[Ἀσκληπιάδου τε καὶ Ἐπικούρου ἀντίῤῥησις, τῶν τὴν ἀλλοίωσιν ἀποφασκόντων καὶ τὰ τῆς φύσεως ἔργα πρὸς τοὺς ἀτόμους τε καὶ ὄγκους ἀναφερόντων.] Εἰ μὲν γὰρ ἐξ ἀτόμου καὶ τοῦ κενοῦ κατὰ τὸν Ἐπικούρου τε καὶ Δημοκρίτου λόγον συνειστήκει τὰ πάντα, ἢ ἔκ τινων ὄγκων καὶ πόρων κατὰ τὸν ἰατρὸν Ἀσκληπιάδην· καὶ γὰρ οὕτως ἀλλάξας τὰ ὀνόματα μόνον καὶ ἀντὶ μὲν τῶν ἀτόμων τοὺς ὄγκους, ἀντὶ δὲ τοῦ κενοῦ τοὺς πόρους λέγων τὴν αὐτὴν ἐκείνοις τῶν ὄντων οὐσίαν εἶναι βουλόμενος· εἰκότως ἂν ἔμενεν ἀναλλοίωτα τὰ φάρμακα, κατὰ μηδὲν τρέπεσθαι μηδ᾿ ὅλως ἐξίστασθαι τῆς αὐτῶν ποιότητος δυνάμενα. ἐπεὶ δ᾿ οὐκ ἔστιν ἀληθὴς ὁ λόγος οὗτος, ὡς δείξομεν, ἀλλ᾿ ἀλλοιοῦται, ὡς ἔφην, τὰ πάντα καὶ τρέπεται ῥᾳδίως καὶ εἰς ἄλληλα τὴν κρᾶσιν λαμβάνει, ἀνάγκη τῆς κράσεως δι᾿ ὅλων τῶν κιρναμένων γιγνομένης τὸ ἰσχυρότερον τοῦ ἥττονος κρατεῖν, καὶ διὰ τοῦτο ἡμεῖς ταῖς ἐντέχνοις μίξεσι πρὸς τὴν χρείαν τῆς ἐνεργείας τὰς ποιότητας τῶν φαρμάκων ἐναλλάσσομεν, οὐκ ἂν δυναμένου τούτου γενέσθαι, εἰ μικρά τινα ἦν καὶ ἀπαθῆ καὶ ἄτρεπτα τῆς οὐσίας τὰ σώματα. διόπερ δὴ καὶ πολλάκις ἐγὼ τεθαύμακα πῶς ὁρῶντες ἐπὶ τοῦ παντὸς οὕτω γενομένας ταχείας τροπὰς καὶ τὴν τοσαύτην ἐν ταῖς κράσεσι μεταβολὴν, εἶθ᾿ ὑπομένουσιν ἀρχὰς τῶν ὅλων τὰς τοιαύτας τίθεσθαι, καὶ μάλισθ᾿ ὁ νῦν εἰρημένος ἰατρὸς Ἀσκληπιάδης· πρὸς τοῦτον γὰρ οἰκείως μᾶλλον ποιήσομαι τὸν λόγον, ἐπεὶ καὶ φανερωτέρας ἐν τῷ σώματι τροπάς τε καὶ μεταβολὰς οὐκ ἐνδείκνυται. τί γάρ ἐστιν εἰπεῖν, ὅταν μόνου τοῦ δακτύλου εἰς ψυχρὸν ὕδωρ κατατεθέντος ὅλου τοῦ σώματος ἐν τάχει ἡ τροπὴ γίνηται; ἢ ὅταν ταῖς τῶν ἀνέμων μεταβολαῖς συμμεταβάλληται ἡμῶν τὰ σώματα; ἔγωγ᾿ οὖν οἶδα τῶν μὲν ἑταίρων τινὰ ἐπὶ τοῦ σκίμποδος ἔτι κατακείμενον ἐκ τῆς περὶ τὴν κεφαλὴν ἑαυτοῦ συναισθήσεως διαγινώσκοντα τοῦ ἀνέμου τὴν πνοήν. εἴ ποτε γὰρ ἐκαρηβάρει, εὐθέως ἐγίνωσκεν ὅτι νότος ὁ πνέων ἄνεμος ἦν. καὶ ἀκούσασα μόνον βροντῆς γυνὴ ἐγκύμων καὶ θεασαμένη φοβερόν τι θέαμα, ἐξέβαλε τὸ παιδίον. ἔσθ᾿ ὅτε δὲ καὶ βοηθεῖν ὀξέως θέλοντες καὶ ταχεῖαν τῷ νοσοῦντι τοῦ βοηθήματος τὴν αἴσθησιν γενέσθαι, ταχίστην ὁρῶμεν γιγνομένην τῶν σωμάτων τὴν τροπήν. ἐπὶ γοῦν τινων ἐκλελυμένων σφόδρα ὀξυθυμίαν τινὰ τῷ ἀῤῥώστῳ ὁ θαυμάσιος Ἱπποκράτης γίνεσθαι συμβουλεύει, ἵνα τῷ εὐτόνῳ τῆς ὁρμῆς τὸ ἄτονον τῆς ἐκλύσεως ἰασώμεθα. πολλάκις δὲ καὶ ὀλίγη τις αὐτοῖς προσενεχθεῖσα τροφὴ εὐθέως ἀνέῤῥωσε καὶ τὴν δύναμιν αὐτῶν εὐτόνωσε, τῆς τροφῆς τοῦ σώματος, ὡς οἶμαι, ταχέως ἐπὶ τὸ κρεῖττον γιγνομένης, ἀλλ᾿ οὐχὶ τῶν ὄγκων ἀπαθῶν ὑπαρχόντων, καὶ διὰ τοῦτο τὴν αἴσθησιν ἡμῖν τῶν τοιούτων παρέχειν μὴ δυναμένων. τίς γὰρ ἐν τοσούτῳ τάχει τοὺς ὄγκους συντιθέναι δυνήσεται; ἢ τίς οὕτως ἐξ ἀπαθῶν τῶν ὄγκων συγκείμενος ταχέως τῶν προσπιπτόντων αἰσθήσεται; ἡ γὰρ ποιὰ τῶν ὄγκων μετατιθεμένων σύνθεσις τοῦ μὲν σχήματος ἀλλαγὴν μόνην ἐργάζεται, ἀλλοίωσιν δὲ καὶ ποιότητα ἄλλην ἐξ ἄλλης γεννῆσαι ἀδυνατεῖ. καὶ διὰ τοῦτο ἐδόκει μοι τὸν ἄνδρα μὴ μόνον τὸ ἐπὶ τῶν φαρμάκων γιγνόμενον ἀκολούθως ἀναιρεῖν διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος, ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν τὴν διοικοῦσαν ἐν ἡμῖν τὰ πάντα μηδὲν εἶναι οἴεσθαι. ἕκαστα γὰρ τῶν γιγνομένων ἐκ τῆς τῶν ὄγκων συνθέσεως καὶ συμπλοκῆς γίγνεσθαι βούλεται. διόπερ καὶ θαυμάζειν ἐπέρχεταί μοι, ὅταν αὐτὸν ὁρῶ τὰ οὕτω θαυμαστὰ τῆς φύσεως ἔργα μὴ βλέποντα, καὶ μάλιστα τὰς ἐξ ἀρχῆς ἐν αὐτῇ τῇ γενέσει τοῦ ἀνθρώπου γιγνομένας τέχνας, ὅπως μὲν διαπλάττεται τὸ ἔμβρυον ἐν τῷ τῆς μήτρας τόπῳ, ὅπως δ᾿ ἂν καὶ διαπλασθέν εὐμηχάνως τρέφεται, ὅσοις δὲ καὶ οἵοις αὐτὸ τοῖς ἁπαλωτάτοις δεσμοῖς ἄχρι τοῦ ὡραίου τόκου ἔνδον κρατεῖ, οἵᾳ δέ τινι θείᾳ τέχνῃ καὶ ὁμοιότητι τύπον ἐν τοῖς γεννωμένοις ἐργάζεται, ἐφ᾿ οὗ μάλιστα καὶ ἡ τῶν ὄγκων ὑπόθεσις αὐτοῦ ἀσχημόνως ἐλέγχεται. οὐ γὰρ μόνοις τοῖς γεννῶσιν, ἀλλὰ καὶ προγόνοις τισὶ τὰ τικτόμενα ὅμοια γίνεται. ἐμοὶ δὲ καὶ λόγος τὶς ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τὶς δυνατὸς εὔμορφον θέλων γεννῆσαι παῖδα, ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ συμπλεκόμενος ἐκείνῳ τῷ τύπῳ τῆς γραφῆς ἐμβλέπειν. ἡ δὲ ἀτενὲς βλέπουσα καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἔχουσα οὐχὶ τῷ γεννήσαντι, ἀλλὰ τῷ γεγραμμένῳ ὁμοίως ἀπέτεκε τὸ παιδίον, τῆς ὄψεως, οἶμαι, διαπεμπούσης τῇ φύσει, ἀλλ᾿ οὐκ ὄγκοις τισὶ τοῦ γεγραμμένου τοὺς τύπους. ἐπεὶ δὲ ἀμύητος τῶν τοιούτων τῆς φύσεως μυστηρίων ὁ ἀνὴρ εἶναι διὰ τοὺς ὄγκους ὑπομένει καὶ διὰ τὸ ἀφανές τε καὶ ἄδηλον τῆς ὄψεως τοὺς ἑαυτοῦ μαθητὰς πιστεύειν τοῖς οὕτω θαυμασίοις ἔργοις οὐκ ἐᾷ, ἐπὶ τὰ ἔξωθεν αὐτὸν καὶ παντάπασι φαινόμενα μεταβάλλειν βούλομαι. τίς γὰρ τὰς ὑπὸ τοῦ ζώου τῆς ἀράχνης γιγνομένας τέχνας βλέπων ἀπιστεῖ καὶ τὴν διὰ τῶν οὕτω διαφανῶν τε καὶ λεπτῶν νημάτων γιγνομένην ὑπ᾿ αὐτῆς ὑφὴν, ὡς καὶ τινας λέγειν τὴν ὑφαντικὴν τοὺς ἀνθρώπους λαβόντας τὸ πρῶτον παρ᾿ αὐτῆς ἔχειν; τίνα δ᾿ οὐ πείθει λέγειν θαυμάσιόν τι χρῆμα τὴν φύσιν ὑπάρχειν ὁρῶντα τὸ ὑπὸ τῆς ἄρκτου γιγνόμενον ἔργον; ἀποτίκτει μὲν γὰρ ἡ ἄρκτος  ἅπασι τοῖς γεννωμένοις ὁμοίως ζώοις. ἔστι δὲ σὰρξ μόνη γεννωμένη ἄπλαστός τε καὶ ἀδιάρθρωτος, μορφὴν μὲν οὐδεμίαν ἔχουσα, εὐθὺς δὲ ὑπὸ τῆς γεννώσης τῇ φυσικῇ τέχνῃ διατυπουμένη. τῇ γὰρ γλώττῃ ὥσπερ χειρί τινι χρωμένη ἡ τεκοῦσα οὕτω μεμορφωμένον ζῶον τὸ τεχθὲν ἀποτελεῖν ἀλλὰ πρὸς μὲν τούτους παύσομαι λέγων. καὶ γὰρ εἴωθα ἐν τοῖς φιλοτίμοις λόγοις ὥσπερ τινὶ χαλινῷ, καθάπερ ἵππου τινὸς γαύρου τρέχοντος τῷ μέτρῳ, τοῦ λόγου αὐτοῦ εὐτόνως κρατεῖν. [Ἕκαστα τὰ τὴν θηριακὴν συντιθέμενα ἀκριβῶς ἐξεταστέον. καὶ τὴν Ἀνδρομάχου γραφὴν προκριτέον.] Ἐπιδείξας δὲ, ὡς οἶμαι, σαφῶς μηκέτι εἷναί σοι θαυμαστὸν τὰ θηρία αὐτὰ καὶ ἀναιρεῖν καὶ βοηθεῖν δύνασθαι, διὰ τὴν ποικίλην σκευασίαν τε καὶ μίξιν τῶν συμμιγνυμένων αὐτοῖς φαρμάκων, μετὰ τοῦτο λοιπὸν τὴν ἀντίδοτον σκευάζειν ἄρξομαι. οὐ γάρ ἐστιν ὀλίγη καὶ ἡ ἐν τῇ σκευασίᾳ αὐτῆς γιγνομένη ὑφ᾿ ἡμῶν τέχνη. ἥ τε γὰρ ἐν τοῖς θηρίοις πολλάκις ὑπὸ τῶν θηρευόντων αὐτὰ γιγνομένη πανουργία καὶ ἡ ἐν τοῖς ἄλλοις μίγμασι τῶν σκευαζόντων ἀπειρία ἄχρηστον· πολλάκις ἐποίησε τὸ φάρμακον. πολλοὶ γὰρ αὐτῶν τὴν περὶ τὸ θηρεύειν τέχνην ἐπιδείκνυσθαι βουλόμενοι, καὶ μάλισθ᾿ ὅσοι καὶ φάρμακά τινα πρὸς τὰ τοιαῦτα εὑρίσκειν ἐπαγγέλλονται, τὸ μὲν ἔχειν τὰ φάρμακα ψεύδονται. οὐ γὰρ εὕρομέν ποτε ἡμεῖς αὐτοὺς ἔχοντας, διὰ δὲ τοῦ πανουργεῖν τὰ θηρία τοὺς ὁρῶντας πλανῶσι, πρῶτον μὲν αὐτὰ θηρεύοντες οὐ τῷ δέοντι καιρῷ, ἀλλὰ μετὰ πολὺν τῆς φωλειᾶς τὸν χρόνον, ὅτε μηκέτ᾿ ἐστὶν ἀκμαῖα. λαβόντες δὲ αὐτὰ καὶ προεθίζουσιν ἑαυτοῖς πολλάκις καὶ τρέφουσιν οὐ ταῖς εἰθισμέναις τροφαῖς, ἀλλὰ σάρκας αὐτοῖς ἐπιδιδόντες καὶ συνεχῶς ἐνδάκνειν ἀναγκάζοντες, οὕτως ἐκ τοῦ στόματος αὐτῶν κενοῦσθαι ποιοῦσι τὸν ἰὸν καὶ δὴ καὶ μάζας τινὰς ἐπιδιδόντες ἐμφραττούσας τῶν ὀδόντων τὰ τρήματα καὶ οὕτω τούτων ἀσθενῆ γίνεται τὰ δήγματα, ὡς θαυμάζειν πάνυ τοὺς ὁρῶντας τὴν τοιαύτην αὐτῶν εἰς τὸ πανουργεῖν τέχνην οὐκ εἰδότας· ὁμοίως δ᾿ αὖ καὶ ἡ περὶ τὰ φάρμακα τῶν μιγνυμένων, ὡς ἔφην, ἀπειρία οὐκ ἔστιν ὀλίγη αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα τῶν ἐμβαλλομένων, κασσίαν λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ, καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ καλούμενον ψευδοκιννάμωμον ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον εὑρίσκεται. τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς τὰς ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ μὲν ἐν τοῖς ὄρεσι γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι τῇ χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας ἔχον τινάς. ἄλλο τι λευκὸν εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν. ἔστι δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. τὸ δὲ πάντων κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ λεπτὰ ἔχον τὰ ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ μάλιστα προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ γεύσει δριμὺ ἡμῖν καταφαίνεται καὶ δηκτικὸν λίαν, καὶ διαμασώμενον πηγανίζειν δοκεῖ. ἔστι δὲ καὶ λεῖον καὶ ῥᾳδίως θραύεσθαι δυνάμενον. ἡ δὲ κασσία καὶ αὐτὴ, εἰ μή τις ἔμπειρος εἴη περὶ τὴν κρίσιν, πλανᾷν εἴωθε πολλάκις. ἔστι γάρ τις καὶ ψευδοκασσία πάνυ μὲν ἐμφερὴς τῇ ἀληθινῇ κασσίᾳ, οὐκ ἔχουσα δὲ τὴν τοιαύτην εὐωδίαν, ἀλλὰ καὶ ὁ φλοιὸς αὐτῆς συνηνωμένος τῇ ἐντεριώνῃ εὑρίσκεται, ὡς ἥ γε καλλίστη κιῤῥά τε καὶ ῥοδίζουσα, ὥσπερ καὶ ἡδὺ τὸ γευστικὸν ἐν τῇ γεύσει ποιουμένη, συριγγώδης τε οὖσα καὶ οἰνίζουσα καὶ πολὺ τὸ ἀρωματίζον ἔχουσα, ζιγγίβερ ὑπὸ τῶν ἐπιχωρίων οὕτω λεγομένη. εἰκὸς δέ σε καὶ τὴν περὶ τὸ μακρὸν πέπερι γιγνομένην πανουργίαν μὴ ἀγνοεῖν. ἀναπλάσσοντες γάρ τινες αὐτὸ ἴσον τῷ ἀληθεῖ ἔχον τὸ μῆκος καὶ ἐνθέντες αὐτῷ τοῦ πυρέθρου ἢ τοῦ νάπυος ὀλίγον, οὕτω τῷ δηκτικῷ τῆς γεύσεως πλανῶσι τὸν γευόμενον. ἀλλ᾿ ὁ περὶ ταῦτα τριβακὸς ὢν καὶ τὸ ἥδιόν τε καὶ δριμὺ ἐν τῇ γεύσει μὴ ἀγνοῶν, ἔτι τε καὶ τὴν ἀπὸ τοῦ δένδρου ῥίζαν προσκειμένην αὐτῷ περιεργότερον βλέπων, εὑρίσκει τὸ ἀληθινὸν πέπερι καὶ πλανᾶσθαι ὑπ᾿ αὐτῶν οὐ δύναται. πολλῆς δ᾿ οὔσης καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἀκριβείας, ὥσπερ καὶ ἐν τούτοις ἱστόρησά σοι, ἐγὼ μὲν καὶ ταῦτα πρὸς τὴν τοῦ λόγου ὑπόμνησιν ἀρκεῖν νομίζω, ἵνα μὴ μακρὸν τὸ βιβλίον ἡμῖν γένηται. συμβουλεύω δὲ, ἕκαστον αὐτῶν ἀκριβῶς δοκιμάζοντα οὕτω σκευάζειν τὸ φάρμακον. ἡ γὰρ ἑνός τινος κακία πολλάκις διαφθείρει τὰ πάντα. ἔστι δὲ αὐτοῦ καὶ γραφὴ, ἵνα μηδὲ τοῦτο ἀγνοῇς, διαφόρως ὑπὸ τῶν ἰατρῶν γινομένη. ὁ μὲν γὰρ Ἀνδρόμαχος, ἀκριβὴς περὶ τὰ φάρμακα γενόμενος, οὗπερ καὶ πρότερον ἐμνημόνευσα, κατὰ ταύτην τὴν γραφὴν ἐσκεύαζε τὸ φάρμακον. ♃ Ἀρτίσκων θηριακῶν δραχ. κδ΄. ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. πεπέρεως μακροῦ δραχ. κδ΄. ὀποῦ μήκωνος δραχ. κδ΄. ἡδυχρόου μάγματος δραχ. κδ΄. ῥόδων ξηρῶν δραχ. ιβ΄. ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, βουνιάδος ἀγρίας σπέρματος, σκορδίου, ὀποβαλσάμου, κινναμώμου, ἀγαρικοῦ ἀνὰ δραχ. ιβ΄. σμύρνης, κόστου, κρόκου, κασσίας, νάρδου, σχοίνου ἄνθους, λιβάνου, πεπέρεως λευκοῦ καὶ μέλανος, δικτάμνου, πρασίου, ῥήου, στοιχάδος, πετροσελίνου Μακεδονικοῦ, καλαμίνθης,  τερμινθίνης, ζιγγιβέρεως, πενταφύλλου ῥίζης, ἀνὰ δραχ. στ΄. πολίου δραχ. δ΄. χαμαιπίτυος δραχ. δ΄. στύρακος δραχ. δ΄. ἀμώμου βότρυος, μήου, νάρδου Κελτικῆς, Λημνίας σφραγῖδος, φοῦ Ποντικοῦ, χαμαίδρυος Κρητικῆς, φύλλων μαλαβάθρου, χαλκίτεως ὀπτῆς, γεντιανῆς, ἀνίσου, ὑποκιστίδος χυλοῦ, βαλσάμου καρποῦ, κόμμεως, μαράθρου σπέρματος, καρδαμώμου, σεσέλεως, ἀκακίας, θλάσπεως, ὑπερικοῦ, σαγαπηνοῦ, ἄμμεως, ἀνὰ δραχ. δ΄. καστορίου, ἀριστολοχίας λεπτῆς, δαύκου σπέρματος, ἀσφάλτου Ἰουδαϊκῆς, ὀποπάνακος, κενταυρίου λεπτοῦ, χαλβάνου, ἀνὰ δραχ. δ΄. μέλιτος λίτρας ι΄. οἴνου Φαλερίνου τὸ ἀρκοῦν. Ξενοκράτης δὲ καὶ αὐτὸς σπουδὴν οὐκ ὀλίγην περὶ τὰ τοιαῦτα ποιησάμενος ὁμοίως μὲν τὰ ἄλλα τῷ Ἀνδρομάχῳ ἐσκεύαζε τὴν ἀντίδοτον, μόνον δὲ ἀντὶ τῶν δραχ. δ΄. τοῦ σαγαπηνοῦ αὐτὸς δραχ. β΄. ἔμισγε τῷ φαρμάκῳ. ὁ δὲ Δαμοκράτης, ἄριστος ἰατρὸς καὶ αὐτὸς γενόμενος καὶ ὅλον βιβλίον φιλοτίμως συντάξας καὶ αὐτὸς ἔπεσι περὶ τῆς τῶν ἀντιδότων σκευασίας, πάντα μὲν τὰ μίγματα τούτοις ὁμοίως μίγνυσι ἐν τῇ σκευασίᾳ τοῦ φαρμάκου, διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις. τινὰ γὰρ ὦν ἐκεῖνοι πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄ ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ, καὶ πάλιν τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν ἀνὰ δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως τοῖς ἀνδράσι τούτοις ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ, οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως, οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ φάρμακον, τοῦ Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν καὶ τῷ Δαμοκράτει. μίαν μὲν γὰρ δραχμὴν ὁ Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι δὲ καὶ τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται, τῶν ἄλλων, ὡς εἰκὸς πρὸς τὴν χρείαν, ὁπόσῳ μέτρῳ τοῦ οἴνου χρωμένων. Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος, τῷ μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα συμφώνως σκευάζει τὸ φάρμακον, μόνῃ δὲ τῇ τῶν σκιλλητικῶν ἀρτίσκων συσταθμίᾳ τῷ Ἀνδρομάχῳ διαφωνεῖ καὶ τοῖς ἄλλοις πᾶσιν. ἐκείνων γὰρ μη΄. δραχμὰς βαλλόντων μέτρον, οὗτος μόνος μστ΄. δραχμὰς μόνας μίγνυσι τῇ ἀντιδότῳ. τοσαύτης γὰρ οὔσης τῆς περὶ τὰς γραφὰς διαφορᾶς, ἡμεῖς τῇ Ἀνδρομάχου ὡς ἀρίστῃ χρώμεθα, καὶ εἴς γε τὰς βασιλικὰς χρείας οὕτως σκευάζομεν. γίνεται δὲ αὐτῆς ἡ σκευασία τὸν τρόπον τοῦτον. καὶ γὰρ εὔχρηστον νομίζω σκευάσαι σοι αὐτὴν τῷ λόγῳ, ἵνα ἤν ποτε καὶ μὴ παρόντος ἰατροῦ εὐφυὴς ὢν σκευάζειν αὐτὴν ἐθέλῃς, ὡς ἄριστα σκευάσῃς, διδάσκαλον τῆς σκευασίας ἔχων αὐτὸν τὸν λόγον. [Πῶς κατασκευαστέοι οἵ τε ἡδύχροοι, σκιλλητικοὶ καὶ θηριακοὶ ἀρτίσκοι.] Πρὸ δὲ τῆς κατασκευῆς αὐτῆς ἐχρῆν σε καὶ τὴν ἐμβαλλομένου εἰς αὐτὴν ἡδυχρόου μάγματος γραφὴν εἰδέναι. ἔστιν οὖν ἡ ἀρίστη σκευασία ἡ παρὰ Μάγνῳ, ἧς ἡ γραφὴ αὕτη. ♃ Ἀσπαλάθου ῥίζης φλοιοῦ, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, φοῦ, κόστου, ἀσάρου, ξυλοβαλσάμου, ἀσίας, ἀνὰ δραχ. στ΄. κινναμώμου, δραχ. κδ΄. ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. μαλαβάθρου φύλλων δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε τοὺς τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς ἀρτίσκους σκεύαζε οὕτως. λαβόντα χρὴ σκίλλαν νεαρὰν καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ- παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι μεταλαμβάνῃ. εἶτα ὅταν ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι ὀπτῶνται, ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον αὐτῆς μέρη τὰ ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου τὸ ἴσον, ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων ὀλίγον μοι μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿ ἴσον ἐστὶ τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ τοσοῦτον, ἀναπλάττειν τροχίσκους συμμέτρους χρὴ, καὶ ἐν σκιᾷ ἀποτιθεμένους εἰς τὴν χρῆσιν φυλάττειν, εἶτα μετὰ ταῦτα χρὴ λαμβάνειν αὐτὰς τὰς ἐχίδνας πρὸς τὸ πλῆθος τῆς ὅλης σκευασίας αὐτάρκεις, μὴ ἐν παντὶ καιρῷ τεθηραμένας, ἀλλὰ μάλιστα περὶ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅταν τῆς μὲν φωλείας παύονται, προέρχονται δὲ λοιπὸν ἔξω εἰς τοὺς ὑπαίθρους τόπους, καὶ οὐκέθ᾿ οὕτως ἔχουσι πονηρὸν τὸν ἰόν. ἔνδον γὰρ φωλεύοντα, καὶ κατὰ μηδὲν διαφορούμενα πονηροτέραν συνάγει καὶ τὴν ἐν αὐτοῖς φθοροποιὸν δύναμιν, ὅτε καὶ τὸ καλούμενον γῆρας συλλέγειν εἴωθε πᾶς ὄφις, ὅπερ ἐστὶν ἐπίπαγός τις παχύτατος, συναγόμενος ἐν τῷ τῆς φωλείας χρόνῳ, καὶ τῷ χρόνῳ τῆς φωλείας μᾶλλον ἤπερ τῆς ἡλικίας τοῦ ζώου γῆρας τυγχάνον. διόπερ χρὴ μὴ εὐθέως αὐτὰ λαμβάνειν, ἀλλὰ ἐᾷν τινα χρόνον ἀπολαῦσαί τε τοῦ ἀέρος καὶ τραφῆναι τὴν συνήθη νομήν. νέμεται δὲ ταῦτα τὰ θηρία καὶ βοτάνης μέν τινας καὶ ζῶα καὶ τὰ συνήθως αὐτὰ τρέφειν δυνάμενα, ὥσπερ τὰς βουπρήστεις καὶ κανθαρίδας καὶ τὰς καλουμένας πιτυοκάμπας. αὗται γὰρ αὐτῶν εἰσιν αἱ κατάλληλοι τροφαί. ἔστω δὲ καὶ  ὑπόξανθα τὰ ζῶα καὶ εὐκίνητα σφόδρα, καὶ μάλιστα ἐπανατείνοντα τὸν τράχηλον, καὶ τοὺς ὀφθαλμοὺς ὑπερύθρους ἔχοντα, καὶ ἀναιδεῖς καὶ θηριῶδες βλέποντα, καὶ τὰς κεφαλὰς πλατυτέρας καὶ τὸ πᾶν σῶμα, καὶ τὴν γαστέρα προκολπότερον, καὶ τὸν πόρον πρὸς ἄκρᾳ μᾶλλον τῇ οὐρᾷ ἔχοντα, καὶ τὴν οὐρὰν μὴ περιειλημένην, ἀλλὰ μᾶλλον συστρέφοντα, καὶ ἠρεμαῖον τὸν περίπατον ποιούμενα. τούτῳ γὰρ τοῦ ἄῤῥενος ἡ ἔχιδνα διήνεγκε καὶ τῷ πλέονας τῶν δύο κυνοδόντων ἔχειν, ὥσπερ δὴ καὶ Νίκανδρος διὰ τῶν ἐπῶν τούτων λέγει Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύο χροῒ τεκμαίρονται, ἰὸν ἐρευγόμενοι, πλέονες δέ τοι αἰὲν ἐχίδνης. καὶ δὴ λαβόντα αὐτὰ τῷ καιρῷ τούτῳ πρῶτον μὲν αὐτῶν χρὴ ἀποκόπτειν τὰς κεφαλάς τε καὶ τὰς οὐρὰς, τοσοῦτον ἀποκόπτοντας, ὡς εἶναι τὸ μέτρον τῆς ἀποκοπῆς τεσσάρων δακτύλων. ἐπιβλέπειν δὲ καὶ ἐν τῷ ἀποκόπτειν τὰ μέρη ταῦτα ἀκριβῶς παραινῶ, εἰ μετὰ τὴν ἀποκοπὴν ἄναιμά τε εὐθέως καὶ ἀκίνητα καὶ πάντῃ νεκρὰ τὰ ζῶα εἶναι φαίνοιτο εἰ γὰρ τοιαῦτα εὑρίσκοιτο τὰ θηρία, ἄχρηστα αὐτὰ πρὸς τὴν τοῦ φαρμάκου μίξιν εἶναι νόμιζε. εἰ δὲ βλέποις ἐν αὐτοῖς ἀποκοπέντων τῶν μερῶν ὑπολειπομένην κίνησίν τινα καὶ τὸ ἔναιμον ἐπί τινα χρόνον ἀποσώζειν δυνάμενα, ταῦτα ὡς ἄριστα ὄντα, μιγνύναι τῇ σκευασίᾳ τῆς ἀντιδότου, οὐ γὰρ ἐξίτηλον, ἀλλὰ ἰσχυρὰν πρὸς τὸ σώζειν ἔχοντα δύναμιν φαίνεται. εἶτα μετὰ τοῦτο ἀποδέρειν αὐτῶν ὅλον ἀκριβῶς τὸ δέρμα, ἐξαίρειν δὲ καὶ τὸ στέαρ ὡς ἄχρηστον καὶ τὰ ἐντόσθια ἅπαντα, ἔστι γὰρ τῶν περιττωμάτων δοχεῖα. καὶ μετὰ τοῦτο ἐμβάλλειν αὐτὰ λοιπὸν εἴς τι κεραμοῦν ἀγγεῖον, ὡς κάλλιστα κατασκευασθὲν, ἢ εἰς λέβητα γεγανωμένον καλῶς, καὶ τοῖς ἄνθραξιν ἀνακεκαυμένοις ἐπικείμενον, ἵνα ἀκνίστως ἡ ἕψησις αὐτῶν γένηται. ἑψήσθωσαν δὲ ἐν ὕδατι πηγαίῳ καὶ προσεμβαλέσθωσαν ἅλες νεαροὶ, καὶ ἀνήθου μὴ ξηροῦ κλῶνες σύμμετροι. εἶθ᾿ ὅταν ἑψηθῶσιν αἱ σάρκες καλῶς, τὸ μέτρον δὲ τῆς ἑψήσεως ἔστω σοι, ὅταν αἱ ἄκανθαι χωρισθῶσι τῆς σαρκὸς τῶν θηρίων, τότε ἀνελόμενος τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀκριβῶς χώριζε τὰς σάρκας τῶν ἀκανθῶν, καὶ λειώσας αὐτὰς, ἄρτου ὡς μάλιστα τοῦ καθαρωτάτου καὶ ἀπὸ σεμιδάλεως τῆς καθαρωτάτης γενομένου μίσγε τὸ σύμμετρον πρὸς τὴν ἀνάπλασιν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος βούλεται. ὁ γὰρ Μάγνος, καὶ ὁ Δαμοκράτης καὶ μέτρον τὶ ὡρισμένον αὐτοῖς μίγνυσθαι θέλουσιν· ἴσον γὰρ τοῦ ἄρτου πρὸς ἴσον τῶν σαρκῶν ἀποστήσαντες, οὕτως αὐτὰς συλλειοῦσι τῷ ἄρτῳ· εἶτα παραχέας τὸ αὔταρκες τοῦ ζωμοῦ, οὕτως ἀνάπλασσε συμμέτρους τροχίσκους, παραπτόμενος ἐν τῇ ἀναπλάσει, ὀποβαλσάμου ὀλίγου, καὶ ἐν σκιᾷ ἀποτιθέμενος εἰς τὴν τοῦ ὅλου φαρμάκου σκευασίαν φύλαττε.