σοι πάλιν καὶ τούτους σκευάζειν τῇ ὑπογραφῇ τοῦ λύγου χρώμενος. λαβόντα γὰρ χρὴ ἐχίδνας ταῖς προειρημέναις ὁμοίας καὶ τῷ αὐτῷ χρόνῳ τεθηραμένας, ἔστωσαν δὲ τὸν ἀριθμὸν δ΄. καὶ μὴ πλεῖον δύο ἡμερῶν μετὰ τὴν θήραν ἐχούσας, ἀλλ᾿ εἰ δυνατὸν, αὐτῆς τῆς ἡμέρας ἧς εἰσιν εἰλημέναι. εἶτα τῶν ἁλῶν καλὸν μέν εἰ τῶν ἀμμιωνιακῶν, εἰ δὲ μή γε, τῶν κοινῶν καὶ τῇ χρόᾳ λευκῶν καὶ ἐξῃθριασμένων ἠρέμα μόδιον Ἰταλικὸν, εἶτα καὶ σὺν αὐτοῖς κόψας ἁδρομερῶς γεντιανῆς Κρητικῆς λίτραν α΄ (S"). ἀριστολοχίας στρογγύλης λίτραν α΄ (S"). κενταυρίου λεπτοῦ κόμης λίτρας β΄. καρδαμώμου Ἀρμενιακοῦ, πρασίου, ἀνὰ γο. στ΄. σκορδίου ὀρεινοῦ, σελίνου, χαμαίδρυος Κρητικῆς λίτραν α΄. πηγάνου ἡμέρου σπέρματος λίτραν α΄. μέλιτι Ἀττικῷ ἑνώσας αὐτὰ, καὶ ἥμισυ λίτραν μέρος αὐτῶν εἰς χύτραν ἐξ ὀστράκου γενομένην καινὴν βαλὼν, εἶτα δ΄. ἐχίδνας ζώσας προεπιβαλὼν, σὺν αὐταῖς καὶ σκίλλας ἁπαλὰς καὶ πάνυ νεαρὰς ε΄. εἰς λεπτὰ κατατεμὼν, οὕτως ἐπίβαλε τὸ λοιπὸν ἥμισυ τῶν ἄλλων μέρος, καὶ πωματίσας καὶ πηλώσας ἐπιμελῶς τρῆσον τέσσαρσί που τρήμασιν αὐτῆς τὸ σῶμα ἵνα δι᾿ αὐτῶν ὁ ἀτμὸς διασημήνῃ σοι τὸ μέτρον τῆς ὀπτήσεως. τὸ μὲν γὰρ πρῶτον φανήσεται καπνὸς ἐξιὼν, πολὺς, ζοφώδης καὶ τεθολωμένος πάνυ, σημαίνων ὅτι τὸ πῦρ ἤδη ἅπτεται τῶν θηρίων, ὅτε σε καὶ προσέχειν ἀκριβῶς παραινῶ, μήποτε ἀναπνεύσῃς τούτου καπνοῦ, κεκακωμένου τοῦ ἀέρος ὑπὸ τῆς ἀναθυμιάσεως τῶν ἐχιδνῶν. εἶθ᾿ ὅταν παύσηται ὁ ἀτμὸς, ἀναβαλλομένην δέ τινα φλόγα λεπτὴν διὰ τῶν τρημάτων βλέπῃς, τότε νόμιζε ὡς ἄριστα αὐτὰ ἡψῆσθαι καὶ οὕτω βάσταζε ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, ψύξας ὅλην ἡμέραν τε καὶ νύκτα, εἶτα ἀνοίξας καὶ ἀνελόμενος τοὺς ἄνθρακας, ἐπιμελῶς κόπτε καὶ σῆθε μετὰ τούτων τῶν μιγμάτων, πηγάνου ἀγρίου σπέρματος γο. θ΄. ὑσσώπου Κρητικοῦ γο. θ΄. μαράθρου σπέρματος ἀγρίου γο. στ΄. νάρδου Κελτικῆς, στάχυος Σκυθικοῦ, ἀνὰ γο. στ΄. πετροσελίνου Μακεδονικοῦ γο. δ΄. ἀμώμου βότρυος γο. γ΄. ὀριγάνου Ἡρακλεωτικοῦ κορύμβων γο. θ΄. ὁρμίνου σπέρματος πεφρυγμένου γο. γ΄. θύμου κορύμβων Ἀττικοῦ γο. θ΄. μαλαβάθρου φύλλων Ἰνδικοῦ γο. δ΄. ἀρκευθίδων Λακωνικῶν σαρκὸς λίτρας β΄. κορίου σπέρματος ἡμέρου γο. στ΄. πεπέρεως λευκοῦ λίτρας β΄. πεπέρεως μέλανος λίτρας β΄. σιλφίου ῥίζης γο. ι΄. ζιγγιβέρεως ἀτρήτου λίτρας β΄. σατυρίου σπέρματος, ἢ ῥίζης οὐγγίας στ΄. γλήχωνος ὀρεινοῦ γο. στ΄. σεσέλεως Μασσαλεωτικοῦ πυῤῥοειδοῦς γο. στ΄. τορδύλου ὀρεινοῦ σπέρματος γο. στ΄. ἡδυόσμου γο. στ΄. κασσίας τῆς καλλίστης γο. β΄. κινναμώμου γο. α΄. πυρῶ δ᾿ αὐτὰ κόψας, καὶ σήσας, πάλιν ἐπικόπτειν καὶ διακοσκινεύειν πολλάκις, ἴνα ἀκριβῶς λεῖα γένωνται, καὶ οὕτως ἐν ὑελίνοις σκεύεσιν ἀποτιθέμενος χρῆσθαι μὴ εὐθέως, ἀλλὰ μεθ᾿ ἡμέρας που δέκα. ἐσκεύασα δ᾿ αὐτοὺς ἐγὼ, μὴ καύσας τὰ θηρία, ἀλλὰ τοὺς ἐξ αὐτῶν ἀρτίσκους΄, ὥσπερ ἐπὶ τῆς θηριακῆς ὑπέδειξα σκευάζεσθαι, ἀναμίξας τοῖς μετὰ τῶν θηρίων καιομένοις καὶ αὐτοὺς, ἵνα ἥν περ ἔχῃ πικρότητα ἐν αὐτοῖς, ἐν τῇ καύσει ταύτην ἀποβάλῃ, τοσοῦτον μέτρον τῶν ἀρτίσκων προσβάλλων, ὅσον περ ἐτεκμηράμην ἔχειν τὸν ἀριθμὸν τῶν τεσσάρων ἐχιδνῶν, καὶ ἀπέβησαν ὡς ἀληθῶς ἄριστοι, οὔτε τὸ ἐκ τῆς καύσεως σποδῶδες ἐν τῇ γεύσει ἔχοντες οὔτε μέλανες ὄντες τὴν χροιὰν, ἀλλὰ καὶ τὴν ποιότητα ἐν τῇ χρήσει ἥδιστοι γενόμενοι, καὶ τὴν δύναμιν πρὸς ἅπερ εἷπον αὐτοὺς ἰδίως ποιεῖν, ἐνεργεστέραν ἔχοντες. οὗτός ἐστιν ὁ περὶ τῆς θηριακῆς καὶ τῶν θηριακῶν ἁλῶν λόγος, φιλοπόνως, ὡς οἶμαι, ἐξετασθεὶς ὑπ᾿ ἐμοῦ μάλιστα, ἐπεὶ καὶ σὺ περὶ πάντας τοὺς λόγους φιλοτίμως ἔχεις. μέμνημαι γάρ σε, ὁπότε τοῖς λόγοις ἐνδόξως ἔτι δημοσιεύων ἐσχόλαζες, ἢ τι λέγων πρόβλημα, κρῖναι τοὺς λέγοντας διαλιπεῖν ποτε, πολλὰς ἀφορμὰς εὑρίσκειν σε φιλοτιμούντων εἰς τόδε. διαλεγομένων. ἔλεγες γὰρ ὅτι καὶ οἱ θεοὶ μὴ χρῶντες οὐ λαλοῦσιν. ἐνίοτε δὲ καὶ τὰ χρηστήρια σιωπᾷ, ποτὲ καὶ ἡ θάλασσα τοῖς χειμῶσι τὸ πλεῖσθαι οὐκ ἔχει. τὰ δὲ ῥεῖθρα τῶν ποταμῶν παύεται ῥέοντα καὶ μετὰ χρόνον ἐπιῤῥεῖν πάλιν ἄρχεται καὶ ἡ γῆ τοὺς καρποὺς οὐκ ἀναφύει πάντοτε. μιμησάμενος οὖν σε κᾀγὼ οὐδὲν τῶν περὶ τῆς θηριακῆς ζητουμένων παρέλιπον, ἅμα καὶ σοι προτρεψάμενος ἡδέως χρῆσθαι τῷ φαρμάκῳ, ἐπεὶ καὶ πολυετῆ τῆς ζωῆς τὸν χρόνον ἡ χρῆσις αὐτοῦ παρέχεσθαι τετήρηται, ὄν πέρ εἰκότως ἐγὼ τῶν παρὰ θεῶν γενέσθαι σοι εὔχομαι.