[Θηριακῆς σκευασία, ἀποθήκη, ἡλικία, κρίσις, δόσις.] Καὶ λοιπὸν τῶν ἄλλων ὅσα καὶ κόπτεσθαι καὶ σήθεσθαι χρὴ, κοσκινέειν κοσκίνῳ, ὡς ἔνι μάλιστα λεπτοτρήτῳ γενομένῳ. πάνυ γὰρ τὸ λεῖον πρὸς τὴν ὠφέλειαν εἶναί μοι δοκεῖ χρήσιμον, διὰ τὸ μᾶλλον εὐπρόσθετον εἶναι τοῖς σώμασιν. ὅσα δὲ διαβρέχειν τε καὶ λειοῦν χρὴ, καὶ ταῦτα λείου καὶ τῷ οἴνῳ βρέχε. ἔστω δὲ ὁ οἶνος κάλλιστος, οἷος ὁ Φαλερῖνος γλυκὺς, ὁ μὴ Φαυστιανὸς, ἀλλ᾿ ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿ οὕτως πάντα λειώσας πρόσβαλε τὸ αὔταρκες μέλι· ἔστω δὲ τὸ αὔταρκες, ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως, ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες χωρισθῆναι. ἔστω δὲ καὶ τὸ μέλι τὸ καλούμενον Ὑμήττιον. τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ Ὑμηττῷ γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον ποιοῦσι τὸ μέλι. πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν ἐπιβάλλειν τῷ φαρμάκῳ, καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς, πάλιν παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ ἀργυρᾶ σκεύη, μὴ πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν τῷ φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι αὐτῆς ἡ χρῆσις γενήσεται. χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες, καὶ ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο, καὶ μάλιστα ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας καὶ τῆς ἀπὸ τοῦ φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα. ὡς ἐπί γε τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν αἰτία, αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ τὸ πέρας τοῦ τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν δύναμιν κρῖναι θέλοντες πρῶτον διδόντες τὶ τῶν καθαρτικῶν φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν, οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ ἀκμαία εἴη οὐδ᾿ ὅλως ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα τῷ ἑαυτῆς δυνατῷ τοῦ καθαρτικοῦ φαρμάκου τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν ἀντίδοτον  λαβὼν, κατάδηλος γίγνεται ὅτι ἄτονός τε καὶ ἐξίτηλός ἐστιν ἡ ἰσχὺς, ὡς μηδὲ κρατῆσαι τῆς τοῦ φαρμάκου δυνάμεως. ἔστι δὲ αὐτῆς τὸ μέτρον τῆς πόσεως οὐκ ἐπὶ πάντων τὸ αὐτὸ, ὥσπερ οὐδὲ τὸ ὑγρὸν, ᾧ διαλύοντες αὐτὴν δίδομεν. ἐπὶ μὲν γὰρ τῶν προειρημένων Ποντικοῦ καρύου τὸ μέγεθος ἀνιέντες μετ᾿ οἴνου κυάθων τριῶν οὕτως αὐτὴν διδόναι πίνειν τοῖς λαμβάνουσιν εἰώθαμεν. ἐπὶ δὲ τῶν ἄλλων παθῶν καὶ τῷ μέτρῳ καὶ τῷ ὑγρῷ διαφόρως χρώμεθα. πρὸς γὰρ τὴν τῶν παθῶν διαφορὰν ἁρμοζόμενοι καὶ τὴν ποσότητα τοῦ φαρμάκου μετροῦμεν καὶ τὸ κατάλληλον ὑγρὸν τῆς μίξεως κρίνομεν. οὐ γὰρ μόνον πρὸς τὰ τῶν θηρίων δήγματα καὶ τὰ δηλητήρια φάρμακα βοηθεῖν ἡ ἀντίδοτος πέφυκεν, ἀλλὰ καὶ πρὸς τὰ μέγιστα τῶν ἄλλων παθῶν ἀλεξητήριον φάρμακον ἐκ τῆς ἐν πείρᾳ χρήσεως ὑφ᾿ ὑμῶν οὖσα εὑρέθη. [Πρὸς πόσας νόσους βοηθεῖν πέφυκεν ἡ θηριακή.] Γαλήνην γοῦν αὐτὴν ἐν τοῖς προκειμένοις ἔπεσιν ὁ Ἀνδρόμαχος διὰ τοῦτο, οἶμαι, κέκληκεν, ἐπειδὴ ὥσπερ ἔκ τινος τοῦ κατὰ τὰ πάθη χειμῶνος καθάπερ τινὰ γαλήνην τὴν ὑγείαν τοῖς σώμασιν ἐργάζεται. κεφαλαίας γοῦν τὰς χρονίας καὶ τὰ σκοτώματα ἰᾶσθαι πέφυκε καὶ δυσηκοΐας καὶ ἀμβλυωπίας παύειν. ἐνίοτε δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον ἀσθενοῦν καθίστησι. πολλάκις δὲ καὶ τὰς ἐπὶ τῶν φρενιτικῶν παρακοπὰς γενναίως ἔπαυσεν, ὕπνον ἐπιφέρουσα· ἀπ᾿ αὐτοῦ δὲ καὶ τὰς τῆς γνώμης ταραχάς τε καὶ τὰς περιπλοκὰς φαντασίας παύουσα τοῖς ὕπνοις. καὶ ταῖς ἐπιληψίαις δὲ αὐταῖς ἀγωνιστικῶς εἴωθε βοηθεῖν, ἀναπίνουσα τὴν πολλὴν ἐκ τῆς κεφαλῆς ὑγρασίαν καὶ ἀνεμπόδιστον ποιοῦσα τὴν ὁδὸν τῷ πνεύματι. βοηθεῖ δὲ καὶ τοῖς δυσπνοοῦσιν, ὅταν ἐγκείμενά τινα παχέα φλέγματα εἰς τὰς σήραγγας τοῦ πνεύμονός, ἀναπνεῖν κωλύωνται τὸν ἄνθρωπον, εὐκόλως τέμνουσα καὶ εὐανάγωγα ποιοῦσα καὶ λεπτύνουσα τὰ συνεστῶτα, καὶ γλίσχρα τῶν ὑγρῶν. καὶ τοὺς αἷμα δὲ ἀνάγοντας πάνυ ὠφελεῖ, εἴ τις αὐτὴν σύμφυτον ἐφεψήσας καὶ ἀνιεὶς τῷ ὕδατι οὕτως ἐπιδῴη. πολλάκις δὲ καὶ τὰς περὶ τὸν στόμαχον κακώσεις θεραπεύειν πεύειν εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς λαμβάνειν μὴ δυνάμενον εἰς τὸ προσίεσθαι αὐτὰς ἡδέως κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους οὐσίας ἀγωνιστικῶς ἔπαυσε, καὶ ἑλμίνθων τοῖς ἐντέροις ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς πολλῆς πείνης γενναίως ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην, καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν εἰσφερομένην τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ ἄλλο πᾶν σῶμα, θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται πολλάκις, ἐκλύουσα τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν γιγνόμενον γενναίως θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ διακρίνειν αὐτὴν ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν καὶ περιττὴν οὐσίαν. θρύπτει δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους, καὶ πᾶν τὸ γεῶδες ἐν αὐτοῖς καὶ ῥυπαρὸν ἀποκαθαίρει ῥᾳδίως, καὶ τὰς τῆς κύστεως δυσουρίας παύει, καὶ τὰς ἐν αὐτῇ ἑλκώσεις ἰᾶται πολλάκις, καὶ τὰς περὶ τὴν κοιλίαν δυσπεψίας τε καὶ ἀτονίας θεραπεύει, θερμαίνουσα καὶ τονοῦσα τῆς γαστρὸς τὸ σῶμα, καὶ τῶν ἐντέρων τὰς ἑλκώσεις καὶ τὰς δυσεντερίας αὐτὰς καὶ τὰς λειεντερίας ἀπαλλάττειν εἴωθε. ὠφελεῖ δὲ καὶ τοὺς εἰλεωδῶς τὰ ἔντερα διατιθεμένους καὶ τοὺς χρονίως τῇ κωλικῇ διαθέσει περιπεπτωκότας, μάλιστα ὅταν ἀφλέγμαντα ᾖ τὰ ἔντερα, ἐξαναλίσκουσα τὰς ἐν αὐτοῖς δριμύτητας τῶν ὑγρῶν καὶ διατμίζουσα τὰς πνευματώσεις τῶν ἐντέρων. ἐνίοτε δὲ καὶ τοῖς χολεριῶσι γενναίως βοηθεῖ, τονοῦσα τὴν σύγκρισιν καὶ ἐπέχουσα τὰ πολλὰ τῶν ῥευμάτων. τὸ μέγιστον δ᾿ αὐτῆς ἔργον πολλάκις ἐπὶ τῶν καρδιακῶν φαίνεται. ῥεομένου γὰρ τοῖς πολλοῖς καὶ συνεχέσιν ἱδρῶσι τοῦ σώματος καὶ τῶν τόνων λελυμένων, μηδὲ τοῦ οἴνου πολλάκις κρατεῖν τοῦ πάθους δυναμένου, ἡ ἀντίδοτος πινομένη καὶ τοὺς ἱδρῶτας ἵστησι καὶ τὴν δύναμιν πίπτουσαν ὥσπερ ἐξανίστησι καὶ ἰσχυρὰν ἀπεργάζεται. ἔστι δὲ ἐπὶ τῶν γυναικῶν καὶ τῶν καταμηνίων αἱμάτων ἀγωγὸς καὶ τὰς ἐν τῇ μήτρᾳ καὶ ἕδρᾳ γιγνομένας αἱμοῤῥοΐδας ἐπισχεθείσας πολλάκις ἀναστομοῖ. θαυμασίως δὲ καὶ τὰς ἀμέτρους τῶν αἱμάτων ἀποκρίσεις εἴωθεν ἐπέχειν. μέμνησαι γὰρ ὅτι μικτὴν καὶ ποικίλην τὴν δύναμιν αὐτῆς ἐν τοῖς ἔμπροσθεν εἴπομεν καὶ διὰ τοῦτο τὰ μὲν διαχέουσα καὶ λεπτύνουσα ἐκκρίνεσθαι ποιεῖ, τὰ δὲ δι᾿ ἀτονίαν τῆς ἐμφύτου δυνάμεως ἀποκρινόμενα περιττῶς, ταῦτα τονοῦσα τὴν δύναμιν τῶν σωμάτων εἴωθεν ἐπέχειν. καὶ τοὺς ποδαγριῶντας δὲ καὶ τοὺς πάντα τὰ ἄρθρα ῥευματιζομένους ὠφελεῖ μάλιστα τότε, ὅταν ὁ τῆς ἐπιδόσεως καιρὸς παρέλθῃ καὶ ἡ στάσις τῆς ἀκμῆς γένηται. παραμυθούμενον γὰρ τὰ ἀλγήματα τοῖς παρηγορεῖν δυναμένοις ἐπιθέμασι διδόναι πίνειν χρὴ τοῦ φαρμάκου, ἵνα ἐπέχηται τὰ ῥεύματα. ἐξαναλίσκει γὰρ ἡ ἀντίδοτος τὰ ἤδη ἐπενεχθέντα καὶ ἄλλα κωλύει φέρεσθαι. μάλιστα δὲ ὀνίνησιν ὅταν τις αὐτὴν καὶ ὑγιαίνων συνεχῶς λαμβάνῃ, ἐκδαπανᾶται γὰρ τὰ περιττὰ τῶν ὑγρῶν καὶ τὴν ὅλην ἀλλοιοῖ σύγκρισιν. τὰ μὲν γὰρ ἄλλα τῶν φαρμάκων, ὅσα εἰς ἀπαλλαγὴν  τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ τοὺς πόδας τοῦ ῥεύματος φορὰν κωλύει γίγνεσθαι, οὐκ ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ ἐν τῷ σώματι τοῦ ῥεύματος ὁ πνεύμων ἀεὶ κινούμενος διὰ τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿ ἑαυτὸν ἕλκων, οὕτω πνίγει τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο ἀποσυμβουλεύω μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ θηριακῇ ἐν τοῖς τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ καὶ ἕτερα συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν ἀρξάμενοι ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας πολλάκις μεγάλως ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον, τὸ ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα τοὺς ἀνασάρκας καὶ λευκοφλεγματίας λεγομένους ὕδρωπας γενναίως εἴωθεν ὠφελεῖν, εἰς ὅλον τὸ σῶμα ἀναδιδομένη καὶ πολλαχόθι ἐκθλίβουσα τῶν σαρκῶν τὴν ὑγρασίαν. διόπερ καὶ τῆς καχεξίας λεγομένης ἄριστόν ἐστι φάρμακον; μετασυγκρίνουσα τὴν ἔξιν τοῦ σώματος, καὶ τὰ μὲν περιττὰ διαφοροῦσα, τὴν δὲ φύσιν ἐνεργεῖν εὐτόνως τὰς φυσικὰς ἐνεργείας παρασκευάζειν δυναμένη. τούτῳ δὲ τῷ τρόπῳ τῆς βοηθείας καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐπικουρεῖν πέφυκε. πολλοῦ γὰρ ὄντος τοῦ διεφθορότος ῥεύματος καὶ σηπούσης τῆς τούτου δυνάμεως τὴν ὅλην σύγκρισιν, ἐκνικᾷν εἴωθεν ἡ ἀντίδοτος τὸ νόσημα, ἐπέχουσα μὲν τοὺς ῥευματισμοὺς, κωλύουσα δὲ τὴν διαφθορὰν γίγνεσθαι τοῦ αἵματος. τοὺς δὲ τετανικῶς σπωμένους καὶ αὐτοὺς πολλάκις ἐθεράπευσε, θερμαίνουσα τὰ νεῦρα καὶ τὰς τάσεις αὐτῶν χαλῶσα, ὥσπερ δὴ καὶ τὰς παραλύσεις τῶν μερῶν ἐξιωμένη πολλάκις καὶ ἀναζωπυρεῖν ποιοῦσα τὸ πνεῦμα εἰς τὸ κατὰ φύσιν ἤγαγε καὶ τὰς κινήσεις τοῖς μέρεσιν ἐνεργεῖν ἀπέδωκε. θαυμάζειν δὲ ἔστι τὴν ἀντίδοτον, ὅταν μὴ μόνον αὐτὴν πάσχον θεραπεύουσαν βλέπωμεν, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν πολλάκις ὑπὸ τῶν παθῶν διατιθεμένην κακῶς ὠφελεῖν δυναμένην. τὰς γοῦν ἐκ τῆς μελαγχολίας γινομένας αὐτῇ κακώσεις παύει διδόμενον συνεχῶς τὸ φάρμακον, ὥσπερ ἐκπῖνον καὶ ἐξαναλίσκον ἐκ τῶν ἀγγείων καὶ ἐκ τοῦ σπληνὸς τὴν μέλαιναν χολὴν, καθάπερ καὶ τὸν ἰὸν τῶν θηρίων, διόπερ καὶ πρὸς τὸν πυρετὸν τὸν τεταρταῖον μάλιστα ἁρμόζει καλῶς. ὑπὸ γὰρ τῆς μελαίνης χολῆς γενόμενος ὁ πυρετὸς οὗτος εὐκόλως ὑπὸ τῆς ἀντιδότου ἀπαλλάττεται, μάλισθ᾿ ὅταν τὶς αὐτῇ τεχνικῶς ᾖ χρώμενος. ἔγωγ᾿ οὖν πολλοὺς τῶν τεταρταιζόντων τῇ ἀγωγῇ ταύτῃ χρησάμενος ἀπήλλαξα ῥᾳδίως τοῦ νοσήματος, προκενώσας αὐτοὺς τῷ ἀπὸ δείπνου ἐμέτῳ, εἶτα τῇ ἑξῆς ἐπιδοὺς τὸν χυλὸν τοῦ ἀψινθίου, ἵνα ἐπιγλυκάνω καὶ κατακεράσω τὴν χολὴν, οὕτως πρὸ ὡρῶν δύο τῆς ἐπισημασίας τὴν ἀντίδοτον δίδωμι. καὶ θαυμαστῶς οἶδα πολλάκις ἐπιτυχοῦσαν αὐτὴν, ὡς ταχέως ἀνεπισήμαντον μεῖναι τὸν λαμβάνοντα. [Μεθοδικῶν ἔλεγχος ἄχρηστον εἶναι νομιζόντων τὸ εἰδέναι τὰς τῶν νόσων αἰτίας· καὶ πάλιν τὰ χρήσιμα τῆς θηριακῆς διεξίησι.] Καὶ τὸν ὑδροφόβον δὲ, τὸν κάκιστον τῶν νοσημάτων, τοῦτο τὸ φάρμακον πολλάκις ἀπαλλάττειν εἴωθε καὶ θαυμασίως ἀνταγωνίζεσθαι τῇ τῶν τοσούτων κακῶν συνδρομῇ. οὐ γὰρ μόνον αὐτοῖς τὸ σῶμα ξηραίνεται καὶ σπώμενον γίνεται ἐνίοτε καὶ πυρετὸν δριμέως ἔνδοθεν καίεται, ἀλλὰ καὶ γνώμῃ παρανοεῖ καὶ τὸ χαλεπώτατον αὐτοῖς φέρει σύμπτωμα. τὸ γὰρ ὕδωρ φοβοῦνται καὶ διὰ μὲν τὴν πολλὴν ξηρότητα τοῦ ὑγροῦ ἐπιθυμίαν ἔχουσι καὶ τοῦ πιεῖν ἀπέχονται, διὰ δὲ τὴν παρακοπὴν τὸ ὠφελῆσαι δυνάμενον οὐκ ἐπινοοῦσι. φεύγοντες γὰρ τὸ ὕδωρ καὶ φοβούμενοι τῷ οἰκτίστῳ θανάτῳ ἀποθνήσκουσι κακῶς, ἐφ᾿ ὦν μάλιστα ἐγὼ καὶ τοὺς μεθοδικοὺς τεθαύμακα, ἀχρήστους γὰρ αἰτίας πρὸς τὰς θεραπείας εἶναι λέγοντες οὐκ οἶδ᾿ ὅπως καὶ θεραπεύειν ποτὲ τούτους δύνανται, ἁπλοῦ τοῦ δήγματος ὄντος καὶ ὁμοίου φαινομένου τῷ ὑπὸ τοῦ μὴ λυσσῶντος δεδηγμένῳ κυνός. τίνα γὰρ καὶ θεραπείας τρόπον αὐτοῖς ἐνδείξεται, ἀπερισκέπτως ὁρώμενον τὸ τραῦμα τοῦ σώματος, μὴ ἐξεταζομένης ὑπ᾿ αὐτῶν τῆς ἔνδον αἰτίας οὔσης καὶ τοῖς μὲν ὀφθαλμοῖς τοῦ μεθοδικοῦ μὴ ὁρωμένης, ὑπὸ δὲ τοῦ λογικοῦ ἰατροῦ μόνῳ τῷ λογισμῷ καὶ τῇ ἐξετάσει ἀκριβῶς ἐξευρισκομένης; διὸ καὶ ὁ μεθοδικῷ θεραπεύοντι κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ μετὰ λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς συμπτώμασιν ἁλώσεται ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ αὐτὸν ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις ἦν αὐτὸν ὁ κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς ὄμμασιν ἐξέρυθρος, καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἔχων ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην καὶ ὥσπερ χολὴν κεχρωσμένην, ἐμπίπτων τε τοῖς ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον ἑστάναι θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους αὐτοῦ γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα, εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι τὸν κύνα. θεραπεύσεις  δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα, ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν σάρκα, ἐκ πολλοῦ τοῦ διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται, ἀλλ᾿ ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος τοὐλάχιστον εἰς τὰς τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν πάνυ πεπυρακτωμένοις ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς ἄλλοις φαρμάκοις ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας ποτὲ, καὶ τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ ἐλαίῳ, καὶ ὥς τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι, ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ βάθους ἐπισπάσηται τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι παιώνειον φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς βοηθεῖ. ἐφάνη δὲ ἡμῖν ἡ ἀντίδοτος αὕτη καὶ ἐν ταῖς λοιμικαῖς καταστάσεσι μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς ἄλλου βοηθήματος τῷ μεγέθει τοῦ κακοῦ ἀντιστῆναι οὕτως πεφυκότος. ὥσπερ γάρ τι θηρίον καὶ αὐτὸς ὁ λοιμὸς οὐκ ὀλίγους τινὰς, ἀλλὰ καὶ πόλεις ὅλας ἐπινεμόμενος διαφθείρει κακῶς, τροπῆς τινος μοχθηρᾶς εἰς τὸ διαφθείρειν δύνασθαι περὶ τὸν ἀέρα γιγνομένης, καὶ τῶν ἀνθρώπων τῇ τῆς ἀναπνοῆς ἀνάγκῃ τὸ δεινὸν φεύγειν μὴ δυναμένων, ἀλλὰ αὐτὸν εἰς αὑτοὺς ὥσπερ τι δηλητήριον διὰ στόματος ἑλκόντων τὸν ἀέρα. διόπερ ἐπαινῶ καὶ τὸν θαυμασιώτατον Ἱπποκράτην, ὅτι τὸν λοιμὸν ἐκεῖνον τὸν ἐκ τῆς Αἰθιοπίας εἰς τοὺς Ἕλληνας φθάσαντα οὐκ ἄλλως ἐθεράπευσεν ἀλλ᾿ ἢ τρέψας τὸν ἀέρα καὶ ἀλλοιώσας, ἵνα μηκέτι τοιοῦτος ὢν ἀναπνέηται. κελεύσας οὖν ἀνὰ τὴν πόλιν ὅλην ἐξάπτεσθαι τὸ πῦρ, οὐχ ἁπλῆν τῆς ἀνάψεως τὴν ὕλην ἔχον, ἀλλὰ στεφάνων τε καὶ τῶν ἀνθῶν τὰ εὐωδέστατα, τοιαῦτα συνεβούλευσεν εἶναι τοῦ πυρὸς τὴν τροφὴν, καὶ ἐπισπεύδειν αὐτῷ τῶν μόρων τὰ λιπαρώτατα, καὶ ἡδεῖαν τὴν ὀδμὴν ἔχοντα, ῖν᾿ οὕτω καθαρὸν γενόμενον οἱ ἄνθρωποι ἀναπνεύσωσιν εἰς τὴν ἀπαλλαγὴν τὸν ἀέρα. τὸν αὐτὸν τρόπον νομίζω καὶ τὴν θηριακὴν, ὥσπερ τι καὶ αὐτὴν οὖσαν πῦρ καθάρσιον, τοὺς μὲν προπίνοντας αὐτὴν ἐν τῇ λοιμικῇ καταστάσει μηδ᾿ ὅλως ἐᾷν ἁλίσκεσθαι τῷ κακῷ, τοὺς δὲ ἤδη φθάσαντας παθεῖν ἐξιᾶσθαι δύνασθαι, ἀλλοιοῦσαν καὶ τρέπουσαν τὴν τοῦ ἀναπνευσθέντος ἀέρος πονηρίαν καὶ μηκέτ᾿ ἐῶσαν διαφθείρειν τὴν σύγκρισιν. διόπερ ἐγὼ συμβουλεύω σοι καὶ διὰ ταύτας μὲν τὰς οὕτω γιγνομένας αἰφνιδίους περὶ τὸν ἀέρα καταστάσεις, καὶ διὰ τὰς ἄλλας τῶν βλαπτόντων αἰτίας λαμβάνειν τῆς ἀντιδότου συνεχῶς καὶ ὑγιαίνοντι, ἵνα καὶ τοῖς ἔξωθεν προσπίπτουσιν ἀνθιστῆταί σοι τὸ σῶμα καὶ ὅταν ἤδη πάθῃ, εὐίατον εὕρῃς. αὕτη γὰρ ὡς εὐκρασίαν τινὰ καὶ ὑγιεινὴν κατάστασιν περιποιεῖ τοῖς σώμασιν, ἀναλίσκουσα τὰ περιττώματα τῶν ὑγρῶν καὶ ἀναθερμαίνουσα τὰ κατεψυγμένα τῶν μερῶν, καὶ τὴν ἔμφυτον δύναμιν τονοῦσα πρὸς τὸ τὰς φυσικὰς ἐνεργείας ἐκτελεῖσθαι καλῶς. ὅταν γὰρ ἡ φύσις εὐρώστως ἔχῃ, τότε καὶ ἀνεκποδίστως ἡ κοιλία πέσσει τὰς τροφὰς, καὶ αἱ φλέβες ἐξαιματοῦσιν αὐτὰς εὐχερῶς, καὶ τὸ ἧπαρ ῥᾳδίως διακρίνει τὴν χολὴν, καὶ καθαρὸν παραλαβοῦσα ἡ καρδία τὸ αἷμα, ὅλῳ λοιπὸν, ὡς ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι, τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι συμμέτρως ποιεῖ, καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι τῆς. ἀντιδότου λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν σπλάγχνων ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν δυνάμενον. οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς τε γὰρ αἰσθήσεις ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν, ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς διαφθείρεσθαι. ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις τὴν τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ καὶ τὸν Μιθριδάτην ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα, οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ ἐκείνου ὀνόματι οὕτω καλουμένην, Μιθριδάτειος γὰρ ὀνομάζεται, διὰ τὴν ἐξ αὐτῆς κατεσκευσμένην τῷ σώματι δυσπάθειαν μὴ δυνηθῆναι λαβόντα τὸ φάρμακον ἀποθανεῖν. ὁπότε γὰρ πολεμῶν πρὸς τοὺς Ῥωμαίους ὑπὸ τοῦ Πομπηΐου νικώμενος καὶ ἐν τοῖς ἐσχάτοις ὢν ὑπὸ τοῦ φαρμάκου τοῦ ἰοῦ ἄνοσος ἀποθανεῖν ἠπείγετο, πιὼν τὸ φάρμακον καὶ πολύ γε αὐτοῦ λαβὼν αὐτὸς μὲν οὐκ ἀπέθνησκε, τὰς δὲ θυγατέρας πάνυ βουληθείσας αὐτῷ διὰ τὴν φιλοστοργίαν συναποθανεῖν πιούσας τὸ αὐτὸ φάρμακον ταχέως ἀποκτανῆναι, εἶθ᾿ ὡς ἐβράδυνε μὴ ἀποθνήσκων, τοῦ φαρμάκου δι᾿ ἣν προέπινεν ἀντίδοτον μηδὲν ἰσχῦσαι δυναμένου, καλέσας Βιστόκον τοὔνομα τῶν φίλων αὐτοῦ τινα, ἐκέλευσεν αὐτὸν ἀποσφάξαι, καὶ οὕτω ποιήσας τῷ σιδήρῳ τοῦ φαρμάκου γενέσθαι τὸ ἔργον, ἀποθανεῖν αὐτὸν βιαίως ἠνάγκασεν.