<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><p><milestone unit="ed2page" n="947"/>[Ἕκαστα τὰ τὴν θηριακὴν συντιθέμενα <lb/>ἀκριβῶς
						ἐξεταστέον. καὶ τὴν Ἀνδρομάχου γραφὴν προκριτέον.] <lb/>Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς
						μηκέτι εἷναί σοι θαυμαστὸν <lb/>τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν
						<lb/>ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς <lb/>φαρμάκων, μετὰ τοῦτο
						λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι. <lb/>οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ
						αὐτῆς <lb/>γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις <lb/>ὑπὸ τῶν
						θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ <pb n="256"/> ἐν τοῖς ἄλλοις μίγμασι τῶν
						σκευαζόντων ἀπειρία ἄχρηστον· <lb/>πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν
						περὶ <lb/>τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿ <lb/>ὅσοι καὶ φάρμακά
						τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται, <lb/>τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ
						γὰρ εὕρομέν <lb/>ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν <lb/>τὰ θηρία τοὺς
						ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες <lb/>οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς
						φωλειᾶς <lb/>τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ <lb/>καὶ προεθίζουσιν
						ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς <lb/>εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς
						ἐπιδιδόντες καὶ <lb/>συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος <lb/>αὐτῶν
						κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς <lb/>ἐπιδιδόντες ἐμφραττούσας τῶν
						ὀδόντων τὰ τρήματα καὶ <lb/>οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν
						<lb/>πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν <lb/>τέχνην οὐκ εἰδότας·
						ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα <lb/>τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν
							<milestone unit="ed1page" n="464"/>ὀλίγη <pb n="257"/> αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα
						τῶν ἐμβαλλομένων, κασσίαν <lb/>λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ,
						<lb/>καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ <lb/>καλούμενον ψευδοκιννάμωμον
						ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ <lb/>δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον
						εὑρίσκεται. <lb/>τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς <lb/>τὰς
						ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ <lb/>αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ
						μὲν ἐν τοῖς ὄρεσι <lb/>γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι <lb/>τῇ
						χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας <lb/>ἔχον τινάς. ἄλλο τι λευκὸν
						εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, <lb/>ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν.
						ἔστι <lb/>δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. <lb/>τὸ δὲ πάντων
						κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων <lb/>οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ
						λεπτὰ ἔχον τὰ <lb/>ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ <lb/>μάλιστα
						προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ <lb/>κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ
						γεύσει δριμὺ ἡμῖν καταφαίνεται <pb n="258"/> καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον
						πηγανίζειν <lb/>δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον. <lb/>ἡ δὲ
						κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν, <lb/>πλανᾷν εἴωθε πολλάκις.
						ἔστι γάρ τις καὶ ψευδοκασσία <lb/>πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν
						<lb/>τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ <lb/>ἐντεριώνῃ εὑρίσκεται,
						ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα, <lb/>ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει
						ποιουμένη, <lb/>συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον <lb/>ἔχουσα,
						ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη. <lb/>
						<milestone unit="ed2page" n="948"/>εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην
						πανουργίαν <lb/>μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον <lb/>τῷ ἀληθεῖ ἔχον τὸ
						μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου <lb/>ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς
						γεύσεως πλανῶσι <lb/>τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ <lb/>ἥδιόν τε
						καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν <lb/>ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην
						αὐτῷ περιεργότερον <lb/>βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿ <pb n="259"/> αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν <lb/>ἀκριβείας,
						ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν <lb/>καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν
						ἀρκεῖν νομίζω, <lb/>ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ, <lb/>ἕκαστον
						αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον. <lb/>ἡ γὰρ ἑνός τινος κακία
						πολλάκις διαφθείρει τὰ <lb/>πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς,
						<lb/>διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος, <lb/>ἀκριβὴς περὶ τὰ
						φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον <lb/>ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε
						τὸ <lb/>φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν δραχ. κδ΄. ἀρτίσκων σκιλλητικῶν <lb/>δραχ. μη΄.
						πεπέρεως μακροῦ δραχ. κδ΄. ὀποῦ μήκωνος <lb/>δραχ. κδ΄. ἡδυχρόου μάγματος δραχ. κδ΄.
						ῥόδων ξηρῶν δραχ. ιβ΄. <lb/>ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος,
						<lb/>σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ δραχ. ιβ΄. <lb/>σμύρνης, κόστου,
						κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους, <lb/>λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος,
						δικτάμνου, πρασίου, <lb/>ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης, ﻿<pb n="260"/> τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ <lb/>δραχ. στ΄. πολίου
						δραχ. δ΄. χαμαιπίτυος δραχ. δ΄. στύρακος δραχ. δ΄. <lb/>ἀμώμου βότρυος, μήου, νάρδου
						Κελτικῆς, Λημνίας σφραγῖδος, <lb/>φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου,
						<lb/>χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος <lb/>χυλοῦ, βαλσάμου καρποῦ,
						κόμμεως, μαράθρου σπέρματος, <lb/>καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ,
						σαγαπηνοῦ, <lb/>ἄμμεως, ἀνὰ δραχ. δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς, <lb/>δαύκου
						σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος, <lb/>κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ δραχ.
						δ΄. μέλιτος λίτρας ι΄. <lb/>οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν
						<lb/>οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν <lb/>τὰ ἄλλα τῷ Ἀνδρομάχῳ
						ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ <lb/>ἀντὶ τῶν δραχ. δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς δραχ. β΄.
						ἔμισγε τῷ <lb/>φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς <lb/>γενόμενος καὶ
						ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς <lb/>ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας,
						πάντα μὲν τὰ <lb/>μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου, <pb n="261"/> διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις. <lb/>τινὰ γὰρ ὦν ἐκεῖνοι
						πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄ <lb/>ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ,
						καὶ πάλιν <lb/>τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν <lb/>ἀνὰ
						δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος <lb/>γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως
						τοῖς ἀνδράσι τούτοις <lb/>ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς
						<lb/>διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας <lb/>μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ,
						οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως, <lb/>οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ
						<lb/>διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ <lb/>φάρμακον, τοῦ
						Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν <lb/>καὶ τῷ Δαμοκράτει. μίαν μὲν
						γὰρ δραχμὴν ὁ <lb/>Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι <lb/>δὲ καὶ
						τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο <lb/>γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται,
						τῶν ἄλλων, ὡς <lb/>εἰκὸς πρὸς τὴν χρείαν, <milestone unit="ed2page" n="949"/>ὁπόσῳ μέτρῳ
						τοῦ οἴνου χρωμένων. <lb/>Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, <lb/>τῷ
						μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα <pb n="262"/> συμφώνως σκευάζει τὸ φάρμακον,
						μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν <lb/>ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ <lb/>τοῖς
						ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων <lb/>μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς
						μόνας μίγνυσι τῇ ἀντιδότῳ. <lb/>τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς,
						<lb/>ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς <lb/>βασιλικὰς χρείας οὕτως
						σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ <lb/>σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω
						<lb/>σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος <lb/>ἰατροῦ εὐφυὴς ὢν
						σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα <lb/>σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν
						λόγον. </p></div><div type="textpart" subtype="chapter" n="13"><p>[Πῶς κατασκευαστέοι οἵ τε ἡδύχροοι, σκιλλητικοὶ <lb/>καὶ θηριακοὶ ἀρτίσκοι.] Πρὸ δὲ τῆς
						κατασκευῆς <lb/>αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου <lb/>μάγματος
						γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ <lb/>παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃
						Ἀσπαλάθου ῥίζης <lb/>φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου,
						<lb/>ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ δραχ. στ΄. κινναμώμου, <pb n="263"/> δραχ. κδ΄.
						ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς <lb/>δραχ. ιστ΄. μαλαβάθρου φύλλων
						δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης <lb/>δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ
						ἀναλάμβανε, <lb/>ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε <lb/>τοὺς
						τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς <lb/>ἀρτίσκους σκεύαζε οὕτως.
						λαβόντα χρὴ σκίλλαν νεαρὰν <lb/>καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ- <lb/>
						<milestone unit="ed1page" n="465"/>παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ
						<lb/>ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι <lb/>μεταλαμβάνῃ. εἶτα ὅταν
						ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ <lb/>ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι
						ὀπτῶνται, <lb/>ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον <lb/>αὐτῆς μέρη τὰ
						ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα <lb/>καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου
						τὸ ἴσον, <lb/>ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων <lb/>ὀλίγον μοι
						μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο <lb/>πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿
						ἴσον ἐστὶ <lb/>τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ <pb n="264"/>
						τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν <lb/>σκιᾷ ἀποτιθεμένους εἰς τὴν
						χρῆσιν φυλάττειν, εἶτα μετὰ <lb/>ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος
						<lb/>τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας, <lb/>ἀλλὰ μάλιστα περὶ
						τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς <lb/>μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς
						τοὺς <lb/>ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν <lb/>ἰόν. ἔνδον γὰρ
						φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα <lb/>πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς
						φθοροποιὸν δύναμιν, <lb/>ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις, <lb/>ὅπερ
						ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς <lb/>φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς
						φωλείας μᾶλλον ἤπερ <lb/>τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως
						<lb/>αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε <lb/>τοῦ ἀέρος καὶ τραφῆναι τὴν
						συνήθη νομήν. νέμεται δὲ <lb/>ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ
						<lb/>συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις <lb/>καὶ κανθαρίδας <milestone unit="ed2page" n="950"/>καὶ τὰς καλουμένας πιτυοκάμπας. <lb/>αὗται γὰρ αὐτῶν εἰσιν αἱ
						κατάλληλοι τροφαί. ἔστω δὲ καὶ ﻿<pb n="265"/> ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ
						μάλιστα ἐπανατείνοντα <lb/>τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους <lb/>ἔχοντα, καὶ
						ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς <lb/>πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν
						γαστέρα προκολπότερον, <lb/>καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα, <lb/>καὶ τὴν
						οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα, <lb/>καὶ ἠρεμαῖον τὸν περίπατον
						ποιούμενα. τούτῳ γὰρ <lb/>τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο
						<lb/>κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν <lb/>τούτων λέγει</p><lg><l>Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται,</l><l>ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης.</l></lg><p>καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν <lb/>χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε
						καὶ τὰς οὐρὰς, τοσοῦτον <lb/>ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων
						<lb/>δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη <lb/>ταῦτα ἀκριβῶς παραινῶ, εἰ
						μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε <lb/>εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι
						φαίνοιτο <pb n="266"/> εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ <lb/>πρὸς τὴν
						τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις <lb/>ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν
						ὑπολειπομένην κίνησίν <lb/>τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα,
						<lb/>ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου, <lb/>οὐ γὰρ ἐξίτηλον,
						ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν <lb/>φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν
						αὐτῶν ὅλον ἀκριβῶς <lb/>τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ <lb/>τὰ
						ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα. <lb/>καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ
						λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον, <lb/>ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον
						<lb/>καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον, <lb/>ἵνα ἀκνίστως ἡ ἕψησις
						αὐτῶν γένηται. ἑψήσθωσαν δὲ <lb/>ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ
						<lb/>ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν <lb/>αἱ σάρκες καλῶς, τὸ
						μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν <lb/>αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων,
						τότε ἀνελόμενος <lb/>τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς <pb n="267"/> σάρκας
						τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα <lb/>τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως
						τῆς καθαρωτάτης <lb/>γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν, <lb/>ὥσπερ καὶ ὁ
						Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ <lb/>Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς
						μίγνυσθαι <lb/>θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες,
						<lb/>οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας <lb/>τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως
						ἀνάπλασσε συμμέτρους <lb/>τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου
						<lb/>ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου <lb/>σκευασίαν φύλαττε.
					</p></div><div type="textpart" subtype="chapter" n="14"><p>[Θηριακῆς σκευασία, ἀποθήκη, ἡλικία, <lb/>κρίσις, δόσις.] Καὶ λοιπὸν τῶν ἄλλων ὅσα καὶ
						κόπτεσθαι <lb/>καὶ σήθεσθαι χρὴ, κοσκινέειν κοσκίνῳ, ὡς ἔνι μάλιστα <lb/>λεπτοτρήτῳ
						γενομένῳ. πάνυ γὰρ τὸ λεῖον πρὸς τὴν ὠφέλειαν <lb/>εἶναί μοι δοκεῖ χρήσιμον, διὰ τὸ
						μᾶλλον εὐπρόσθετον <lb/>εἶναι τοῖς σώμασιν. ὅσα δὲ διαβρέχειν τε καὶ λειοῦν χρὴ,
						<lb/>καὶ ταῦτα λείου καὶ τῷ οἴνῳ βρέχε. ἔστω δὲ ὁ οἶνος κάλλιστος, <lb/>οἷος ὁ Φαλερῖνος
						γλυκὺς, ὁ μὴ Φαυστιανὸς, ἀλλ᾿ <pb n="268"/> ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿
						οὕτως πάντα λειώσας <lb/>πρόσβαλε τὸ αὔταρκες μέλι· <milestone unit="ed2page" n="951"/>ἔστω δὲ τὸ αὔταρκες, <lb/>ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως,
						<lb/>ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες <lb/>χωρισθῆναι. ἔστω δὲ καὶ
						τὸ μέλι τὸ καλούμενον Ὑμήττιον. <lb/>τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ
						Ὑμηττῷ <lb/>γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον <lb/>ποιοῦσι τὸ μέλι.
						πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην <lb/>προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν
						ἐπιβάλλειν τῷ φαρμάκῳ, <lb/>καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς, <lb/>πάλιν
						παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως <lb/>ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ
						ἀργυρᾶ σκεύη, μὴ <lb/>πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν <lb/>τῷ
						φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα <lb/>μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι
						αὐτῆς ἡ χρῆσις γενήσεται. <lb/>χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα
						<lb/>πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ <lb/>ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν
						ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ <pb n="269"/> τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες,
						καὶ <lb/>ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο, <lb/>καὶ μάλιστα
						ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων <lb/>καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ
						<lb/>οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας <lb/>καὶ τῆς ἀπὸ τοῦ
						φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι <lb/>δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα.
						ὡς ἐπί γε <lb/>τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν <lb/>αἰτία,
						αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος <lb/>εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ
						τὸ πέρας τοῦ <lb/>τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι
						<lb/>ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν <lb/>δύναμιν κρῖναι θέλοντες πρῶτον
						διδόντες τὶ τῶν καθαρτικῶν <lb/>φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν,
						<lb/>οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ <lb/>ἀκμαία εἴη οὐδ᾿ ὅλως
						ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα <lb/>τῷ ἑαυτῆς δυνατῷ <milestone unit="ed1page" n="466"/>τοῦ καθαρτικοῦ φαρμάκου <lb/>τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν
						ἀντίδοτον ﻿<pb n="270"/> λαβὼν, κατάδηλος γίγνεται ὅτι ἄτονός τε καὶ ἐξίτηλός ἐστιν
						<lb/>ἡ ἰσχὺς, ὡς μηδὲ κρατῆσαι τῆς τοῦ φαρμάκου δυνάμεως. <lb/>ἔστι δὲ αὐτῆς τὸ μέτρον
						τῆς πόσεως οὐκ ἐπὶ πάντων τὸ <lb/>αὐτὸ, ὥσπερ οὐδὲ τὸ ὑγρὸν, ᾧ διαλύοντες αὐτὴν δίδομεν.
						<lb/>ἐπὶ μὲν γὰρ τῶν προειρημένων Ποντικοῦ καρύου τὸ μέγεθος <lb/>ἀνιέντες μετ᾿ οἴνου
						κυάθων τριῶν οὕτως αὐτὴν διδόναι <lb/>πίνειν τοῖς λαμβάνουσιν εἰώθαμεν. ἐπὶ δὲ τῶν ἄλλων
						<lb/>παθῶν καὶ τῷ μέτρῳ καὶ τῷ ὑγρῷ διαφόρως χρώμεθα. <lb/>πρὸς γὰρ τὴν τῶν παθῶν
						διαφορὰν ἁρμοζόμενοι καὶ τὴν <lb/>ποσότητα τοῦ φαρμάκου μετροῦμεν καὶ τὸ κατάλληλον
						ὑγρὸν <lb/>τῆς μίξεως κρίνομεν. οὐ γὰρ μόνον πρὸς τὰ τῶν θηρίων <lb/>δήγματα καὶ τὰ
						δηλητήρια φάρμακα βοηθεῖν ἡ ἀντίδοτος <lb/>πέφυκεν, ἀλλὰ καὶ πρὸς τὰ μέγιστα τῶν ἄλλων
						παθῶν ἀλεξητήριον <lb/>φάρμακον ἐκ τῆς ἐν πείρᾳ χρήσεως ὑφ᾿ ὑμῶν <lb/>οὖσα εὑρέθη. </p></div><div type="textpart" subtype="chapter" n="15"><p>[Πρὸς πόσας νόσους βοηθεῖν πέφυκεν ἡ <lb/>θηριακή.] Γαλήνην γοῦν αὐτὴν ἐν τοῖς
						προκειμένοις ἔπεσιν <lb/>ὁ Ἀνδρόμαχος διὰ τοῦτο, οἶμαι, κέκληκεν, ἐπειδὴ ὥσπερ <pb n="271"/> ἔκ τινος τοῦ κατὰ τὰ πάθη χειμῶνος καθάπερ τινὰ γαλήνην <lb/>τὴν ὑγείαν τοῖς
						σώμασιν ἐργάζεται. κεφαλαίας γοῦν <lb/>τὰς χρονίας καὶ τὰ σκοτώματα ἰᾶσθαι πέφυκε καὶ
						δυσηκοΐας <lb/>καὶ ἀμβλυωπίας παύειν. ἐνίοτε δὲ καὶ τὸ τῆς <lb/>γεύσεως ὄργανον ἀσθενοῦν
						καθίστησι. πολλάκις δὲ καὶ τὰς <lb/>ἐπὶ τῶν φρενιτικῶν παρακοπὰς γενναίως <milestone unit="ed2page" n="952"/>ἔπαυσεν, <lb/>ὕπνον ἐπιφέρουσα· ἀπ᾿ αὐτοῦ δὲ καὶ τὰς τῆς
						γνώμης ταραχάς <lb/>τε καὶ τὰς περιπλοκὰς φαντασίας παύουσα τοῖς <lb/>ὕπνοις. καὶ ταῖς
						ἐπιληψίαις δὲ αὐταῖς ἀγωνιστικῶς εἴωθε <lb/>βοηθεῖν, ἀναπίνουσα τὴν πολλὴν ἐκ τῆς
						κεφαλῆς ὑγρασίαν <lb/>καὶ ἀνεμπόδιστον ποιοῦσα τὴν ὁδὸν τῷ πνεύματι. βοηθεῖ <lb/>δὲ καὶ
						τοῖς δυσπνοοῦσιν, ὅταν ἐγκείμενά τινα παχέα φλέγματα <lb/>εἰς τὰς σήραγγας τοῦ
						πνεύμονός, ἀναπνεῖν κωλύωνται <lb/>τὸν ἄνθρωπον, εὐκόλως τέμνουσα καὶ εὐανάγωγα ποιοῦσα
						<lb/>καὶ λεπτύνουσα τὰ συνεστῶτα, καὶ γλίσχρα τῶν ὑγρῶν. <lb/>καὶ τοὺς αἷμα δὲ ἀνάγοντας
						πάνυ ὠφελεῖ, εἴ τις αὐτὴν <lb/>σύμφυτον ἐφεψήσας καὶ ἀνιεὶς τῷ ὕδατι οὕτως ἐπιδῴη.
						<lb/>πολλάκις δὲ καὶ τὰς περὶ τὸν στόμαχον κακώσεις θεραπεύειν <pb n="272"/> πεύειν
						εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς <lb/>λαμβάνειν μὴ δυνάμενον εἰς τὸ
						προσίεσθαι αὐτὰς ἡδέως <lb/>κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν
						<lb/>ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους <lb/>οὐσίας ἀγωνιστικῶς ἔπαυσε,
						καὶ ἑλμίνθων τοῖς ἐντέροις <lb/>ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως
						<lb/>τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς <lb/>πολλῆς πείνης γενναίως
						ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην, <lb/>καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν
						εἰσφερομένην <lb/>τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ <lb/>ἄλλο πᾶν σῶμα,
						θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς <lb/>ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται
						πολλάκις, ἐκλύουσα <lb/>τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα
						<lb/>ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν <lb/>γιγνόμενον γενναίως
						θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν <lb/>καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ
						διακρίνειν αὐτὴν <lb/>ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας
						<lb/>τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν <pb n="273"/>
						καὶ περιττὴν οὐσίαν. θρύπτει δὲ καὶ τοὺς ἐν νεφροῖς <lb/>λίθους, καὶ πᾶν τὸ γεῶδες ἐν
						αὐτοῖς καὶ ῥυπαρὸν <lb/>ἀποκαθαίρει ῥᾳδίως, καὶ τὰς τῆς κύστεως δυσουρίας παύει,
						<lb/>καὶ τὰς ἐν αὐτῇ ἑλκώσεις ἰᾶται πολλάκις, καὶ τὰς περὶ τὴν <lb/>κοιλίαν δυσπεψίας τε
						καὶ ἀτονίας θεραπεύει, θερμαίνουσα <lb/>καὶ τονοῦσα τῆς γαστρὸς τὸ σῶμα, καὶ τῶν ἐντέρων
						τὰς <lb/>ἑλκώσεις καὶ τὰς δυσεντερίας αὐτὰς καὶ τὰς λειεντερίας <lb/>ἀπαλλάττειν εἴωθε.
						ὠφελεῖ δὲ καὶ τοὺς εἰλεωδῶς τὰ ἔντερα <lb/>διατιθεμένους καὶ τοὺς χρονίως τῇ κωλικῇ
						διαθέσει περιπεπτωκότας, <lb/>μάλιστα ὅταν ἀφλέγμαντα ᾖ τὰ ἔντερα, ἐξαναλίσκουσα
						<lb/>τὰς ἐν αὐτοῖς δριμύτητας τῶν ὑγρῶν καὶ διατμίζουσα <lb/>τὰς πνευματώσεις τῶν
						ἐντέρων. ἐνίοτε δὲ καὶ τοῖς <lb/>χολεριῶσι γενναίως βοηθεῖ, τονοῦσα τὴν σύγκρισιν καὶ
						ἐπέχουσα <lb/>τὰ πολλὰ τῶν ῥευμάτων. τὸ μέγιστον δ᾿ αὐτῆς ἔργον <lb/>πολλάκις ἐπὶ τῶν
						καρδιακῶν φαίνεται. ῥεομένου γὰρ <lb/>τοῖς πολλοῖς καὶ συνεχέσιν ἱδρῶσι τοῦ σώματος καὶ
						τῶν <lb/>τόνων λελυμένων, μηδὲ τοῦ οἴνου πολλάκις κρατεῖν τοῦ πάθους <lb/>δυναμένου, ἡ
						ἀντίδοτος πινομένη καὶ τοὺς ἱδρῶτας <lb/>ἵστησι καὶ τὴν δύναμιν πίπτουσαν ὥσπερ
						ἐξανίστησι καὶ <pb n="274"/> ἰσχυρὰν ἀπεργάζεται. ἔστι δὲ ἐπὶ τῶν γυναικῶν καὶ τῶν
						<lb/>καταμηνίων αἱμάτων ἀγωγὸς καὶ τὰς ἐν τῇ μήτρᾳ καὶ ἕδρᾳ <lb/>γιγνομένας αἱμοῤῥοΐδας
						ἐπισχεθείσας πολλάκις ἀναστομοῖ. <lb/>θαυμασίως δὲ καὶ τὰς ἀμέτρους τῶν αἱμάτων
						ἀποκρίσεις <lb/>εἴωθεν ἐπέχειν. μέμνησαι γὰρ ὅτι μικτὴν καὶ ποικίλην τὴν <lb/>δύναμιν
						αὐτῆς ἐν τοῖς ἔμπροσθεν εἴπομεν καὶ διὰ τοῦτο τὰ <lb/>μὲν διαχέουσα καὶ λεπτύνουσα
						ἐκκρίνεσθαι ποιεῖ, τὰ δὲ <lb/>δι᾿ ἀτονίαν τῆς ἐμφύτου δυνάμεως ἀποκρινόμενα περιττῶς,
						<lb/>ταῦτα τονοῦσα τὴν δύναμιν τῶν σωμάτων εἴωθεν ἐπέχειν. <lb/>καὶ τοὺς ποδαγριῶντας δὲ
						καὶ τοὺς πάντα τὰ ἄρθρα ῥευματιζομένους <lb/>ὠφελεῖ μάλιστα τότε, ὅταν ὁ τῆς ἐπιδόσεως
						<lb/>καιρὸς παρέλθῃ καὶ ἡ στάσις τῆς ἀκμῆς γένηται. παραμυθούμενον <lb/>γὰρ τὰ ἀλγήματα
						τοῖς παρηγορεῖν δυναμένοις <lb/>ἐπιθέμασι διδόναι πίνειν χρὴ τοῦ φαρμάκου, <milestone unit="ed2page" n="953"/>ἵνα <lb/>ἐπέχηται τὰ ῥεύματα. ἐξαναλίσκει γὰρ ἡ ἀντίδοτος τὰ
						ἤδη <lb/>ἐπενεχθέντα καὶ ἄλλα κωλύει φέρεσθαι. μάλιστα δὲ ὀνίνησιν <lb/>ὅταν τις αὐτὴν
						καὶ ὑγιαίνων συνεχῶς λαμβάνῃ, ἐκδαπανᾶται <lb/>γὰρ τὰ περιττὰ τῶν ὑγρῶν καὶ τὴν ὅλην
						ἀλλοιοῖ <lb/>σύγκρισιν. τὰ μὲν γὰρ ἄλλα τῶν φαρμάκων, ὅσα εἰς ἀπαλλαγὴν ﻿<pb n="275"/>
						τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ <lb/>τοὺς πόδας τοῦ ῥεύματος φορὰν
						κωλύει γίγνεσθαι, οὐκ <lb/>ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς
						<lb/>μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ <lb/>ἐν τῷ σώματι τοῦ ῥεύματος
						ὁ πνεύμων ἀεὶ κινούμενος διὰ <lb/>τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος
						<lb/>δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿ <lb/>ἑαυτὸν ἕλκων, οὕτω πνίγει
						τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς <lb/>ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο
						ἀποσυμβουλεύω <lb/>μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ <lb/>θηριακῇ ἐν τοῖς
						τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ <lb/>γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ
						καὶ ἕτερα <lb/>συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν <lb/>ἀρξάμενοι
						ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε <lb/>οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας
						πολλάκις μεγάλως <lb/>ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον, <lb/>τὸ
						ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα <lb/>τοὺς ἀνασάρκας καὶ
						λευκοφλεγματίας λεγομένους ὕδρωπας <pb n="276"/> γενναίως εἴωθεν ὠφελεῖν, εἰς ὅλον τὸ
						σῶμα ἀναδιδομένη <lb/>καὶ πολλαχόθι ἐκθλίβουσα τῶν σαρκῶν τὴν ὑγρασίαν. <lb/>διόπερ καὶ
						τῆς καχεξίας λεγομένης ἄριστόν ἐστι φάρμακον; <lb/>μετασυγκρίνουσα τὴν ἔξιν τοῦ σώματος,
						καὶ τὰ μὲν περιττὰ <lb/>διαφοροῦσα, τὴν δὲ φύσιν ἐνεργεῖν εὐτόνως τὰς φυσικὰς
						<lb/>ἐνεργείας παρασκευάζειν δυναμένη. τούτῳ δὲ τῷ τρόπῳ <lb/>
						<milestone unit="ed1page" n="467"/>τῆς βοηθείας καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐπικουρεῖν
						<lb/>πέφυκε. πολλοῦ γὰρ ὄντος τοῦ διεφθορότος ῥεύματος <lb/>καὶ σηπούσης τῆς τούτου
						δυνάμεως τὴν ὅλην σύγκρισιν, <lb/>ἐκνικᾷν εἴωθεν ἡ ἀντίδοτος τὸ νόσημα, ἐπέχουσα μὲν
						<lb/>τοὺς ῥευματισμοὺς, κωλύουσα δὲ τὴν διαφθορὰν γίγνεσθαι <lb/>τοῦ αἵματος. τοὺς δὲ
						τετανικῶς σπωμένους καὶ αὐτοὺς <lb/>πολλάκις ἐθεράπευσε, θερμαίνουσα τὰ νεῦρα καὶ τὰς
						τάσεις <lb/>αὐτῶν χαλῶσα, ὥσπερ δὴ καὶ τὰς παραλύσεις τῶν μερῶν <lb/>ἐξιωμένη πολλάκις
						καὶ ἀναζωπυρεῖν ποιοῦσα τὸ πνεῦμα εἰς <lb/>τὸ κατὰ φύσιν ἤγαγε καὶ τὰς κινήσεις τοῖς
						μέρεσιν ἐνεργεῖν <lb/>ἀπέδωκε. θαυμάζειν δὲ ἔστι τὴν ἀντίδοτον, ὅταν μὴ μόνον <lb/>αὐτὴν
						πάσχον θεραπεύουσαν βλέπωμεν, ἀλλὰ καὶ αὐτὴν <lb/>τὴν ψυχὴν πολλάκις ὑπὸ τῶν παθῶν
						διατιθεμένην <pb n="277"/> κακῶς ὠφελεῖν δυναμένην. τὰς γοῦν ἐκ τῆς μελαγχολίας
						<lb/>γινομένας αὐτῇ κακώσεις παύει διδόμενον συνεχῶς τὸ φάρμακον, <lb/>ὥσπερ ἐκπῖνον καὶ
						ἐξαναλίσκον ἐκ τῶν ἀγγείων καὶ <lb/>ἐκ τοῦ σπληνὸς τὴν μέλαιναν χολὴν, καθάπερ καὶ τὸν
						ἰὸν <lb/>τῶν θηρίων, διόπερ καὶ πρὸς τὸν πυρετὸν τὸν τεταρταῖον <lb/>μάλιστα ἁρμόζει
						καλῶς. ὑπὸ γὰρ τῆς μελαίνης χολῆς γενόμενος <lb/>ὁ πυρετὸς οὗτος εὐκόλως ὑπὸ τῆς
						ἀντιδότου ἀπαλλάττεται, <lb/>μάλισθ᾿ ὅταν τὶς αὐτῇ τεχνικῶς ᾖ χρώμενος. ἔγωγ᾿ <lb/>οὖν
						πολλοὺς τῶν τεταρταιζόντων τῇ ἀγωγῇ ταύτῃ χρησάμενος <lb/>ἀπήλλαξα ῥᾳδίως τοῦ νοσήματος,
						προκενώσας αὐτοὺς <lb/>τῷ ἀπὸ δείπνου ἐμέτῳ, εἶτα τῇ ἑξῆς ἐπιδοὺς τὸν χυλὸν τοῦ
						<lb/>ἀψινθίου, ἵνα ἐπιγλυκάνω καὶ κατακεράσω τὴν χολὴν, οὕτως <lb/>πρὸ ὡρῶν δύο τῆς
						ἐπισημασίας τὴν ἀντίδοτον δίδωμι. καὶ <lb/>θαυμαστῶς οἶδα πολλάκις ἐπιτυχοῦσαν αὐτὴν, ὡς
						ταχέως <lb/>ἀνεπισήμαντον μεῖναι τὸν λαμβάνοντα. </p></div><div type="textpart" subtype="chapter" n="16"><p><milestone unit="ed2page" n="954"/>[Μεθοδικῶν ἔλεγχος ἄχρηστον εἶναι <lb/>νομιζόντων τὸ
						εἰδέναι τὰς τῶν νόσων αἰτίας· καὶ πάλιν τὰ <lb/>χρήσιμα τῆς θηριακῆς διεξίησι.] Καὶ τὸν
						ὑδροφόβον δὲ, <lb/>τὸν κάκιστον τῶν νοσημάτων, τοῦτο τὸ φάρμακον πολλάκις <pb n="278"/>
						ἀπαλλάττειν εἴωθε καὶ θαυμασίως ἀνταγωνίζεσθαι τῇ τῶν <lb/>τοσούτων κακῶν συνδρομῇ. οὐ
						γὰρ μόνον αὐτοῖς τὸ σῶμα <lb/>ξηραίνεται καὶ σπώμενον γίνεται ἐνίοτε καὶ πυρετὸν δριμέως
						<lb/>ἔνδοθεν καίεται, ἀλλὰ καὶ γνώμῃ παρανοεῖ καὶ τὸ χαλεπώτατον <lb/>αὐτοῖς φέρει
						σύμπτωμα. τὸ γὰρ ὕδωρ φοβοῦνται <lb/>καὶ διὰ μὲν τὴν πολλὴν ξηρότητα τοῦ ὑγροῦ ἐπιθυμίαν
						<lb/>ἔχουσι καὶ τοῦ πιεῖν ἀπέχονται, διὰ δὲ τὴν παρακοπὴν <lb/>τὸ ὠφελῆσαι δυνάμενον οὐκ
						ἐπινοοῦσι. φεύγοντες γὰρ τὸ <lb/>ὕδωρ καὶ φοβούμενοι τῷ οἰκτίστῳ θανάτῳ ἀποθνήσκουσι
						<lb/>κακῶς, ἐφ᾿ ὦν μάλιστα ἐγὼ καὶ τοὺς μεθοδικοὺς τεθαύμακα, <lb/>ἀχρήστους γὰρ αἰτίας
						πρὸς τὰς θεραπείας εἶναι λέγοντες <lb/>οὐκ οἶδ᾿ ὅπως καὶ θεραπεύειν ποτὲ τούτους
						δύνανται, ἁπλοῦ <lb/>τοῦ δήγματος ὄντος καὶ ὁμοίου φαινομένου τῷ ὑπὸ τοῦ μὴ
						<lb/>λυσσῶντος δεδηγμένῳ κυνός. τίνα γὰρ καὶ θεραπείας τρόπον <lb/>αὐτοῖς ἐνδείξεται,
						ἀπερισκέπτως ὁρώμενον τὸ τραῦμα <lb/>τοῦ σώματος, μὴ ἐξεταζομένης ὑπ᾿ αὐτῶν τῆς ἔνδον
						αἰτίας <lb/>οὔσης καὶ τοῖς μὲν ὀφθαλμοῖς τοῦ μεθοδικοῦ μὴ ὁρωμένης, <lb/>ὑπὸ δὲ τοῦ
						λογικοῦ ἰατροῦ μόνῳ τῷ λογισμῷ καὶ τῇ ἐξετάσει <pb n="279"/> ἀκριβῶς ἐξευρισκομένης; διὸ
						καὶ ὁ μεθοδικῷ θεραπεύοντι <lb/>κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ
						<lb/>ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος <lb/>αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ
						διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος <lb/>ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ
						μετὰ <lb/>λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς <lb/>συμπτώμασιν ἁλώσεται
						ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται <lb/>διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ
						αὐτὸν <lb/>ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις <lb/>ἦν αὐτὸν ὁ
						κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς <lb/>μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς
						ὄμμασιν ἐξέρυθρος, <lb/>καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος <lb/>ἔχων
						ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην <lb/>καὶ ὥσπερ χολὴν
						κεχρωσμένην, ἐμπίπτων τε τοῖς <lb/>ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον
						ἑστάναι <lb/>θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους <lb/>αὐτοῦ
						γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα, <lb/>εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι
						τὸν κύνα. θεραπεύσεις ﻿<pb n="280"/> δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα,
						<lb/>ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν <lb/>σάρκα, ἐκ πολλοῦ τοῦ
						διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ <lb/>σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται,
						ἀλλ᾿ <lb/>ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος <lb/>τοὐλάχιστον εἰς τὰς
						τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ <lb/>τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν
						πάνυ πεπυρακτωμένοις <lb/>ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς <lb/>ἄλλοις φαρμάκοις
						ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς <lb/>τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας
						ποτὲ, καὶ <lb/>τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ <lb/>ἐλαίῳ, καὶ ὥς
						τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι, <lb/>ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ
						βάθους ἐπισπάσηται <lb/>τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι <lb/>παιώνειον
						φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη <lb/>καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς
						βοηθεῖ. ἐφάνη δὲ <lb/>ἡμῖν ἡ <milestone unit="ed2page" n="955"/>ἀντίδοτος αὕτη καὶ ἐν
						ταῖς λοιμικαῖς καταστάσεσι <lb/>μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς <pb n="281"/> ἄλλου βοηθήματος τῷ μεγέθει τοῦ κακοῦ ἀντιστῆναι οὕτως <lb/>πεφυκότος. ὥσπερ
						γάρ τι θηρίον καὶ αὐτὸς ὁ λοιμὸς οὐκ <lb/>ὀλίγους τινὰς, ἀλλὰ καὶ πόλεις ὅλας
						ἐπινεμόμενος διαφθείρει <lb/>κακῶς, τροπῆς τινος μοχθηρᾶς εἰς τὸ διαφθείρειν δύνασθαι
						<lb/>περὶ τὸν ἀέρα γιγνομένης, καὶ τῶν ἀνθρώπων τῇ <lb/>τῆς ἀναπνοῆς ἀνάγκῃ τὸ δεινὸν
						φεύγειν μὴ δυναμένων, ἀλλὰ <lb/>αὐτὸν εἰς αὑτοὺς ὥσπερ τι δηλητήριον διὰ στόματος
						ἑλκόντων <lb/>τὸν ἀέρα. διόπερ ἐπαινῶ καὶ τὸν θαυμασιώτατον Ἱπποκράτην, <lb/>ὅτι τὸν
						λοιμὸν ἐκεῖνον τὸν ἐκ τῆς Αἰθιοπίας εἰς <lb/>τοὺς Ἕλληνας φθάσαντα οὐκ ἄλλως ἐθεράπευσεν
						ἀλλ᾿ ἢ <lb/>τρέψας τὸν ἀέρα καὶ ἀλλοιώσας, ἵνα μηκέτι τοιοῦτος ὢν <lb/>ἀναπνέηται.
						κελεύσας οὖν ἀνὰ τὴν πόλιν ὅλην ἐξάπτεσθαι <lb/>τὸ πῦρ, οὐχ ἁπλῆν τῆς ἀνάψεως τὴν ὕλην
						ἔχον, ἀλλὰ στεφάνων <lb/>τε καὶ τῶν ἀνθῶν τὰ εὐωδέστατα, τοιαῦτα συνεβούλευσεν
						<lb/>εἶναι τοῦ πυρὸς τὴν τροφὴν, καὶ ἐπισπεύδειν αὐτῷ <lb/>τῶν μόρων τὰ λιπαρώτατα, καὶ
						ἡδεῖαν τὴν ὀδμὴν ἔχοντα, <lb/>ῖν᾿ οὕτω καθαρὸν γενόμενον οἱ ἄνθρωποι ἀναπνεύσωσιν εἰς
						<lb/>τὴν ἀπαλλαγὴν τὸν ἀέρα. τὸν αὐτὸν τρόπον νομίζω καὶ <pb n="282"/> τὴν θηριακὴν,
						ὥσπερ τι καὶ αὐτὴν οὖσαν πῦρ καθάρσιον, <lb/>τοὺς μὲν προπίνοντας αὐτὴν ἐν τῇ λοιμικῇ
						καταστάσει μηδ᾿ <lb/>ὅλως ἐᾷν ἁλίσκεσθαι τῷ κακῷ, τοὺς δὲ ἤδη φθάσαντας παθεῖν
						<lb/>ἐξιᾶσθαι δύνασθαι, ἀλλοιοῦσαν καὶ τρέπουσαν τὴν <lb/>τοῦ ἀναπνευσθέντος ἀέρος
						πονηρίαν καὶ μηκέτ᾿ ἐῶσαν διαφθείρειν <lb/>τὴν σύγκρισιν. διόπερ ἐγὼ συμβουλεύω σοι καὶ
						<lb/>διὰ ταύτας μὲν τὰς οὕτω γιγνομένας αἰφνιδίους περὶ τὸν <lb/>ἀέρα καταστάσεις, καὶ
						διὰ τὰς ἄλλας τῶν βλαπτόντων αἰτίας <lb/>λαμβάνειν τῆς ἀντιδότου συνεχῶς καὶ ὑγιαίνοντι,
						ἵνα <lb/>καὶ τοῖς ἔξωθεν προσπίπτουσιν ἀνθιστῆταί σοι τὸ σῶμα καὶ <lb/>ὅταν ἤδη πάθῃ,
						εὐίατον εὕρῃς. αὕτη γὰρ ὡς εὐκρασίαν <lb/>τινὰ καὶ ὑγιεινὴν κατάστασιν περιποιεῖ τοῖς
						σώμασιν, ἀναλίσκουσα <lb/>τὰ περιττώματα τῶν ὑγρῶν καὶ ἀναθερμαίνουσα <lb/>τὰ
						κατεψυγμένα τῶν μερῶν, καὶ τὴν ἔμφυτον δύναμιν τονοῦσα <lb/>πρὸς τὸ τὰς φυσικὰς
						ἐνεργείας ἐκτελεῖσθαι <milestone unit="ed1page" n="468"/>
						<lb/>καλῶς. ὅταν γὰρ ἡ φύσις εὐρώστως ἔχῃ, τότε καὶ ἀνεκποδίστως <lb/>ἡ κοιλία πέσσει
						τὰς τροφὰς, καὶ αἱ φλέβες ἐξαιματοῦσιν <lb/>αὐτὰς εὐχερῶς, καὶ τὸ ἧπαρ ῥᾳδίως διακρίνει
						τὴν <lb/>χολὴν, καὶ καθαρὸν παραλαβοῦσα ἡ καρδία τὸ αἷμα, ὅλῳ <pb n="283"/> λοιπὸν, ὡς
						ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι, <lb/>τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι
						συμμέτρως ποιεῖ, <lb/>καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς
						<lb/>διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι <lb/>τῆς. ἀντιδότου
						λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος <lb/>χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν
						σπλάγχνων <lb/>ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν <lb/>δυνάμενον.
						οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν <lb/>τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς
						τε γὰρ αἰσθήσεις <lb/>ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων
						<lb/>ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι <lb/>ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν,
						ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα <lb/>κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς
						διαφθείρεσθαι. <lb/>ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις <lb/>τὴν
						τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ <lb/>τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ
						καὶ τὸν Μιθριδάτην <lb/>ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα,
						<lb/>οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα <lb/>πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ
						ἐκείνου ὀνόματι οὕτω <pb n="284"/> καλουμένην, Μιθριδάτειος γὰρ ὀνομάζεται, διὰ τὴν ἐξ
						αὐτῆς <lb/>κατεσκευσμένην τῷ σώματι δυσπάθειαν μὴ δυνηθῆναι <lb/>λαβόντα τὸ φάρμακον
						ἀποθανεῖν. ὁπότε γὰρ πολεμῶν πρὸς <lb/>τοὺς Ῥωμαίους ὑπὸ τοῦ Πομπηΐου <milestone unit="ed2page" n="956"/>νικώμενος καὶ <lb/>ἐν τοῖς ἐσχάτοις ὢν ὑπὸ τοῦ φαρμάκου τοῦ
						ἰοῦ ἄνοσος <lb/>ἀποθανεῖν ἠπείγετο, πιὼν τὸ φάρμακον καὶ πολύ γε αὐτοῦ <lb/>λαβὼν αὐτὸς
						μὲν οὐκ ἀπέθνησκε, τὰς δὲ θυγατέρας πάνυ <lb/>βουληθείσας αὐτῷ διὰ τὴν φιλοστοργίαν
						συναποθανεῖν πιούσας <lb/>τὸ αὐτὸ φάρμακον ταχέως ἀποκτανῆναι, εἶθ᾿ ὡς ἐβράδυνε <lb/>μὴ
						ἀποθνήσκων, τοῦ φαρμάκου δι᾿ ἣν προέπινεν ἀντίδοτον <lb/>μηδὲν ἰσχῦσαι δυναμένου,
						καλέσας Βιστόκον τοὔνομα <lb/>τῶν φίλων αὐτοῦ τινα, ἐκέλευσεν αὐτὸν ἀποσφάξαι, καὶ
						<lb/>οὕτω ποιήσας τῷ σιδήρῳ τοῦ φαρμάκου γενέσθαι τὸ ἔργον, <lb/>ἀποθανεῖν αὐτὸν βιαίως
						ἠνάγκασεν. </p></div></div></body></text></TEI>