[Ἕκαστα τὰ τὴν θηριακὴν συντιθέμενα ἀκριβῶς ἐξεταστέον. καὶ τὴν Ἀνδρομάχου γραφὴν προκριτέον.] Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς μηκέτι εἷναί σοι θαυμαστὸν τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς φαρμάκων, μετὰ τοῦτο λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι. οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ αὐτῆς γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις ὑπὸ τῶν θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ ἐν τοῖς ἄλλοις μίγμασι τῶν σκευαζόντων ἀπειρία ἄχρηστον· πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν περὶ τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿ ὅσοι καὶ φάρμακά τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται, τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ γὰρ εὕρομέν ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν τὰ θηρία τοὺς ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς φωλειᾶς τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ καὶ προεθίζουσιν ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς ἐπιδιδόντες καὶ συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος αὐτῶν κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς ἐπιδιδόντες ἐμφραττούσας τῶν ὀδόντων τὰ τρήματα καὶ οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν τέχνην οὐκ εἰδότας· ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν ὀλίγη αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα τῶν ἐμβαλλομένων, κασσίαν λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ, καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ καλούμενον ψευδοκιννάμωμον ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον εὑρίσκεται. τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς τὰς ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ μὲν ἐν τοῖς ὄρεσι γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι τῇ χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας ἔχον τινάς. ἄλλο τι λευκὸν εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν. ἔστι δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. τὸ δὲ πάντων κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ λεπτὰ ἔχον τὰ ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ μάλιστα προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ γεύσει δριμὺ ἡμῖν καταφαίνεται καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον πηγανίζειν δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον. ἡ δὲ κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν, πλανᾷν εἴωθε πολλάκις. ἔστι γάρ τις καὶ ψευδοκασσία πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ ἐντεριώνῃ εὑρίσκεται, ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα, ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει ποιουμένη, συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον ἔχουσα, ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη. εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην πανουργίαν μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον τῷ ἀληθεῖ ἔχον τὸ μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς γεύσεως πλανῶσι τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ ἥδιόν τε καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην αὐτῷ περιεργότερον βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿ αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἀκριβείας, ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν ἀρκεῖν νομίζω, ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ, ἕκαστον αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον. ἡ γὰρ ἑνός τινος κακία πολλάκις διαφθείρει τὰ πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς, διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος, ἀκριβὴς περὶ τὰ φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε τὸ φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν δραχ. κδ΄. ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. πεπέρεως μακροῦ δραχ. κδ΄. ὀποῦ μήκωνος δραχ. κδ΄. ἡδυχρόου μάγματος δραχ. κδ΄. ῥόδων ξηρῶν δραχ. ιβ΄. ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος, σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ δραχ. ιβ΄. σμύρνης, κόστου, κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους, λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος, δικτάμνου, πρασίου, ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης,  τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ δραχ. στ΄. πολίου δραχ. δ΄. χαμαιπίτυος δραχ. δ΄. στύρακος δραχ. δ΄. ἀμώμου βότρυος, μήου, νάρδου Κελτικῆς, Λημνίας σφραγῖδος, φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου, χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος χυλοῦ, βαλσάμου καρποῦ, κόμμεως, μαράθρου σπέρματος, καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ, σαγαπηνοῦ, ἄμμεως, ἀνὰ δραχ. δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς, δαύκου σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος, κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ δραχ. δ΄. μέλιτος λίτρας ι΄. οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν τὰ ἄλλα τῷ Ἀνδρομάχῳ ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ ἀντὶ τῶν δραχ. δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς δραχ. β΄. ἔμισγε τῷ φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς γενόμενος καὶ ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας, πάντα μὲν τὰ μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου, διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις. τινὰ γὰρ ὦν ἐκεῖνοι πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄ ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ, καὶ πάλιν τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν ἀνὰ δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως τοῖς ἀνδράσι τούτοις ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ, οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως, οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ φάρμακον, τοῦ Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν καὶ τῷ Δαμοκράτει. μίαν μὲν γὰρ δραχμὴν ὁ Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι δὲ καὶ τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται, τῶν ἄλλων, ὡς εἰκὸς πρὸς τὴν χρείαν, ὁπόσῳ μέτρῳ τοῦ οἴνου χρωμένων. Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τῷ μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα συμφώνως σκευάζει τὸ φάρμακον, μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ τοῖς ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς μόνας μίγνυσι τῇ ἀντιδότῳ. τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς, ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς βασιλικὰς χρείας οὕτως σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος ἰατροῦ εὐφυὴς ὢν σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν λόγον. [Πῶς κατασκευαστέοι οἵ τε ἡδύχροοι, σκιλλητικοὶ καὶ θηριακοὶ ἀρτίσκοι.] Πρὸ δὲ τῆς κατασκευῆς αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου μάγματος γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃ Ἀσπαλάθου ῥίζης φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου, ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ δραχ. στ΄. κινναμώμου, δραχ. κδ΄. ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. μαλαβάθρου φύλλων δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε τοὺς τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς ἀρτίσκους σκεύαζε οὕτως. λαβόντα χρὴ σκίλλαν νεαρὰν καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ- παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι μεταλαμβάνῃ. εἶτα ὅταν ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι ὀπτῶνται, ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον αὐτῆς μέρη τὰ ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου τὸ ἴσον, ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων ὀλίγον μοι μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿ ἴσον ἐστὶ τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν σκιᾷ ἀποτιθεμένους εἰς τὴν χρῆσιν φυλάττειν, εἶτα μετὰ ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας, ἀλλὰ μάλιστα περὶ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς τοὺς ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν ἰόν. ἔνδον γὰρ φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς φθοροποιὸν δύναμιν, ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις, ὅπερ ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς φωλείας μᾶλλον ἤπερ τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε τοῦ ἀέρος καὶ τραφῆναι τὴν συνήθη νομήν. νέμεται δὲ ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις καὶ κανθαρίδας καὶ τὰς καλουμένας πιτυοκάμπας. αὗται γὰρ αὐτῶν εἰσιν αἱ κατάλληλοι τροφαί. ἔστω δὲ καὶ  ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ μάλιστα ἐπανατείνοντα τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους ἔχοντα, καὶ ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν γαστέρα προκολπότερον, καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα, καὶ τὴν οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα, καὶ ἠρεμαῖον τὸν περίπατον ποιούμενα. τούτῳ γὰρ τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν τούτων λέγει Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται, ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης. καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε καὶ τὰς οὐρὰς, τοσοῦτον ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη ταῦτα ἀκριβῶς παραινῶ, εἰ μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι φαίνοιτο εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ πρὸς τὴν τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν ὑπολειπομένην κίνησίν τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα, ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου, οὐ γὰρ ἐξίτηλον, ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν αὐτῶν ὅλον ἀκριβῶς τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ τὰ ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα. καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον, ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον, ἵνα ἀκνίστως ἡ ἕψησις αὐτῶν γένηται. ἑψήσθωσαν δὲ ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν αἱ σάρκες καλῶς, τὸ μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων, τότε ἀνελόμενος τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς σάρκας τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως τῆς καθαρωτάτης γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς μίγνυσθαι θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες, οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως ἀνάπλασσε συμμέτρους τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου σκευασίαν φύλαττε. [Θηριακῆς σκευασία, ἀποθήκη, ἡλικία, κρίσις, δόσις.] Καὶ λοιπὸν τῶν ἄλλων ὅσα καὶ κόπτεσθαι καὶ σήθεσθαι χρὴ, κοσκινέειν κοσκίνῳ, ὡς ἔνι μάλιστα λεπτοτρήτῳ γενομένῳ. πάνυ γὰρ τὸ λεῖον πρὸς τὴν ὠφέλειαν εἶναί μοι δοκεῖ χρήσιμον, διὰ τὸ μᾶλλον εὐπρόσθετον εἶναι τοῖς σώμασιν. ὅσα δὲ διαβρέχειν τε καὶ λειοῦν χρὴ, καὶ ταῦτα λείου καὶ τῷ οἴνῳ βρέχε. ἔστω δὲ ὁ οἶνος κάλλιστος, οἷος ὁ Φαλερῖνος γλυκὺς, ὁ μὴ Φαυστιανὸς, ἀλλ᾿ ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿ οὕτως πάντα λειώσας πρόσβαλε τὸ αὔταρκες μέλι· ἔστω δὲ τὸ αὔταρκες, ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως, ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες χωρισθῆναι. ἔστω δὲ καὶ τὸ μέλι τὸ καλούμενον Ὑμήττιον. τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ Ὑμηττῷ γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον ποιοῦσι τὸ μέλι. πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν ἐπιβάλλειν τῷ φαρμάκῳ, καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς, πάλιν παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ ἀργυρᾶ σκεύη, μὴ πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν τῷ φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι αὐτῆς ἡ χρῆσις γενήσεται. χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες, καὶ ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο, καὶ μάλιστα ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας καὶ τῆς ἀπὸ τοῦ φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα. ὡς ἐπί γε τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν αἰτία, αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ τὸ πέρας τοῦ τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν δύναμιν κρῖναι θέλοντες πρῶτον διδόντες τὶ τῶν καθαρτικῶν φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν, οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ ἀκμαία εἴη οὐδ᾿ ὅλως ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα τῷ ἑαυτῆς δυνατῷ τοῦ καθαρτικοῦ φαρμάκου τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν ἀντίδοτον  λαβὼν, κατάδηλος γίγνεται ὅτι ἄτονός τε καὶ ἐξίτηλός ἐστιν ἡ ἰσχὺς, ὡς μηδὲ κρατῆσαι τῆς τοῦ φαρμάκου δυνάμεως. ἔστι δὲ αὐτῆς τὸ μέτρον τῆς πόσεως οὐκ ἐπὶ πάντων τὸ αὐτὸ, ὥσπερ οὐδὲ τὸ ὑγρὸν, ᾧ διαλύοντες αὐτὴν δίδομεν. ἐπὶ μὲν γὰρ τῶν προειρημένων Ποντικοῦ καρύου τὸ μέγεθος ἀνιέντες μετ᾿ οἴνου κυάθων τριῶν οὕτως αὐτὴν διδόναι πίνειν τοῖς λαμβάνουσιν εἰώθαμεν. ἐπὶ δὲ τῶν ἄλλων παθῶν καὶ τῷ μέτρῳ καὶ τῷ ὑγρῷ διαφόρως χρώμεθα. πρὸς γὰρ τὴν τῶν παθῶν διαφορὰν ἁρμοζόμενοι καὶ τὴν ποσότητα τοῦ φαρμάκου μετροῦμεν καὶ τὸ κατάλληλον ὑγρὸν τῆς μίξεως κρίνομεν. οὐ γὰρ μόνον πρὸς τὰ τῶν θηρίων δήγματα καὶ τὰ δηλητήρια φάρμακα βοηθεῖν ἡ ἀντίδοτος πέφυκεν, ἀλλὰ καὶ πρὸς τὰ μέγιστα τῶν ἄλλων παθῶν ἀλεξητήριον φάρμακον ἐκ τῆς ἐν πείρᾳ χρήσεως ὑφ᾿ ὑμῶν οὖσα εὑρέθη. [Πρὸς πόσας νόσους βοηθεῖν πέφυκεν ἡ θηριακή.] Γαλήνην γοῦν αὐτὴν ἐν τοῖς προκειμένοις ἔπεσιν ὁ Ἀνδρόμαχος διὰ τοῦτο, οἶμαι, κέκληκεν, ἐπειδὴ ὥσπερ ἔκ τινος τοῦ κατὰ τὰ πάθη χειμῶνος καθάπερ τινὰ γαλήνην τὴν ὑγείαν τοῖς σώμασιν ἐργάζεται. κεφαλαίας γοῦν τὰς χρονίας καὶ τὰ σκοτώματα ἰᾶσθαι πέφυκε καὶ δυσηκοΐας καὶ ἀμβλυωπίας παύειν. ἐνίοτε δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον ἀσθενοῦν καθίστησι. πολλάκις δὲ καὶ τὰς ἐπὶ τῶν φρενιτικῶν παρακοπὰς γενναίως ἔπαυσεν, ὕπνον ἐπιφέρουσα· ἀπ᾿ αὐτοῦ δὲ καὶ τὰς τῆς γνώμης ταραχάς τε καὶ τὰς περιπλοκὰς φαντασίας παύουσα τοῖς ὕπνοις. καὶ ταῖς ἐπιληψίαις δὲ αὐταῖς ἀγωνιστικῶς εἴωθε βοηθεῖν, ἀναπίνουσα τὴν πολλὴν ἐκ τῆς κεφαλῆς ὑγρασίαν καὶ ἀνεμπόδιστον ποιοῦσα τὴν ὁδὸν τῷ πνεύματι. βοηθεῖ δὲ καὶ τοῖς δυσπνοοῦσιν, ὅταν ἐγκείμενά τινα παχέα φλέγματα εἰς τὰς σήραγγας τοῦ πνεύμονός, ἀναπνεῖν κωλύωνται τὸν ἄνθρωπον, εὐκόλως τέμνουσα καὶ εὐανάγωγα ποιοῦσα καὶ λεπτύνουσα τὰ συνεστῶτα, καὶ γλίσχρα τῶν ὑγρῶν. καὶ τοὺς αἷμα δὲ ἀνάγοντας πάνυ ὠφελεῖ, εἴ τις αὐτὴν σύμφυτον ἐφεψήσας καὶ ἀνιεὶς τῷ ὕδατι οὕτως ἐπιδῴη. πολλάκις δὲ καὶ τὰς περὶ τὸν στόμαχον κακώσεις θεραπεύειν πεύειν εἴωθε καὶ ἀνόρεκτον αὐτὸν ὄντα καὶ τὰς τροφὰς λαμβάνειν μὴ δυνάμενον εἰς τὸ προσίεσθαι αὐτὰς ἡδέως κατέστησεν. ἐνίοτε δὲ καὶ τὴν ἐπιτεταμένην ἀλόγως ὄρεξιν ἔκ τινος παρακειμένης αὐτῷ δριμυτέρας καὶ δακνώδους οὐσίας ἀγωνιστικῶς ἔπαυσε, καὶ ἑλμίνθων τοῖς ἐντέροις ἐγκειμένων, καὶ διὰ τοῦτο αὐτοῦ τοῦ στομάχου ἀπλήστως τῆς τροφῆς ὀρεγομένου πνῖγον τὰ θηρία τὸ φάρμακον τῆς πολλῆς πείνης γενναίως ἀπήλλαξεν. ἔτι καὶ τὴν μεγίστην, καὶ πλατεῖαν ἕλμινθα γενομένην καὶ πᾶσαν τὴν εἰσφερομένην τροφὴν ἐκνεμομένην, καὶ διὰ τοῦτ᾿ ἐκτήκουσαν τὸ ἄλλο πᾶν σῶμα, θαυμασίως ἐξάγει τῶν ἐντέρων. καὶ τὰς ἡπατικὰς καὶ σπληνικὰς διαθέσει ἰᾶται πολλάκις, ἐκλύουσα τὰς ἐμφράξεις καὶ τὰς περὶ τὸ ἧπαρ διαθέσεις καὶ σπλῆνα ἰωμένη. καὶ τὸν ἴκτερον διά τινα παρὰ τὸ ἧπαρ διάθεσιν γιγνόμενον γενναίως θεραπεύει, ἀποκαθαίρουσα τὴν χολὴν καὶ ὥσπερ ἀπομάττουσα καὶ ποιοῦσα τὸ ἧπαρ διακρίνειν αὐτὴν ἀκριβῶς ἀπὸ τοῦ αἵματος. τήκει δὲ ἐνίοτε καὶ τοὺς σπλῆνας τοῖς ἐσκιῤῥωμένους, κατ᾿ ὀλίγον ἀναλίσκουσα τὴν ἐν αὐτοῖς ῥυπαρίαν καὶ περιττὴν οὐσίαν. θρύπτει δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους, καὶ πᾶν τὸ γεῶδες ἐν αὐτοῖς καὶ ῥυπαρὸν ἀποκαθαίρει ῥᾳδίως, καὶ τὰς τῆς κύστεως δυσουρίας παύει, καὶ τὰς ἐν αὐτῇ ἑλκώσεις ἰᾶται πολλάκις, καὶ τὰς περὶ τὴν κοιλίαν δυσπεψίας τε καὶ ἀτονίας θεραπεύει, θερμαίνουσα καὶ τονοῦσα τῆς γαστρὸς τὸ σῶμα, καὶ τῶν ἐντέρων τὰς ἑλκώσεις καὶ τὰς δυσεντερίας αὐτὰς καὶ τὰς λειεντερίας ἀπαλλάττειν εἴωθε. ὠφελεῖ δὲ καὶ τοὺς εἰλεωδῶς τὰ ἔντερα διατιθεμένους καὶ τοὺς χρονίως τῇ κωλικῇ διαθέσει περιπεπτωκότας, μάλιστα ὅταν ἀφλέγμαντα ᾖ τὰ ἔντερα, ἐξαναλίσκουσα τὰς ἐν αὐτοῖς δριμύτητας τῶν ὑγρῶν καὶ διατμίζουσα τὰς πνευματώσεις τῶν ἐντέρων. ἐνίοτε δὲ καὶ τοῖς χολεριῶσι γενναίως βοηθεῖ, τονοῦσα τὴν σύγκρισιν καὶ ἐπέχουσα τὰ πολλὰ τῶν ῥευμάτων. τὸ μέγιστον δ᾿ αὐτῆς ἔργον πολλάκις ἐπὶ τῶν καρδιακῶν φαίνεται. ῥεομένου γὰρ τοῖς πολλοῖς καὶ συνεχέσιν ἱδρῶσι τοῦ σώματος καὶ τῶν τόνων λελυμένων, μηδὲ τοῦ οἴνου πολλάκις κρατεῖν τοῦ πάθους δυναμένου, ἡ ἀντίδοτος πινομένη καὶ τοὺς ἱδρῶτας ἵστησι καὶ τὴν δύναμιν πίπτουσαν ὥσπερ ἐξανίστησι καὶ ἰσχυρὰν ἀπεργάζεται. ἔστι δὲ ἐπὶ τῶν γυναικῶν καὶ τῶν καταμηνίων αἱμάτων ἀγωγὸς καὶ τὰς ἐν τῇ μήτρᾳ καὶ ἕδρᾳ γιγνομένας αἱμοῤῥοΐδας ἐπισχεθείσας πολλάκις ἀναστομοῖ. θαυμασίως δὲ καὶ τὰς ἀμέτρους τῶν αἱμάτων ἀποκρίσεις εἴωθεν ἐπέχειν. μέμνησαι γὰρ ὅτι μικτὴν καὶ ποικίλην τὴν δύναμιν αὐτῆς ἐν τοῖς ἔμπροσθεν εἴπομεν καὶ διὰ τοῦτο τὰ μὲν διαχέουσα καὶ λεπτύνουσα ἐκκρίνεσθαι ποιεῖ, τὰ δὲ δι᾿ ἀτονίαν τῆς ἐμφύτου δυνάμεως ἀποκρινόμενα περιττῶς, ταῦτα τονοῦσα τὴν δύναμιν τῶν σωμάτων εἴωθεν ἐπέχειν. καὶ τοὺς ποδαγριῶντας δὲ καὶ τοὺς πάντα τὰ ἄρθρα ῥευματιζομένους ὠφελεῖ μάλιστα τότε, ὅταν ὁ τῆς ἐπιδόσεως καιρὸς παρέλθῃ καὶ ἡ στάσις τῆς ἀκμῆς γένηται. παραμυθούμενον γὰρ τὰ ἀλγήματα τοῖς παρηγορεῖν δυναμένοις ἐπιθέμασι διδόναι πίνειν χρὴ τοῦ φαρμάκου, ἵνα ἐπέχηται τὰ ῥεύματα. ἐξαναλίσκει γὰρ ἡ ἀντίδοτος τὰ ἤδη ἐπενεχθέντα καὶ ἄλλα κωλύει φέρεσθαι. μάλιστα δὲ ὀνίνησιν ὅταν τις αὐτὴν καὶ ὑγιαίνων συνεχῶς λαμβάνῃ, ἐκδαπανᾶται γὰρ τὰ περιττὰ τῶν ὑγρῶν καὶ τὴν ὅλην ἀλλοιοῖ σύγκρισιν. τὰ μὲν γὰρ ἄλλα τῶν φαρμάκων, ὅσα εἰς ἀπαλλαγὴν  τοῦ νοσήματος οἱ ποδαγριῶντες πίνουσι, τὴν μὲν ἐπὶ τοὺς πόδας τοῦ ῥεύματος φορὰν κωλύει γίγνεσθαι, οὐκ ἐξαναλίσκοντα δὲ τὴν περιττὴν τούτων ὑγρασίαν ἄλλου τινὸς μείζονος νοσήματος γένεσιν ἐργάζεται. πλανωμένου γὰρ ἐν τῷ σώματι τοῦ ῥεύματος ὁ πνεύμων ἀεὶ κινούμενος διὰ τὴν τῆς ἀναπνοῆς ἀνάγκην, καὶ διὰ τὸ μανὸν τοῦ σώματος δέξασθαι τὸ ῥεῦμα ῥᾳδίως δυνάμενος, τὸ πᾶν αὐτὸς ἐφ᾿ ἑαυτὸν ἕλκων, οὕτω πνίγει τὸν ἄνθρωπον, ὅπερ ἱστορικῶς ἐπὶ πολλῶν ἐγὼ τῇ πείρᾳ κατέμαθον, καὶ διὰ τοῦτο ἀποσυμβουλεύω μηδ᾿ ὅλως πίνειν ταῦτα τὰ φάρμακα. τῇ δὲ θηριακῇ ἐν τοῖς τοιούτοις χρῆσθαι καὶ πάνυ παραινῶ· καὶ γὰρ ξηραίνουσα τὰ περιττὰ τῶν ὑγρῶν ὠφελεῖ καὶ ἕτερα συλλέγεσθαι οὐκ ἐᾷ. πολλοὶ γοῦν ἐν ἀρχῇ συνεχῶς πίνειν ἀρξάμενοι ἀπηλλάγησαν τελέως τοῦ πάθους, καὶ τούτῳ γε οἶμαι τῷ λόγῳ καὶ τοὺς ὑδεριῶντας πολλάκις μεγάλως ὠφέλησεν, ἐκδαπανῶσα τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ κατεψυγμένον, τὸ ἔμφυτον θερμὸν ἀναθερμαίνειν δυναμένη, καὶ μάλιστα τοὺς ἀνασάρκας καὶ λευκοφλεγματίας λεγομένους ὕδρωπας γενναίως εἴωθεν ὠφελεῖν, εἰς ὅλον τὸ σῶμα ἀναδιδομένη καὶ πολλαχόθι ἐκθλίβουσα τῶν σαρκῶν τὴν ὑγρασίαν. διόπερ καὶ τῆς καχεξίας λεγομένης ἄριστόν ἐστι φάρμακον; μετασυγκρίνουσα τὴν ἔξιν τοῦ σώματος, καὶ τὰ μὲν περιττὰ διαφοροῦσα, τὴν δὲ φύσιν ἐνεργεῖν εὐτόνως τὰς φυσικὰς ἐνεργείας παρασκευάζειν δυναμένη. τούτῳ δὲ τῷ τρόπῳ τῆς βοηθείας καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐπικουρεῖν πέφυκε. πολλοῦ γὰρ ὄντος τοῦ διεφθορότος ῥεύματος καὶ σηπούσης τῆς τούτου δυνάμεως τὴν ὅλην σύγκρισιν, ἐκνικᾷν εἴωθεν ἡ ἀντίδοτος τὸ νόσημα, ἐπέχουσα μὲν τοὺς ῥευματισμοὺς, κωλύουσα δὲ τὴν διαφθορὰν γίγνεσθαι τοῦ αἵματος. τοὺς δὲ τετανικῶς σπωμένους καὶ αὐτοὺς πολλάκις ἐθεράπευσε, θερμαίνουσα τὰ νεῦρα καὶ τὰς τάσεις αὐτῶν χαλῶσα, ὥσπερ δὴ καὶ τὰς παραλύσεις τῶν μερῶν ἐξιωμένη πολλάκις καὶ ἀναζωπυρεῖν ποιοῦσα τὸ πνεῦμα εἰς τὸ κατὰ φύσιν ἤγαγε καὶ τὰς κινήσεις τοῖς μέρεσιν ἐνεργεῖν ἀπέδωκε. θαυμάζειν δὲ ἔστι τὴν ἀντίδοτον, ὅταν μὴ μόνον αὐτὴν πάσχον θεραπεύουσαν βλέπωμεν, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν πολλάκις ὑπὸ τῶν παθῶν διατιθεμένην κακῶς ὠφελεῖν δυναμένην. τὰς γοῦν ἐκ τῆς μελαγχολίας γινομένας αὐτῇ κακώσεις παύει διδόμενον συνεχῶς τὸ φάρμακον, ὥσπερ ἐκπῖνον καὶ ἐξαναλίσκον ἐκ τῶν ἀγγείων καὶ ἐκ τοῦ σπληνὸς τὴν μέλαιναν χολὴν, καθάπερ καὶ τὸν ἰὸν τῶν θηρίων, διόπερ καὶ πρὸς τὸν πυρετὸν τὸν τεταρταῖον μάλιστα ἁρμόζει καλῶς. ὑπὸ γὰρ τῆς μελαίνης χολῆς γενόμενος ὁ πυρετὸς οὗτος εὐκόλως ὑπὸ τῆς ἀντιδότου ἀπαλλάττεται, μάλισθ᾿ ὅταν τὶς αὐτῇ τεχνικῶς ᾖ χρώμενος. ἔγωγ᾿ οὖν πολλοὺς τῶν τεταρταιζόντων τῇ ἀγωγῇ ταύτῃ χρησάμενος ἀπήλλαξα ῥᾳδίως τοῦ νοσήματος, προκενώσας αὐτοὺς τῷ ἀπὸ δείπνου ἐμέτῳ, εἶτα τῇ ἑξῆς ἐπιδοὺς τὸν χυλὸν τοῦ ἀψινθίου, ἵνα ἐπιγλυκάνω καὶ κατακεράσω τὴν χολὴν, οὕτως πρὸ ὡρῶν δύο τῆς ἐπισημασίας τὴν ἀντίδοτον δίδωμι. καὶ θαυμαστῶς οἶδα πολλάκις ἐπιτυχοῦσαν αὐτὴν, ὡς ταχέως ἀνεπισήμαντον μεῖναι τὸν λαμβάνοντα. [Μεθοδικῶν ἔλεγχος ἄχρηστον εἶναι νομιζόντων τὸ εἰδέναι τὰς τῶν νόσων αἰτίας· καὶ πάλιν τὰ χρήσιμα τῆς θηριακῆς διεξίησι.] Καὶ τὸν ὑδροφόβον δὲ, τὸν κάκιστον τῶν νοσημάτων, τοῦτο τὸ φάρμακον πολλάκις ἀπαλλάττειν εἴωθε καὶ θαυμασίως ἀνταγωνίζεσθαι τῇ τῶν τοσούτων κακῶν συνδρομῇ. οὐ γὰρ μόνον αὐτοῖς τὸ σῶμα ξηραίνεται καὶ σπώμενον γίνεται ἐνίοτε καὶ πυρετὸν δριμέως ἔνδοθεν καίεται, ἀλλὰ καὶ γνώμῃ παρανοεῖ καὶ τὸ χαλεπώτατον αὐτοῖς φέρει σύμπτωμα. τὸ γὰρ ὕδωρ φοβοῦνται καὶ διὰ μὲν τὴν πολλὴν ξηρότητα τοῦ ὑγροῦ ἐπιθυμίαν ἔχουσι καὶ τοῦ πιεῖν ἀπέχονται, διὰ δὲ τὴν παρακοπὴν τὸ ὠφελῆσαι δυνάμενον οὐκ ἐπινοοῦσι. φεύγοντες γὰρ τὸ ὕδωρ καὶ φοβούμενοι τῷ οἰκτίστῳ θανάτῳ ἀποθνήσκουσι κακῶς, ἐφ᾿ ὦν μάλιστα ἐγὼ καὶ τοὺς μεθοδικοὺς τεθαύμακα, ἀχρήστους γὰρ αἰτίας πρὸς τὰς θεραπείας εἶναι λέγοντες οὐκ οἶδ᾿ ὅπως καὶ θεραπεύειν ποτὲ τούτους δύνανται, ἁπλοῦ τοῦ δήγματος ὄντος καὶ ὁμοίου φαινομένου τῷ ὑπὸ τοῦ μὴ λυσσῶντος δεδηγμένῳ κυνός. τίνα γὰρ καὶ θεραπείας τρόπον αὐτοῖς ἐνδείξεται, ἀπερισκέπτως ὁρώμενον τὸ τραῦμα τοῦ σώματος, μὴ ἐξεταζομένης ὑπ᾿ αὐτῶν τῆς ἔνδον αἰτίας οὔσης καὶ τοῖς μὲν ὀφθαλμοῖς τοῦ μεθοδικοῦ μὴ ὁρωμένης, ὑπὸ δὲ τοῦ λογικοῦ ἰατροῦ μόνῳ τῷ λογισμῷ καὶ τῇ ἐξετάσει ἀκριβῶς ἐξευρισκομένης; διὸ καὶ ὁ μεθοδικῷ θεραπεύοντι κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ μετὰ λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς συμπτώμασιν ἁλώσεται ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ αὐτὸν ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις ἦν αὐτὸν ὁ κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς ὄμμασιν ἐξέρυθρος, καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἔχων ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην καὶ ὥσπερ χολὴν κεχρωσμένην, ἐμπίπτων τε τοῖς ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον ἑστάναι θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους αὐτοῦ γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα, εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι τὸν κύνα. θεραπεύσεις  δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα, ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν σάρκα, ἐκ πολλοῦ τοῦ διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται, ἀλλ᾿ ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος τοὐλάχιστον εἰς τὰς τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν πάνυ πεπυρακτωμένοις ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς ἄλλοις φαρμάκοις ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας ποτὲ, καὶ τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ ἐλαίῳ, καὶ ὥς τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι, ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ βάθους ἐπισπάσηται τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι παιώνειον φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς βοηθεῖ. ἐφάνη δὲ ἡμῖν ἡ ἀντίδοτος αὕτη καὶ ἐν ταῖς λοιμικαῖς καταστάσεσι μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς ἄλλου βοηθήματος τῷ μεγέθει τοῦ κακοῦ ἀντιστῆναι οὕτως πεφυκότος. ὥσπερ γάρ τι θηρίον καὶ αὐτὸς ὁ λοιμὸς οὐκ ὀλίγους τινὰς, ἀλλὰ καὶ πόλεις ὅλας ἐπινεμόμενος διαφθείρει κακῶς, τροπῆς τινος μοχθηρᾶς εἰς τὸ διαφθείρειν δύνασθαι περὶ τὸν ἀέρα γιγνομένης, καὶ τῶν ἀνθρώπων τῇ τῆς ἀναπνοῆς ἀνάγκῃ τὸ δεινὸν φεύγειν μὴ δυναμένων, ἀλλὰ αὐτὸν εἰς αὑτοὺς ὥσπερ τι δηλητήριον διὰ στόματος ἑλκόντων τὸν ἀέρα. διόπερ ἐπαινῶ καὶ τὸν θαυμασιώτατον Ἱπποκράτην, ὅτι τὸν λοιμὸν ἐκεῖνον τὸν ἐκ τῆς Αἰθιοπίας εἰς τοὺς Ἕλληνας φθάσαντα οὐκ ἄλλως ἐθεράπευσεν ἀλλ᾿ ἢ τρέψας τὸν ἀέρα καὶ ἀλλοιώσας, ἵνα μηκέτι τοιοῦτος ὢν ἀναπνέηται. κελεύσας οὖν ἀνὰ τὴν πόλιν ὅλην ἐξάπτεσθαι τὸ πῦρ, οὐχ ἁπλῆν τῆς ἀνάψεως τὴν ὕλην ἔχον, ἀλλὰ στεφάνων τε καὶ τῶν ἀνθῶν τὰ εὐωδέστατα, τοιαῦτα συνεβούλευσεν εἶναι τοῦ πυρὸς τὴν τροφὴν, καὶ ἐπισπεύδειν αὐτῷ τῶν μόρων τὰ λιπαρώτατα, καὶ ἡδεῖαν τὴν ὀδμὴν ἔχοντα, ῖν᾿ οὕτω καθαρὸν γενόμενον οἱ ἄνθρωποι ἀναπνεύσωσιν εἰς τὴν ἀπαλλαγὴν τὸν ἀέρα. τὸν αὐτὸν τρόπον νομίζω καὶ τὴν θηριακὴν, ὥσπερ τι καὶ αὐτὴν οὖσαν πῦρ καθάρσιον, τοὺς μὲν προπίνοντας αὐτὴν ἐν τῇ λοιμικῇ καταστάσει μηδ᾿ ὅλως ἐᾷν ἁλίσκεσθαι τῷ κακῷ, τοὺς δὲ ἤδη φθάσαντας παθεῖν ἐξιᾶσθαι δύνασθαι, ἀλλοιοῦσαν καὶ τρέπουσαν τὴν τοῦ ἀναπνευσθέντος ἀέρος πονηρίαν καὶ μηκέτ᾿ ἐῶσαν διαφθείρειν τὴν σύγκρισιν. διόπερ ἐγὼ συμβουλεύω σοι καὶ διὰ ταύτας μὲν τὰς οὕτω γιγνομένας αἰφνιδίους περὶ τὸν ἀέρα καταστάσεις, καὶ διὰ τὰς ἄλλας τῶν βλαπτόντων αἰτίας λαμβάνειν τῆς ἀντιδότου συνεχῶς καὶ ὑγιαίνοντι, ἵνα καὶ τοῖς ἔξωθεν προσπίπτουσιν ἀνθιστῆταί σοι τὸ σῶμα καὶ ὅταν ἤδη πάθῃ, εὐίατον εὕρῃς. αὕτη γὰρ ὡς εὐκρασίαν τινὰ καὶ ὑγιεινὴν κατάστασιν περιποιεῖ τοῖς σώμασιν, ἀναλίσκουσα τὰ περιττώματα τῶν ὑγρῶν καὶ ἀναθερμαίνουσα τὰ κατεψυγμένα τῶν μερῶν, καὶ τὴν ἔμφυτον δύναμιν τονοῦσα πρὸς τὸ τὰς φυσικὰς ἐνεργείας ἐκτελεῖσθαι καλῶς. ὅταν γὰρ ἡ φύσις εὐρώστως ἔχῃ, τότε καὶ ἀνεκποδίστως ἡ κοιλία πέσσει τὰς τροφὰς, καὶ αἱ φλέβες ἐξαιματοῦσιν αὐτὰς εὐχερῶς, καὶ τὸ ἧπαρ ῥᾳδίως διακρίνει τὴν χολὴν, καὶ καθαρὸν παραλαβοῦσα ἡ καρδία τὸ αἷμα, ὅλῳ λοιπὸν, ὡς ἤδη τρέψαι δυνάμενον, ἐπιπέμπει τῷ σώματι, τάς τε ἀποκρίσεις καὶ αὐτὰς ἀποδίδοσθαι συμμέτρως ποιεῖ, καὶ τὰ περιττὰ τῷ σώματι δι᾿ ὅλης τῆς ἀναπνοῆς ὑγιεινῶς διαφορεῖ. μάλιστα δὲ ἐν ταῖς ὁδοιπορίαις συμβουλεύω σοι τῆς. ἀντιδότου λαμβάνειν, ὁπότε ψυχροῦ ὄντος τοῦ ἀέρος χειμῶνος ὁδεύῃς. ἔσται γὰρ ὥσπερ τι τῶν σπλάγχνων ἀγαθὸν ἔνδυμα καὶ πολλὴν τὴν θερμότητα αὐτοῖς παρέχειν δυνάμενον. οἶδα δ᾿ αὐτὴν καὶ εἰς τὴν τῆς ψυχῆς σύνεσίν τε καὶ ὀξύτητα μὴ οὖσαν ἀσύμβολον. τάς τε γὰρ αἰσθήσεις ἐνεργεῖν εὐτόνως ἀπεργάζεται καὶ καθαρὸν τῶν ἀναθυμιάσεων ἀποφαίνουσα τὸν νοῦν ἀκριβέστερον αὐτὸν διακεῖσθαι ποιεῖ. συνελόντι δ᾿ εἰπεῖν, ὅλον δυσπαθὲς εἶναι τὸ σῶμα κατασκευάζει, ὡς μηδὲ ὑπὸ δηλητηρίου τινὸς διαφθείρεσθαι. ἡ γὰρ ποικίλη καὶ τοσαύτη τῆς μίξεως τοῦ φαρμάκου δύναμις τὴν τοιαύτην δυσπάθειαν ἀποτελεῖ, καὶ μάλιστα ἐπεὶ τὸ τῶν θηρίων ἔχει μίγμα. φασὶ γὰρ καὶ τὸν Μιθριδάτην ἐκεῖνον τὸν μέγαν πολεμιστὴν, τὴν μὲν θηριακὴν μὴ λαμβάνοντα, οὐδέπω γὰρ ἦν, ἄλλην δ᾿ ἀντίδοτον λαμβάνοντα πολυμίγματόν τινα, καὶ αὐτὴν τῷ ἐκείνου ὀνόματι οὕτω καλουμένην, Μιθριδάτειος γὰρ ὀνομάζεται, διὰ τὴν ἐξ αὐτῆς κατεσκευσμένην τῷ σώματι δυσπάθειαν μὴ δυνηθῆναι λαβόντα τὸ φάρμακον ἀποθανεῖν. ὁπότε γὰρ πολεμῶν πρὸς τοὺς Ῥωμαίους ὑπὸ τοῦ Πομπηΐου νικώμενος καὶ ἐν τοῖς ἐσχάτοις ὢν ὑπὸ τοῦ φαρμάκου τοῦ ἰοῦ ἄνοσος ἀποθανεῖν ἠπείγετο, πιὼν τὸ φάρμακον καὶ πολύ γε αὐτοῦ λαβὼν αὐτὸς μὲν οὐκ ἀπέθνησκε, τὰς δὲ θυγατέρας πάνυ βουληθείσας αὐτῷ διὰ τὴν φιλοστοργίαν συναποθανεῖν πιούσας τὸ αὐτὸ φάρμακον ταχέως ἀποκτανῆναι, εἶθ᾿ ὡς ἐβράδυνε μὴ ἀποθνήσκων, τοῦ φαρμάκου δι᾿ ἣν προέπινεν ἀντίδοτον μηδὲν ἰσχῦσαι δυναμένου, καλέσας Βιστόκον τοὔνομα τῶν φίλων αὐτοῦ τινα, ἐκέλευσεν αὐτὸν ἀποσφάξαι, καὶ οὕτω ποιήσας τῷ σιδήρῳ τοῦ φαρμάκου γενέσθαι τὸ ἔργον, ἀποθανεῖν αὐτὸν βιαίως ἠνάγκασεν.