<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p>[Ἀσκληπιάδου τε καὶ Ἐπικούρου ἀντίῤῥησις, <lb/>τῶν τὴν ἀλλοίωσιν ἀποφασκόντων καὶ τὰ
						τῆς φύσεως ἔργα <lb/>πρὸς τοὺς ἀτόμους τε καὶ ὄγκους ἀναφερόντων.] Εἰ μὲν <lb/>γὰρ ἐξ
						ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ <lb/>Δημοκρίτου λόγον συνειστήκει τὰ
						πάντα, ἢ ἔκ τινων ὄγκων <lb/>καὶ <milestone unit="ed1page" n="463"/>πόρων κατὰ τὸν
						ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ <lb/>οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων
						<lb/>τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν <lb/>αὐτὴν ἐκείνοις τῶν ὄντων
						οὐσίαν εἶναι βουλόμενος· εἰκότως <lb/>ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν
						τρέπεσθαι <lb/>μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ <lb/>δ᾿ οὐκ ἔστιν
						ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται, <lb/>ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται
						ῥᾳδίως καὶ <lb/>εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿ <lb/>ὅλων τῶν
						κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος <pb n="251"/> κρατεῖν, καὶ διὰ τοῦτο
						ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς <lb/>τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν
						φαρμάκων <lb/>ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά <lb/>τινα ἦν καὶ
						ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα. <lb/>διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς
						ὁρῶντες ἐπὶ <lb/>τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην <lb/>ἐν ταῖς
						κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς <lb/>τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ
						μάλισθ᾿ ὁ νῦν εἰρημένος <lb/>ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον
						<lb/>ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι <lb/>τροπάς τε καὶ μεταβολὰς
						οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν <lb/>εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ
						κατατεθέντος <lb/>ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ <lb/>ὅταν ταῖς τῶν ἀνέμων
						μεταβολαῖς συμμεταβάλληται ἡμῶν <lb/>τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ
						<lb/>τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν <lb/>ἑαυτοῦ συναισθήσεως
						διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν. <lb/>εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι
						νότος ὁ <pb n="252"/> πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων <lb/>καὶ
						θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον. <lb/>ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως
						θέλοντες καὶ ταχεῖαν τῷ <lb/>νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην
						<lb/>ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν <lb/>τινων ἐκλελυμένων σφόδρα
						ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ <lb/>θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ
						εὐτόνῳ <lb/>τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις <lb/>δὲ καὶ ὀλίγη τις
						αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε <lb/>καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς
						τροφῆς τοῦ <lb/>σώματος, <milestone unit="ed2page" n="946"/>ὡς οἶμαι, ταχέως ἐπὶ τὸ
						κρεῖττον γιγνομένης, <lb/>ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ <lb/>τοῦτο τὴν
						αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων. <lb/>τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς
						ὄγκους συντιθέναι <lb/>δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος
						<lb/>ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν <lb/>ὄγκων μετατιθεμένων
						σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν <lb/>μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην
						ἐξ ἄλλης <pb n="253"/> γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα <lb/>μὴ
						μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως <lb/>ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ
						δόγματος, ἀλλὰ καὶ τὴν <lb/>φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι
						<lb/>οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων <lb/>συνθέσεως καὶ συμπλοκῆς
						γίγνεσθαι βούλεται. διόπερ καὶ <lb/>θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω
						θαυμαστὰ <lb/>τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ <lb/>ἀρχῆς ἐν αὐτῇ τῇ
						γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας, <lb/>ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς
						μήτρας τόπῳ, <lb/>ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ <lb/>καὶ οἵοις
						αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου <lb/>τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ
						τέχνῃ καὶ ὁμοιότητι <lb/>τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ <lb/>ἡ
						τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ <lb/>μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ
						προγόνοις τισὶ τὰ τικτόμενα <lb/>ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν
						<lb/>ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι <pb n="254"/> παῖδα, ἐποίησε
						γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, <lb/>καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος
						ἐκείνῳ τῷ τύπῳ <lb/>τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν <lb/>εἰπεῖν
						ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ <lb/>γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ
						παιδίον, τῆς ὄψεως, οἶμαι, <lb/>διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ
						γεγραμμένου <lb/>τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς <lb/>φύσεως μυστηρίων ὁ
						ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει <lb/>καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς
						ἑαυτοῦ <lb/>μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ <lb/>τὰ ἔξωθεν
						αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν <lb/>βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς
						ἀράχνης γιγνομένας <lb/>τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν <lb/>τε καὶ
						λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν, <lb/>ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς
						ἀνθρώπους λαβόντας <lb/>τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν
						<lb/>θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ <lb/>τῆς ἄρκτου γιγνόμενον
						ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος ﻿<pb n="255"/> ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις.
						ἔστι δὲ σὰρξ μόνη <lb/>γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν
						<lb/>ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ <lb/>διατυπουμένη. τῇ γὰρ γλώττῃ
						ὥσπερ χειρί τινι χρωμένη <lb/>ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν
						<lb/>ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν <lb/>τοῖς φιλοτίμοις λόγοις
						ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου <lb/>τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ
						εὐτόνως <lb/>κρατεῖν. </p></div><div type="textpart" subtype="chapter" n="12"><p><milestone unit="ed2page" n="947"/>[Ἕκαστα τὰ τὴν θηριακὴν συντιθέμενα <lb/>ἀκριβῶς
						ἐξεταστέον. καὶ τὴν Ἀνδρομάχου γραφὴν προκριτέον.] <lb/>Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς
						μηκέτι εἷναί σοι θαυμαστὸν <lb/>τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν
						<lb/>ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς <lb/>φαρμάκων, μετὰ τοῦτο
						λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι. <lb/>οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ
						αὐτῆς <lb/>γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις <lb/>ὑπὸ τῶν
						θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ <pb n="256"/> ἐν τοῖς ἄλλοις μίγμασι τῶν
						σκευαζόντων ἀπειρία ἄχρηστον· <lb/>πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν
						περὶ <lb/>τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿ <lb/>ὅσοι καὶ φάρμακά
						τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται, <lb/>τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ
						γὰρ εὕρομέν <lb/>ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν <lb/>τὰ θηρία τοὺς
						ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες <lb/>οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς
						φωλειᾶς <lb/>τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ <lb/>καὶ προεθίζουσιν
						ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς <lb/>εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς
						ἐπιδιδόντες καὶ <lb/>συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος <lb/>αὐτῶν
						κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς <lb/>ἐπιδιδόντες ἐμφραττούσας τῶν
						ὀδόντων τὰ τρήματα καὶ <lb/>οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν
						<lb/>πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν <lb/>τέχνην οὐκ εἰδότας·
						ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα <lb/>τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν
							<milestone unit="ed1page" n="464"/>ὀλίγη <pb n="257"/> αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα
						τῶν ἐμβαλλομένων, κασσίαν <lb/>λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ,
						<lb/>καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ <lb/>καλούμενον ψευδοκιννάμωμον
						ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ <lb/>δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον
						εὑρίσκεται. <lb/>τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς <lb/>τὰς
						ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ <lb/>αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ
						μὲν ἐν τοῖς ὄρεσι <lb/>γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι <lb/>τῇ
						χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας <lb/>ἔχον τινάς. ἄλλο τι λευκὸν
						εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, <lb/>ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν.
						ἔστι <lb/>δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. <lb/>τὸ δὲ πάντων
						κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων <lb/>οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ
						λεπτὰ ἔχον τὰ <lb/>ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ <lb/>μάλιστα
						προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ <lb/>κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ
						γεύσει δριμὺ ἡμῖν καταφαίνεται <pb n="258"/> καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον
						πηγανίζειν <lb/>δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον. <lb/>ἡ δὲ
						κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν, <lb/>πλανᾷν εἴωθε πολλάκις.
						ἔστι γάρ τις καὶ ψευδοκασσία <lb/>πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν
						<lb/>τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ <lb/>ἐντεριώνῃ εὑρίσκεται,
						ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα, <lb/>ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει
						ποιουμένη, <lb/>συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον <lb/>ἔχουσα,
						ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη. <lb/>
						<milestone unit="ed2page" n="948"/>εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην
						πανουργίαν <lb/>μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον <lb/>τῷ ἀληθεῖ ἔχον τὸ
						μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου <lb/>ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς
						γεύσεως πλανῶσι <lb/>τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ <lb/>ἥδιόν τε
						καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν <lb/>ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην
						αὐτῷ περιεργότερον <lb/>βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿ <pb n="259"/> αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν <lb/>ἀκριβείας,
						ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν <lb/>καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν
						ἀρκεῖν νομίζω, <lb/>ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ, <lb/>ἕκαστον
						αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον. <lb/>ἡ γὰρ ἑνός τινος κακία
						πολλάκις διαφθείρει τὰ <lb/>πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς,
						<lb/>διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος, <lb/>ἀκριβὴς περὶ τὰ
						φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον <lb/>ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε
						τὸ <lb/>φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν δραχ. κδ΄. ἀρτίσκων σκιλλητικῶν <lb/>δραχ. μη΄.
						πεπέρεως μακροῦ δραχ. κδ΄. ὀποῦ μήκωνος <lb/>δραχ. κδ΄. ἡδυχρόου μάγματος δραχ. κδ΄.
						ῥόδων ξηρῶν δραχ. ιβ΄. <lb/>ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος,
						<lb/>σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ δραχ. ιβ΄. <lb/>σμύρνης, κόστου,
						κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους, <lb/>λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος,
						δικτάμνου, πρασίου, <lb/>ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης, ﻿<pb n="260"/> τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ <lb/>δραχ. στ΄. πολίου
						δραχ. δ΄. χαμαιπίτυος δραχ. δ΄. στύρακος δραχ. δ΄. <lb/>ἀμώμου βότρυος, μήου, νάρδου
						Κελτικῆς, Λημνίας σφραγῖδος, <lb/>φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου,
						<lb/>χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος <lb/>χυλοῦ, βαλσάμου καρποῦ,
						κόμμεως, μαράθρου σπέρματος, <lb/>καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ,
						σαγαπηνοῦ, <lb/>ἄμμεως, ἀνὰ δραχ. δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς, <lb/>δαύκου
						σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος, <lb/>κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ δραχ.
						δ΄. μέλιτος λίτρας ι΄. <lb/>οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν
						<lb/>οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν <lb/>τὰ ἄλλα τῷ Ἀνδρομάχῳ
						ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ <lb/>ἀντὶ τῶν δραχ. δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς δραχ. β΄.
						ἔμισγε τῷ <lb/>φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς <lb/>γενόμενος καὶ
						ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς <lb/>ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας,
						πάντα μὲν τὰ <lb/>μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου, <pb n="261"/> διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις. <lb/>τινὰ γὰρ ὦν ἐκεῖνοι
						πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄ <lb/>ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ,
						καὶ πάλιν <lb/>τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν <lb/>ἀνὰ
						δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος <lb/>γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως
						τοῖς ἀνδράσι τούτοις <lb/>ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς
						<lb/>διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας <lb/>μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ,
						οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως, <lb/>οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ
						<lb/>διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ <lb/>φάρμακον, τοῦ
						Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν <lb/>καὶ τῷ Δαμοκράτει. μίαν μὲν
						γὰρ δραχμὴν ὁ <lb/>Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι <lb/>δὲ καὶ
						τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο <lb/>γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται,
						τῶν ἄλλων, ὡς <lb/>εἰκὸς πρὸς τὴν χρείαν, <milestone unit="ed2page" n="949"/>ὁπόσῳ μέτρῳ
						τοῦ οἴνου χρωμένων. <lb/>Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, <lb/>τῷ
						μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα <pb n="262"/> συμφώνως σκευάζει τὸ φάρμακον,
						μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν <lb/>ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ <lb/>τοῖς
						ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων <lb/>μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς
						μόνας μίγνυσι τῇ ἀντιδότῳ. <lb/>τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς,
						<lb/>ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς <lb/>βασιλικὰς χρείας οὕτως
						σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ <lb/>σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω
						<lb/>σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος <lb/>ἰατροῦ εὐφυὴς ὢν
						σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα <lb/>σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν
						λόγον. </p></div><div type="textpart" subtype="chapter" n="13"><p>[Πῶς κατασκευαστέοι οἵ τε ἡδύχροοι, σκιλλητικοὶ <lb/>καὶ θηριακοὶ ἀρτίσκοι.] Πρὸ δὲ τῆς
						κατασκευῆς <lb/>αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου <lb/>μάγματος
						γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ <lb/>παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃
						Ἀσπαλάθου ῥίζης <lb/>φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου,
						<lb/>ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ δραχ. στ΄. κινναμώμου, <pb n="263"/> δραχ. κδ΄.
						ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς <lb/>δραχ. ιστ΄. μαλαβάθρου φύλλων
						δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης <lb/>δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ
						ἀναλάμβανε, <lb/>ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε <lb/>τοὺς
						τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς <lb/>ἀρτίσκους σκεύαζε οὕτως.
						λαβόντα χρὴ σκίλλαν νεαρὰν <lb/>καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ- <lb/>
						<milestone unit="ed1page" n="465"/>παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ
						<lb/>ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι <lb/>μεταλαμβάνῃ. εἶτα ὅταν
						ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ <lb/>ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι
						ὀπτῶνται, <lb/>ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον <lb/>αὐτῆς μέρη τὰ
						ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα <lb/>καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου
						τὸ ἴσον, <lb/>ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων <lb/>ὀλίγον μοι
						μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο <lb/>πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿
						ἴσον ἐστὶ <lb/>τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ <pb n="264"/>
						τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν <lb/>σκιᾷ ἀποτιθεμένους εἰς τὴν
						χρῆσιν φυλάττειν, εἶτα μετὰ <lb/>ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος
						<lb/>τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας, <lb/>ἀλλὰ μάλιστα περὶ
						τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς <lb/>μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς
						τοὺς <lb/>ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν <lb/>ἰόν. ἔνδον γὰρ
						φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα <lb/>πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς
						φθοροποιὸν δύναμιν, <lb/>ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις, <lb/>ὅπερ
						ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς <lb/>φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς
						φωλείας μᾶλλον ἤπερ <lb/>τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως
						<lb/>αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε <lb/>τοῦ ἀέρος καὶ τραφῆναι τὴν
						συνήθη νομήν. νέμεται δὲ <lb/>ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ
						<lb/>συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις <lb/>καὶ κανθαρίδας <milestone unit="ed2page" n="950"/>καὶ τὰς καλουμένας πιτυοκάμπας. <lb/>αὗται γὰρ αὐτῶν εἰσιν αἱ
						κατάλληλοι τροφαί. ἔστω δὲ καὶ ﻿<pb n="265"/> ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ
						μάλιστα ἐπανατείνοντα <lb/>τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους <lb/>ἔχοντα, καὶ
						ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς <lb/>πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν
						γαστέρα προκολπότερον, <lb/>καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα, <lb/>καὶ τὴν
						οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα, <lb/>καὶ ἠρεμαῖον τὸν περίπατον
						ποιούμενα. τούτῳ γὰρ <lb/>τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο
						<lb/>κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν <lb/>τούτων λέγει</p><lg><l>Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται,</l><l>ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης.</l></lg><p>καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν <lb/>χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε
						καὶ τὰς οὐρὰς, τοσοῦτον <lb/>ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων
						<lb/>δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη <lb/>ταῦτα ἀκριβῶς παραινῶ, εἰ
						μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε <lb/>εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι
						φαίνοιτο <pb n="266"/> εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ <lb/>πρὸς τὴν
						τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις <lb/>ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν
						ὑπολειπομένην κίνησίν <lb/>τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα,
						<lb/>ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου, <lb/>οὐ γὰρ ἐξίτηλον,
						ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν <lb/>φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν
						αὐτῶν ὅλον ἀκριβῶς <lb/>τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ <lb/>τὰ
						ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα. <lb/>καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ
						λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον, <lb/>ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον
						<lb/>καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον, <lb/>ἵνα ἀκνίστως ἡ ἕψησις
						αὐτῶν γένηται. ἑψήσθωσαν δὲ <lb/>ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ
						<lb/>ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν <lb/>αἱ σάρκες καλῶς, τὸ
						μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν <lb/>αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων,
						τότε ἀνελόμενος <lb/>τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς <pb n="267"/> σάρκας
						τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα <lb/>τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως
						τῆς καθαρωτάτης <lb/>γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν, <lb/>ὥσπερ καὶ ὁ
						Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ <lb/>Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς
						μίγνυσθαι <lb/>θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες,
						<lb/>οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας <lb/>τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως
						ἀνάπλασσε συμμέτρους <lb/>τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου
						<lb/>ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου <lb/>σκευασίαν φύλαττε.
					</p></div></div></body></text></TEI>