<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg079.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΙΣΩΝΑ ΠΕΡΙ <lb/>ΤΗΣ ΘΗΡΙΑΚΗΣ ΒΙΒΛΙΟΝ.</head><p><milestone unit="ed2page" n="930"/>[Πίσωνι τὸν λόγον ἀνατίθησιν, Ἀνδρόμαχον
						<lb/>ἐπαινεῖ, καὶ τῆς γραφθησομένης πραγματείας τὸ αἴτιον <lb/>ἐκδηλοῖ ὁ Γαληνός.] Καὶ
						τοῦτόν σοι τὸν περὶ τῆς θηριακῆς <lb/>λόγον ἀκριβῶς ἐξετάσας ἅπαντα, ἄριστε Πίσων,
						<lb/>σπουδαίως ἐποίησα, καὶ μάλιστα ἐπεί σε κατεῖδον περὶ τὴν <lb/>γνῶσιν αὐτῆς μὴ
						παρέργως ἔχοντα. εἰσελθὼν γάρ ποτε <lb/>πρός σε κατὰ τὸ ἔθος, πολλὰ μὲν καὶ ἄλλα τῶν
						συνήθων <lb/>σοι παρακείμενα βιβλία εὗρον. καὶ γὰρ καὶ ἄλλως ἔστι σοι <lb/>φίλον, μετὰ
						τὰς δημοτικὰς τῶν πράξεων ἀσχολίας, τοῖς <pb n="211"/> παλαιοῖς τῶν φιλοσόφων ἀνδρῶν
						ὁμιλεῖν. γενόμενον δέ τι <lb/>σύγγραμμα περὶ τῆς ἀντιδότου ταύτης οὐκ ἀηδῶς ἀνεγίνωσκες
						<lb/>τότε, καί μοι παραστάντι σοι εὐθέως μὲν φιλικοῖς <lb/>ἐνεῖδες τοῖς ὄμμασι, δεξιῶς
						δὲ καὶ προσηγόρευσας, καὶ μετὰ <lb/>ταῦτα πάλιν ἀνεγίνωσκες τὸ βιβλίον, ἀκροατὴν ἔχων
						ἐμέ. <lb/>ἤκουον δὲ καὶ αὐτὸς, οὐκ ἀμελῶς γὰρ ἦν τὸ σύγγραμμα <lb/>συντεταγμένον ὑπό
						τινος Ἀνδρομάχου καλουμένου, ἐντελῶς <lb/>πεπαιδευμένου τὴν τέχνην, μὴ μόνον τῇ πείρᾳ
						τῶν ἔργων, <lb/>ἀλλὰ καὶ τοῖς λόγοις, τὸν ἐπ᾿ αὐτοῖς λογισμὸν ἀκριβῶς <lb/>ἠσκημένου. τὸ
						γοῦν ἄρχειν ἡμῶν, διὰ τὴν ἐν τούτοις ὑπεροχὴν, <lb/>ὑπὸ τῶν κατ᾿ ἐκεῖνον καιρὸν βασιλέων
						ἦν πεπιστευμένος, <lb/>ὡς ἔμοιγε δοκεῖ, τάχα τι καὶ τῆς πατρίδος αὐτῷ <lb/>εἰς τὸ
						ἀκριβῶς ἐκμαθεῖν τὴν ἰατρικὴν συναραμένης. Κρὴς <lb/>γὰρ τὸ γένος ἦν, καὶ εἰκὸς ἦν τὴν
						Κρήτην, ὡς ἄλλα <milestone unit="ed1page" n="457"/>
						<lb/>πολλὰ τῶν βοτανῶν, οὕτω καὶ εἴς τι φάρμακον ἀγαθὸν <lb/>τοῖς ἀνθρώποις ἐνεγκεῖν τὸν
						τοιοῦτον ἄνδρα. ἀναγινώσκοντος <lb/>δέ σου τὰ γεγραμμένα, πάνυ γε ἐγὼ ἔχαιρον, ὅτι οὕτως
						<lb/>ἀκριβῶς προσεῖχες τοῖς ὑπὸ τοῦ ἀνδρὸς λεγομένοις, καὶ ἀληθῶς <pb n="212"/> μέγα με
						θαῦμα κατεῖχε, καὶ τῇ καθ᾿ ἡμᾶς τύχῃ πολλὴν <lb/>τὴν χάριν εἶχον, ὅτι σε φιλοπόνως οὕτως
						ἔχοντα περὶ <lb/>τὴν τέχνην ἔβλεπον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἄλλων ἀνθρώπων <lb/>μόνην τὴν
						ἀκοὴν ὑπὸ τῶν ταύτης λόγων εὐφραίνεσθαι <lb/>θέλουσι. σὺ δὲ οὐ μόνον τῶν λεγομένων ἡδέως
						<lb/>ἀκούεις, ἀλλὰ καὶ πολλὰ τῶν μὴ λεγομένων ἐξ ἐμφύτου <lb/>συνέσεως εὑρίσκεις εὐφυῶς.
						ἔνια δὲ καὶ τῶν ἔργων οὕτως <lb/>ἀκριβῶς ἐπίστασαι καὶ βλέπεις, ὡς οἱ φιλοπόνως μαθόντες
						<lb/>ἡμεῖς. ὅπερ ὡς ἀληθῶς ἐγὼ θεασάμενος ἐπὶ σοῦ καὶ πάνυ <lb/>κατεπλάγην. ὁπότε γάρ
						σου τῶν παίδων ὁ φίλτατος τὴν <lb/>περὶ τὸ περιτόναιον διάθεσιν ἔσχεν ἔκ τινος τοῦ
							<milestone unit="ed2page" n="931"/>ἱππεύειν <lb/>ἀνάγκης, ἐπειδή τις καὶ δημοτελὴς ἦν
						μυστηρίων <lb/>ἱερουργὸς, διὰ θρησκείαν, τὴν ὑπὲρ Ῥωμαίων θεῶν ἀναγκαίως <lb/>ἀγομένην
						τότε, ἐφ᾿ ᾧ δὴ καὶ τοὺς εὐγενεστάτους παῖδας <lb/>ἱππεύοντας εὐρύθμως, καὶ χορεύοντας,
						ὥσπερ τοῖς ἵπποις, <lb/>ἔδει τινὰ τῶν μυστηρίων καὶ αὐτοὺς ἐπιτελεῖν. ὅτε <lb/>δὴ καὶ
						τοῦ παιδὸς τοῦ σοῦ ἁπαλοῦ τυγχάνοντος πάνυ, ὁ <lb/>τόπος οὗτος περιθλασθεὶς, βιαίως
						ἀπέστη τε τῶν ὑποκειμένων, <pb n="213"/> καὶ μετ᾿ αὐτὸ πῦον συναγαγὼν, ἐδεήθη καὶ τομῆς,
						<lb/>καὶ ὁ μὲν παῖς, ὥσπερ τὶς ἀνὴρ ἤδη, τλημόνως ἀπάντων <lb/>ἀνεχόμενος, ἐπιεικῶς
						ἐθεραπεύετο, καθάπερ ἔκ τινος τοῦ <lb/>φιλοσοφίας λόγου, καρτερίᾳ τε καὶ ἀνδρείᾳ πρὸς τὰ
						παρόντα <lb/>εὐφυῶς συνησκημένος. σὺ δὲ ἐφεστὼς ἀκριβῶς οὕτως ἔβλεπες, <lb/>καὶ τοῖς
						γιγνομένοις ὑφ᾿ ἡμῶν ἅπασι προσεῖχες, ὡς εἴ <lb/>ποτέ τι καὶ παρέργως ἐγίγνετο, εὐθέως
						ἐφεστάναι, καὶ <lb/>παραινεῖν κατὰ τὸν Ἱπποκράτην, μηδὲν εἰκῇ ποιεῖν. ἐγὼ <lb/>δέ τι καὶ
						φιλοτιμότερον θεώμενος, περιεργότερον τὸ ὑπὸ <lb/>σοῦ γιγνόμενον ἔβλεπον. εἴ ποτε γάρ τι
						καὶ τῶν ἐπιθετιμένων <lb/>ὑπὸ τοῦ θεραπεύοντος φαρμάκων ἀτόπως ἔκειτο, τοῦτο <lb/>τοῖς
						σαυτοῦ δακτύλοις μετετίθεις τε καὶ δεόντως ἥρμοττες <lb/>τῷ τραύματι, ὡς θαυμαστὸν εἶναι
						δοκεῖν, ἐκ τῆς περὶ <lb/>τὸν υἱόν σου στοργῆς καὶ τῆς φυσικῆς ἐντρεχείας, αἰφνίδιόν
						<lb/>σοι οὕτω τῶν χειρῶν ἐνδεικνυμένων ἀκριβῆ τέχνην, καὶ <lb/>τοῦτ᾿ ἄρ᾿ ἦν ἰδεῖν ἐπὶ
						σοῦ φαινόμενον ἐκεῖνο, ὥσπερ δὴ <lb/>καὶ ὁ σοφώτατος Πλάτων, ὡς εἰκὸς ἐπὶ πολλῶν
						πολλάκις <lb/>ἰδὼν, καὶ χαίρων τῇ τῆς ἀληθείας ἀνάγκῃ, καὶ τὰς μαθήσεις <pb n="214"/>
						ἀναμνήσεις εἶναι λέγει, καὶ τὴν ψυχὴν, πάντων τὰς <lb/>ἐννοίας ἔχειν δοκεῖν, ἐμφαίνεσθαι
						δὲ αὐτὰς τότε, ὅτε ἡ <lb/>χρεία καλεῖ. ὥσπερ δὲ δὴ καὶ ἐπὶ σοῦ, διὰ τὴν περὶ τὸν
						<lb/>παῖδα φροντίδα, ἀπροσδόκητος ἡμῖν ἡ παροῦσά σοι τῆς <lb/>τέχνης ἐμπειρία
						κατεφαίνετο, καὶ εἰκότως φιλόκαλός τε ὢν, <lb/>οὕτω καὶ εὐφυής. οὐδὲ περὶ τὸ φάρμακον
						τοῦτο τὴν θηριακὴν <lb/>ἔσχες ἀμελῶς, ἀλλ᾿ ἐσπούδασας αὐτοῦ εἰδέναι τήν τε <lb/>δύναμιν
						καὶ τὴν κρᾶσιν, τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς <lb/>χρήσεως ἀκριβῶς ἐκμαθεῖν. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>[Θηριακῆς ἔπαινος καὶ διάγνωσις, καὶ τῶν <lb/>περὶ ταύτην ἀρχόντων Ῥωμαίων σπουδή.] Καὶ
						γὰρ ἐστὶν <lb/>ὡς ἀληθῶς, παρὰ τοῖς ἀνθρώποις ἅπασιν ἐνδοξότατον, διά <lb/>τε τὸ
						ἄπταιστον τῆς ἐπαγγελίας καὶ διὰ τὸ δυνατὸν τῆς <lb/>ἐνεργείας· οἵτε γὰρ τις δηχθείς
						ποτε ὑπὸ τῶν ἀναιρεῖν <lb/>εἰωθότων θηρίων εὐθὺς πιὼν τὴν ἀντίδοτον ἀποθανὼν
						<lb/>ἱστόρηται, οὔτ᾿ ἂν προπιὼν τις, εἶτ᾿ οὐ μετὰ πολὺ δηχθεὶς <lb/>ἰσχυρότερον πρὸς τὸ
						ἀποκτεῖναι τόν ἰὸν ἔσχε τοῦ θηρίου, <lb/>ὅπερ πολλάκις καὶ τῶν ἀρχόντων τινὲς, ἐξουσίαν
						θανάτου ﻿<pb n="215"/> καὶ ζωῆς ἔχοντες. εἶτα τὸ κρῖναι τὸ φάρμακον θέλοντες, <lb/>εἰ
						τοῦθ᾿ ὅπερ ἐπαγγέλλεται, καὶ δρᾷν δύναται, ἐπὶ τῶν ἤδη <lb/>διά τινας πονηρὰς καὶ
						παρανόμους πράξεις κατακριθέντων <lb/>ἀποθανεῖν δοκιμάζουσιν αὐτὸ, ἡμεῖς μὲν ἐπ᾿
						ἀνθρώπων <lb/>τὴν κρίσιν αὐτοῦ ποιεῖσθαι μὴ δυνάμενοι, ἐπί τινων ἄλλων <lb/>ζώων τὸ αὐτὸ
						δρῶντες, τὴν ἀληθῆ τοῦ φαρμάκου κρίσιν <lb/>εὑρίσκειν πειρώμεθα. ἀλεκτρυόνας γὰρ
						λαβόντες, τοὺς μὴ <lb/>ὅσοι γέ τινες οἰκοδίαιτοί τέ εἰσιν, καὶ ἡμῖν ὁμορόφιοι,
						<lb/>ἄγριοι δὲ μᾶλλον τυγχάνουσιν ὄντες, καὶ ξηρότερον κεκραμένοι <lb/>τὸ σῶμα, οὕτως
						αὐτοῖς προβάλλομεν τὰ θηρία, καὶ <lb/>τὰ μὲν εὐθέως ἀποθνήσκει τὰ μὴ πιόντα, ὅσα δὲ
						πέπωκεν, <lb/>ἰσχύει καὶ μετὰ τὸ δῆγμα τὴν ζωὴν ἔχει. <milestone unit="ed2page" n="932"/>δοκιμάζειν <lb/>δ᾿ ἐνίοτε χρὴ τὸ φάρμακον, εἰ μή ἐστι δεδολωμένον. <lb/>καὶ τούτῳ τῷ
						τρόπῳ. διδόντες γάρ τι τῶν διὰ γαστρὸς <lb/>καθαίρειν δυναμένων φαρμάκων, προδίδομεν τῆς
						θηριακῆς, <lb/>καὶ ὅταν δοθείσης αὐτῆς μὴ καθαίρηται ὁ λαβὼν τὸ καθαρτικὸν
						<lb/>φάρμακον, αὐτῷ δοκιμάζομεν τὴν ἀντίδοτον ἀρίστην <lb/>οὖσαν, ἐπειδὴ ἐκώλυσε τὴν
						κάθαρσιν γενέσθαι τῷ <pb n="216"/> λαβόντι τὸ καθαρτικὸν φάρμακον, ὡς διὰ τὴν τοιαύτην
						<lb/>κρίσιν, μή ποτ᾿ ἂν ἡμᾶς σφαλῆναι περὶ τὴν τοῦ ἀληθοῦς <lb/>φαρμάκου εὕρεσιν. πολλὴ
						γάρ ἐστιν ὑπὸ τῶν πανουργούντων <lb/>καὶ ἡ περὶ αὐτὸ γινομένη πανουργία, καὶ οἱ πολλοὶ
						<lb/>τῇ δόξῃ μόνῃ τῆς ἀντιδότου ἀπατώμενοι, παρὰ τῶν καπηλικῶς <lb/>χρωμένων τῇ τέχνῃ,
						πλείστῳ ἀργυρίῳ, κἂν μὴ καλῶς <lb/>ἐσκευασμένον ᾖ, ὠνοῦνται τὸ φάρμακον. εἰσὶ γὰρ καὶ
						τῶν <lb/>ὑγιαινόντων τινὲς οἳ ἐν ὅλῳ καὶ παντὶ τῷ ἑαυτῶν βίῳ <lb/>ἀδιαλείπτως χρῶνται τῷ
						φαρμάκῳ, μάλιστα ὅσοι διὰ τὸ <lb/>σκαιὸν, καὶ ἀνελεύθερον τοῦ τρόπου μὴ ζῶσιν ἀμερίμνως,
						<lb/>ἀλλ᾿ ἀεὶ πρὸς τὸ ἐπιβουλεύεσθαι τὴν ὑποψίαν τοῦ ῥᾳδίως <lb/>ὑπὸ τῶν ἐχθρῶν
						ἀποθανεῖν ἔχουσιν. ἔνιοι δὲ δι᾿ ὠφέλειαν <lb/>τοῦ σώματος καθ᾿ ἑκάστην ἡμέραν
						προσφέρονται τοῦ φαρμάκου, <lb/>ὥσπερ δὴ τὸν θεῖον Μάρκον καὶ ἡμεῖς οἴδαμεν ἐνθέσμως
						<lb/>ποτὲ βασιλεύσαντα, καὶ ἀκριβῶς ἑαυτοῦ διὰ τὴν <lb/>σύνεσιν τῇ συγκράσει τοῦ σώματος
						παρακολουθήσαντα, κατακόρως <lb/>τε, καὶ ὥς τινι τροφῇ χρησάμενον τῷ φαρμάκῳ. <lb/>ἐξ
						ἐκείνου γὰρ καὶ μᾶλλον δεδόξασται τὸ φάρμακον, καὶ <pb n="217"/> εἰς τὸ φανερὸν αὐτοῦ
						τοῖς ἀνθρώποις ἡ δύναμις τῆς ἐνεργείας <lb/>ἐλήλυθε. τῇ γὰρ ἐπὶ τὸν βασιλέα γενομένῃ
						ὑγιεινῇ <lb/>καταστάσει τὴν πίστιν τῆς ὠφελείας ἡ ἀντίδοτος μᾶλλον <lb/>προσείληφεν.
						ἀλλ᾿ ἐπὶ μὲν ἐκείνου τοῦ βασιλέως μόνον <lb/>αὐτῆς τὸ ἔργον εἰς τὴν γνῶσιν τῶν εἰδότων
						κοινὸν ἦν, ἐπὶ <lb/>δὲ τῶν νῦν μεγίστων αὐτοκρατόρων ἡ χρῆσις εἰς τὸ κοινὸν <lb/>ἔφθασε.
						πᾶσι γὰρ ἡμῖν ἔξεστι τοῖς παρ᾿ αὐτῶν κεχρῆσθαι <lb/>καλῶς καὶ θεραπεύεσθαι ἀφθόνως,
						ἄλλου παρ᾿ ἄλλου λαμβάνοντος <lb/>τὸ φάρμακον, ἐπεὶ μὴ μόνον τῷ παρὰ θεῶν ἔχειν <lb/>τὸ
						βασιλεύειν ὑπερέχουσιν ἁπάντων, ἀλλὰ καὶ τῷ τῶν ἀγαθῶν <lb/>ἁπάντων ἅπασι μεταδιδόναι
						ἡδέως, ὥσπερ καὶ αὐτοὶ <lb/>οἱ θεοὶ, ἐν τῷ ἴσῳ καὶ τοσούτῳ τὴν εὐφροσύνην ἔχοντες.
						<lb/>ἐν ὅσῳ περ καὶ οἱ ἀπ᾿ αὐτῶν διασωζόμενοι διατίθενται, <lb/>καὶ νομίζοντες τὸ
						μέγιστον εἶναι τῆς βασιλείας μέρος τὴν <lb/>τοῦ κοινοῦ σωτηρίαν, ὅπερ δὴ καὶ μᾶλλον ἐπ᾿
						αὐτῶν τεθαύμακα. <lb/>οὐ γὰρ περὶ τοῦτο τὸ φάρμακον μόνον τὴν σπουδὴν <lb/>ἔχουσιν, ἀλλ᾿
						οὕτως εἰσὶ περὶ πάντα φιλότιμοι, ὡς εἴ <lb/>ποτέ τινι τῶν φίλων αὐτοῦ χρεία γένοιτο,
						θαυμαστὸν ὅπως <pb n="218"/> ἐξ ἑτοίμου, καὶ μετὰ πολλῆς τῆς προθυμίας κοινωνοῦσι τῶν
						<lb/>φαρμάκων. οὐ γὰρ περιμένοντες τὴν ἀνάγκην τῆς χρήσεως, <lb/>τότε καὶ σκευάζουσιν
						αὐτὰ, ἀλλὰ πρὸς τὸ τάχος τῆς τῶν <lb/>καιρῶν ὀξύτητος ἑτοίμην καὶ τὴν παρασκευὴν αὐτῶν
						φιλοκάλως <lb/>ἔχουσιν. <milestone unit="ed1page" n="458"/>ὁπότε γοῦν Ἀντίπατρος, ὁ τὰς
						Ἑλληνικὰς <lb/>ἐπιστολὰς αὐτῶν πράττειν πεπιστευμένος, καὶ διὰ <lb/>τὸ σεμνὸν τοῦ ἤθους
						καὶ διὰ τὴν ἐν τοῖς ῥητορικοῖς λόγοις <lb/>ἐντελῆ παιδείαν μεγάλως ὑπ᾿ αὐτῶν τιμώμενος,
						τῇ νεφριτικῇ <lb/>διαθέσει περιπεσὼν, δεινὰ καὶ ἀνήκεστα ὑπὸ τοῦ πάθους <lb/>ἔπασχεν,
						ἀξιέπαινον αὐτῶν εἶδον τὴν περὶ τοὺς φίλους <lb/>εἰς τὸ σώζεσθαι σπουδὴν, καὶ θαυμαστὴν
						τὴν περὶ τὴν <lb/>ἰατρικὴν φιλοτιμίαν. οὕτω γὰρ πρὸς τὸ ποικίλον καὶ διάφορον <lb/>τῶν
						συμπτωμάτων ἐνιστάμενοι ἀντηγωνίζοντο τῷ πάθει <lb/>διὰ τῶν καλλίστων φαρμάκων, ὡς τῶν
						ἰατρῶν οἱ ἄριστοι, <lb/>καὶ τὸν πάντα βίον περὶ τὴν ἄσκησιν αὐτῆς ἠσχολημένοι. <lb/>τὴν
						δὲ πάντα μοι φιλτάτην Ἀῤῥίαν, καὶ αὐτὴν ὑπ᾿ <lb/>αὐτῶν ἐξόχως ἐπαινουμένην, <milestone unit="ed2page" n="933"/>διὰ τὸ φιλοσοφεῖν ἀκριβῶς, <lb/>καὶ τοῖς Πλάτωνος μάλιστα
						χαίρειν λόγοις, ἀνέσωσάν <pb n="219"/> ποτε νοσήσασαν οὐ παρέργως καὶ τὸν στόμαχον
						ἐκλελυμένον <lb/>ἔχουσαν, καὶ κειμένην οὕτως ὑπτίαν, ὡς μηδὲ τὰς <lb/>τροφὰς δύνασθαι
						λαμβάνειν, καὶ διὰ τοῦτο εἰς τὸν τῆς <lb/>ἀτροφίας κίνδυνον ἐλθεῖν· ὅτε δὴ καὶ ὡς οἱ
						ἐμπειρότατοι <lb/>τῶν ἰατρῶν ἐθεράπευσαν τὴν γυναῖκα, ὑποδείξαντος ἐμοῦ, <lb/>τὸν
						ἀψινθίτην οἷον παρασχόντες αὐτῇ πιεῖν· πιοῦσα γὰρ <lb/>εὐθέως ἀνεῤῥώσθη τε τὸν στόμαχον,
						καὶ ταχέως ἀπείληφε <lb/>τῆς ὀρέξεως τὸ ἔργον. τὸ δὲ ἐπὶ τοῦ σοῦ παιδὸς γενόμενον
						<lb/>εἰκὸς ὅτι καὶ μνημονεύεις ἔτι ὁπότε γὰρ γενομένης <lb/>τῆς ἀποστάσεως σὺ μὲν, ὡς
						χρηστὸς πατὴρ, ὀκνηρότερον <lb/>εἶχες πρὸς τὴν τομὴν, ἤπειγε δὲ ὁ καιρὸς ἀποκριθῆναι τὸ
						<lb/>ἐγκείμενον ὑγρὸν, δόντες αὐτοὶ τὸ φάρμακον ἀπήλλαξαν <lb/>ἡμᾶς τῆς μεγάλης ἐπ᾿ αὐτῷ
						φροντίδος· ἐπιτεθεῖσα γὰρ ἡ <lb/>ἔμπλαστρος διεῖλε μὲν τὸ ἐπικείμενον σῶμα ὀξύτερον τῆς
						<lb/>τομῆς, ἐκένωσε δὲ πᾶν τὸ ὑγρὸν τὸ ὑποκείμενον, ὡς μηκέτ᾽ <lb/>ἔχειν διὰ τοῦτο τὸ
						παιδίον τὰς ἀλγηδόνας. </p></div><div type="textpart" subtype="chapter" n="3"><p>[Τίνος ἕνεκα ἐκ πολλῶν σύγκειται ἡ ἀντίδοτος· <lb/>ἔμφυτον δὲ πᾶσιν δύναμιν ὑπάρχειν,
						ἣν λόγῳ τε καὶ ﻿<pb n="220"/> αἰσθήσει ἰσχνεύομεν.] Ταύτην οὖν ἔχοντες περὶ ταῦτα τὰ
						<lb/>φάρμακα, ὡς ὁρᾷς, τὴν βασιλικὴν φιλοκαλίαν, εἰκότως καὶ <lb/>τὴν θηριακὴν
						σκευάζουσιν ἐπιμελῶς, καὶ ἓν ἕκαστον ὧν <lb/>μιγνύουσιν ἀκριβῶς δοκιμάζοντες αὐτοὶ, ὡς
						μηδὲν παρορᾷν, <lb/>καὶ διὰ τοῦτο θαυμαστῶς τὴν ἀντίδοτον ἀποτελεῖν τὰ ἔργα· <lb/>καὶ
						γάρ ἐστιν, ὡς οἶδας, ποικιλίαν ἔχουσα τοῖς μίγμασι καὶ <lb/>πολυειδῆ τὴν χρῆσιν ἐν τοῖς
						ἔργοις. τεθαύμακα γοῦν ἐγὼ <lb/>τὸν πρῶτον ποιησάμενον αὐτῆς τὴν σκευασίαν. καί μοι
						<lb/>δοκεῖ μήτ᾿ ἀλόγως, ἀλλ᾿ ἀκριβεῖ τινι λογισμῷ, καὶ βεβασανισμένῃ <lb/>πάνυ τῇ
						φροντίδι πεποιῆσθαι αὐτῆς τὴν σύνθεσιν· <lb/>οὐ γὰρ ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ
						ἄνευ λόγου <lb/>κατὰ τὰς φύσεις ἕκαστον ἀτέχνως ἰατρεύοντες αἰσχρῶς τὰ <lb/>μὲν ἐξ
						ὀνειράτων, τὰ δὲ καὶ παρ᾿ αὐτῆς τῆς τύχης λαβεῖν <lb/>φασιν εἰς τὴν τέχνην τὰ φάρμακα,
						οὕτω καὶ ἡμεῖς περὶ <lb/>τὴν ἰατρικὴν σπουδάζομεν, ἀλλ᾿ ὅσα μὲν ὁ λόγος αὐτὸς
						<lb/>πρῶτος καὶ μόνος ἐξευρίσκειν δύναται, ταῦτα ἀκριβῶς <lb/>παντὶ τῷ λογισμῷ ζητοῦντες
						φιλοπόνως εὑρίσκομεν, ὅσα δὲ <lb/>εὑρεῖν ἀδυνατεῖ, ταῦτα διὰ τῶν αἰσθήσεων τῇ πείρᾳ
						κρίνομεν, <pb n="221"/> πολλάκις μηδ᾿ αὐτῇ μόνῃ καὶ μιᾷ τῇ αἰσθήσει πιστεύοντες
						<lb/>αὐτῶν ποιεῖσθαι τὴν κρίσιν· οὔτε γὰρ τὴν τίτανον, <lb/>ὅτι λευκή ἐστιν ὥσπερ ἡ
						χιὼν, τῇ ὄψει μόνον ὡς <lb/>ψύχουσαν κρίνειν αὔταρκες εἶναι νομίζομεν· οὔθ᾿ ὅτι τὸ
						<lb/>ῥόδον, διὰ τὸ ἐρυθρὸν εἶναι, διὰ τοῦτο καὶ θερμαίνειν <lb/>αὐτὸ εὐθέως πεπείσμεθα,
						ἀλλ᾿ ἅμα τῇ ὄψει καὶ τὴν αἴσθησιν <lb/>τῆς ἁφῆς προσπαραλαμβάνοντες τὴν μὲν, ὅτι
						θερμαίνειν <lb/>μέχρι τοῦ καίειν ἀδιαψεύστως εὑρίσκομεν, τὸ δὲ <lb/>ῥόδον
						ἀντιπαραλαμβανόμενοι τῆς ἐπ᾿ αὐτοῦ ψύξεως, ὅτι τῶν <lb/>ἐμψυχόντων ἐστὶν, ἀκριβῶς
						ἐπιστεύσαμεν. καὶ οὕτω λοιπὸν <lb/>ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν δυνάμιν διὰ τῆς
						<lb/>αὐτῆς αἰσθήσεως κρίνοντες εὑρίσκομεν, τὸ μὲν ὅτι τόδε <lb/>ἐστὶν ἁλμυρὸν, ἢ ὀξὺ, τὸ
						δ᾿, ὅτι πικρὸν, ἢ γλυκὺ, τῇ <lb/>γεύσει δοκιμάζοντες αὐτά· τὸ δ᾿ ὅτι τὸ μὲν θερμαίνει,
						τὸ <lb/>δὲ ψύχει, καὶ ἄλλο ὑγραίνει, ἕτερον δὲ ξηραίνει, ἡ διὰ τῆς <lb/>ἁφῆς ἀντίληψις
						γνωρίζειν ἡμῖν παρέσχε. πολλὰ δ᾿ αὐτῶν <lb/>διὰ τῆς ὀδμῆς κρίνειν ἐπινοοῦμεν, καὶ τὸ μὲν
						εὔτονον τῆς <lb/>δυνάμεως ἐκ τοῦ πληκτικοῦ τῆς ἀποφορᾶς εὑρίσκομεν, τὸ <pb n="222"/> δ᾿
						ἄτονον τῆς ἰσχύος διὰ τῆς ἐκλύσεως <milestone unit="ed2page" n="934"/>τοῦ ὀσφραντοῦ.
						<lb/>γνωρίζωμεν δ᾿ εἰ δόκιμόν τε καὶ μὴ, κριτήριον τῶν <lb/>ἁπλῶν φαρμάκων τὰς ἑαυτῶν
						αἰσθήσεις ποιησάμενοι, καὶ <lb/>ταύταις αὐτὰ πειράσαντες τὸ πρῶτον, καὶ διὰ τῆς χρήσεως
						<lb/>τε καὶ αἰσθήσεως τὸ πιστὸν αὐταῖς ἐργασάμενοι, οὕτω λοιπὸν <lb/>προσάγοντες τῇ
						πείρᾳ τὸν λόγον, καὶ εἰς πάντα ὁδηγῷ <lb/>χρώμενοι, καὶ τοῖς ἁπλοῖς φαρμάκοις δεόντως
						χρώμεθα, καὶ <lb/>τὴν σύνθεσιν αὐτῶν τῇ τοῦ λόγου τέχνῃ ἀρίστην ποιούμεθα.
						<lb/>ἐκμαθόντες γὰρ ἑκάστου τῶν παθῶν τὴν φύσιν, καὶ <lb/>τὸ πολὺ καὶ διάφορον τῆς τῶν
						ἁπλῶν κράσεως εἰδότες, <lb/>οὕτω σκευάζομεν τὰ σύνθετα τῶν φαρμάκων ἑκάστῳ τῶν
						<lb/>νοσημάτων, τὸ συμφέρον διὰ τῆς ποικίλης αὐτῶν σκευασίας <lb/>ποιούμενοι, καὶ πρὸς
						ἕκαστον τῶν ἀνθρώπων, ὅπως αὐτῷ <lb/>κατεσκεύασται τὸ σῶμα, διὰ τοῦ τρόπου τῆς
						φαρμακείας <lb/>ἐντέχνως ἁρμοσάμενοι· πολλὴ γὰρ ἐστὶν, ὡς οὐκ ἀγνοεῖς, <lb/>παροῦσα ἡμῖν
						εἰς τὴν χρῆσιν ἡ τῶν φαρμάκων περιουσία, <lb/>καὶ οὕτως διάφορος, ὡς μὴ μόνον αὐτῆς ἐν
						τῇ συνθέσει τὸ <lb/>ποικίλον τῆς δυνάμεως ὁρᾶσθαι δύνασθαι, ἀλλὰ καὶ τῶν <pb n="223"/>
						ἁπλῶν φαρμάκων, τὰ μὲν ἐξ ὅλης αὐτῶν τῆς οὐσίας, μίαν <lb/>τινὰ καὶ ἁπλῆν ἐπιδείκνυται
						τὴν δύναμιν, ὥσπερ ἡ σκαμμωνία <lb/>ξανθὴν χολὴν ἕλκουσα φαίνεται. τὸ δὲ ἀπὸ τῆς Ἀττικῆς
						<lb/>ἐπίθυμον, τὸν τῆς μελαίνης χυμὸν διὰ τῆς κοιλίας <lb/>καθαῖρον ὁρᾶται, καὶ ὁ
						κνίδιος κόκκος τοῦ φλέγματος, καὶ <lb/>παντὸς τοῦ ὑδατώδους περιφανῶς ἄγωγός ἐστι. ταῦτα
						γὰρ <lb/>τὰ φάρμακα ἐκ παντὸς αὐτῶν τοῦ μέρους καὶ ἐξ ὅλης <lb/>ἑαυτῶν τῆς οὐσίας τὴν
						ὁλκὴν τῶν χυμῶν τούτων ποιεῖσθαι <lb/>φαίνεται. μὴ γὰρ πιστεύομεν Ἀσκληπιάδῃ τῷ ἀπὸ τῆς
						<lb/>Βιθυνίας ἰατρῷ, παρὰ τὸν καιρὸν ἐκεῖνον λέγοντι, ὅτε ἤδη <lb/>καὶ ὁ ἄνθρωπος
						καθαίρεται, τότε καὶ τοὺς χυμοὺς τούτους <lb/>εὐθέως κατά τινα μεταβολὴν γίγνεσθαι· διὰ
						τὴν γὰρ <lb/>τῶν ὄγκων τε καὶ πόρων ἐξ ἀρχῆς αὐτῷ γενομένην τοῦ <lb/>σώματος ὑπόθεσιν,
						τούτῳ ἀνάγκην ἔχοντι τῆς φύσεως ἀναιρεῖν <lb/>τὰ ἔργα, ἀκόλουθον ἦν καὶ τοῦτον περὶ τῶν
						χυμῶν <lb/>λέγειν τὸν λόγον, ὡς ἀλόγου καὶ παντάπασιν ἀδυνάτου <lb/>ὄντος τοῦ ὑπ᾿ αὐτοῦ
						λεγομένου. τίς γὰρ ἂν πιστεύσειε νοῦν <lb/>ἔχων ἐν τοσούτῳ τάχει ἅμα τῷ προσάγειν τοῦ
						σώματος <pb n="224"/> τὸ φάρμακον εὐθέως καὶ τοῦ μέλλοντος ἐκκρίνεσθαι χυμοῦ
						<lb/>γίγνεσθαι τὴν οὐσίαν ; τίς δ᾿ οὐκ ἂν πεισθείη ῥᾳδίως τοὺς <lb/>χυμοὺς τούτους, καὶ
						πρότερον κατὰ φύσιν εἶναι τοῖς σώμασιν, <lb/>ὁρῶν τὸν μὲν ἰκτεριῶντα παρὰ τὸν καιρὸν τοῦ
						λαβεῖν <lb/>τὸ χολαγωγὸν φάρμακον, ταχέως τε καθαιρόμενον τὴν <lb/>τοσαύτην χολὴν, καὶ
						τοῦ πάθους εὐκόλως ἀπαλλασσόμενον; <lb/>τὸν δὲ ὑδεριῶντα οὐδαμῶς τινι φαρμάκῳ, πᾶν τὸ
						ἐγκείμενον <lb/>ὕδωρ τῇ γαστρὶ, ἅμα τῷ λαβεῖν αὐτίκα μάλα κενούμενον, <lb/>καὶ ἐκ τῆς
						τοσαύτης παραχρῆμα κενώσεως, μηδ᾿ ὁτιοῦν, <lb/>ἢ ὀλίγιστόν γε πάνυ τὸ ὑγρὸν ἐγκείμενον
						τοῖς σώμασιν ἔχοντα. <lb/>ἀλλὰ ταῦτα ὁ μὲν Ἀσκληπιάδης παιδαριωδῶς τῇ ἀνάγκῃ <lb/>τοῦ
						δόγματος δουλεύων, ὡς ἔφην, διὰ τὸ φιλόδοξον, <lb/>οὐ προσποιεῖται βλέπειν, καὶ πάντα
						μᾶλλον πιθανῶς πλαττόμενος <lb/>εὑρίσκειν βούλεται, ἤπερ ἑκάστου τῶν φαρμάκων <lb/>τὸ
						οἰκεῖον <milestone unit="ed1page" n="459"/>τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν. ἡμεῖς
						<lb/>δὲ ταῦθ᾿ ὁρῶντες, καὶ τῷ λόγῳ τῆς ἑκάστου φύσεως τῶν <lb/>φαρμάκων, τὸ οἰκεῖον τῆς
						δυνάμεως φιλαλήθως ὁμολογεῖν <lb/>τὸ δυνατὸν εἰδότες, κᾀνταῦθ᾿ ὅτι φάρμακα φυσικῇ τινι
							﻿<pb n="225"/> δυνάμει ἕλκειν τὰ οἰκεῖα πέφυκεν ἀκριβῶς ἐπιστάμεθα, <lb/>ὥσπερ καὶ ἐν
						τῷ τὴν Μαγνῆτιν λίθον ἕλκειν τὸν σίδηρον <lb/>εἰς ἑαυτὴν, δύναμίν τινα ἑλκτικὴν εἶναι
						αὐτῇ, τὴν ἔμφυτον <lb/>δύναμιν εὐλόγως ἑαυτοὺς ἐπείσαμεν. θεὸς γὰρ οὖσα ὥσπερ <lb/>ἡ ἐν
						ἡμῖν φύσις, κατὰ τὸν Ὅμηρον, καὶ ἄγουσα τὰ ὅμοια <lb/>πρὸς τὰ ὅμοια, οὕτω τὰς θείας
						δυνάμεις ἑαυτῆς <lb/>ἐπιδείκνυται. </p></div><div type="textpart" subtype="chapter" n="4"><p><milestone unit="ed2page" n="935"/>[Τὰ ἁπλᾶ τῶν φαρμάκων συνθέτους <lb/>ὡς ἐπὶ τὸ πολὺ
						ἔχειν δυνάμεις καὶ διάφορα τοῦ <lb/>σώματος μόρια βλάπτειν τε καὶ ὠφελεῖν, καὶ διαφόροις
						διάφορα <lb/>προσήκειν.] Καὶ τῶν ἄλλων δὲ ἁπάντων τὴν φύσιν <lb/>φιλοτίμως ἐξετάζομεν,
						ἵνα καὶ τὴν δύναμιν αὐτῶν καθ᾿ ἣν <lb/>ἐνεργεῖ ἀκριβῶς μάθωμεν. εὑρίσκομεν γοῦν ἐν τῇ
						ἐξετάσει <lb/>αὐτῶν γενόμενοι τὰ μὲν, ὡς ἔφην, καθ᾿ ὅλας ἑαυτῶν <lb/>ἐνεργοῦντα τὰς
						οὐσίας, τὰ δὲ καὶ μικτὸν ἐν τῇ οὐσίᾳ τὴν <lb/>δύναμιν ἔχοντα καὶ διπλῆν ἀποτελοῦντα τὴν
						ἐνέργειαν <lb/>οὕτω φανερῶς πολλάκις, ὡς καὶ τὰ ἐναντιώτατα ὑπ᾿ αὐτῶν <lb/>ἐπὶ τοῦ
						σώματος γιγνόμενα ἡμᾶς βλέπειν, καὶ θαῦμα τοῖς <pb n="226"/> ὁρῶσι τὸ τοιοῦτον εἶναι
						δοκεῖν. λαπάθου γοῦν εἵ τις μὲν <lb/>τὰ φύλλα φάγοι, τὴν κοιλίαν ἐκταράσσεται εἰ δέ τις
						τὸ <lb/>σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἔχει. ὁμοίως δ᾿ οὖν καὶ <lb/>ὁ τῆς κράμβης χυλὸς
						καὶ τῶν γερόντων ἀλεκτρυόνων ὁ ζωμὸς <lb/>καὶ τῶν ἀπὸ τῆς θαλάττης κοχλιῶν οἱ χυμοὶ
						ληφθέντες <lb/>ἐκταράσσουσι τὴν κοιλίαν. τὸ δὲ λάχανον αὐτὸ ἡ <lb/>κράμβη, καὶ τούτων αἱ
						σάρκες ἐσθιόμεναι, ἐπέχουσιν αὐτάς. <lb/>ἡ δὲ ἀλόη καὶ ἡ τοῦ χαλκοῦ λεπὶς στύφει τε τὰς
						<lb/>ὑπὸ τῶν ἑλκῶν ὑπεραυξανομένας σάρκας, καὶ ἐπιξηραίνει <lb/>πολλάκις τὰ ὑπ᾿ αὐτοῖς
						γιγνόμενα ῥεύματα, ληφθέντα δὲ <lb/>διὰ τοῦ στόματος καθαρτικὰ τοῦ ὅλου σώματος
						γίνονται. <lb/>τὸ δὲ γάλα διαιρούμενον ὑφ᾿ ἡμῶν ἐναντίας ἐν τῇ χρείᾳ <lb/>δυνάμεις
						ἐπιδείκνυται. ὁ μὲν γὰρ ὀῤῥὸς αὐτοῦ πινόμενος <lb/>ἐκλύει τὴν γαστέρα, ἐσθιόμενος δὲ ὁ
						τυρὸς ἐπέχει αὐτὴν <lb/>ἀκριβῶς. ἔνια δὲ οὕτως τι παράδοξον ἐργάζεται ἐν τῇ μίξει
						<lb/>τῶν ἐν αὐτῇ μιγνυμένων δυνάμεων, ὡς καὶ ἀδύνατον <lb/>εἶναι γενέσθαι τοῖς ἀκούουσι
						δοκεῖν, εἰ μὴ τὴν παρὰ τὴν <lb/>γινομένην διὰ τῆς ὄψεως πίστιν παρὰ τοῦ γινομένου
						λάβωσι. <lb/>τὸ γοῦν τρίφυλλον ἡ βοτάνη, ἥτις ὑακίνθῳ ὡμοίωται, <pb n="227"/> ὁπόταν τοῦ
						ἔαρος ἐγκύμων γένηται, καὶ τὸ σπέρμα <lb/>ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνίκῳ, ὅταν τις ἀφεψήσῃ
						πάνυ, εἶτα <lb/>τῷ δήγματι τοῦ φαλαγγίου ἢ καὶ τοῦ ἔχεως τῷ ὕδατι <lb/>ἐπαντλήσει, ἰᾶται
						αὐτὸ καὶ εὐθέως ἀνώδυνον ἐργάζεται. εἰ <lb/>δέ τις ἐπ᾿ ἄλλου μὴ δεδηγμένου τὸν ὑγιῆ
						τόπον τῷ αὐτῷ <lb/>ἐπαντλήσει καταντλήματι, τὴν αὐτὴν αἴσθησιν καὶ τὰς <lb/>αὐτὰς ὀδύνας
						ὁμοίας τῷ δεδηγμένῳ πάσας ἀποτελεῖ, ὡς <lb/>εἶναι τὸ γινόμενον ἀληθῶς θαύματος ἄξιον,
						τὴν αὐτὴν βοτάνην <lb/>καὶ ἰᾶσθαι τὸ δῆγμα καὶ ὁμοίως τοῖς θηρίοις διατιθέναι <lb/>τὸν
						ὑγιῆ τόπον πονηρῶς. τινὰ δὲ τῶν φαρμάκων <lb/>τὴν ἀρχὴν οὐδὲ ὅλως ἐστὶ τοῖς ἀνθρώποις
						σύντροφα. τὸ <lb/>γοῦν κώνειον τοὺς μὲν ψάρους τρέφει καὶ τὴν θανατικὴν <lb/>δύναμιν ἐπ᾿
						αὐτῶν οὐκ ἔχει, ἡμᾶς δὲ, ὡς οὐκ ἀγνοεῖς, <lb/>ἀναιρεῖ. καὶ ὁ ἑλλέβορος τῶν μὲν ὀρτύγων
						ἐστὶ τροφὴ, τοὺς <lb/>δὲ ἀνθρώπους διαφθείρει κακῶς. ἔνια δὲ εὑρίσκομεν καὶ <lb/>μερῶν
						τινων ἐν τῷ σώματι τὴν κάκωσιν ἰδίως ποιούμενα. <lb/>ὁ γοῦν θαλάττιος λαγωὸς ἑλκοῖ τὸν
						πνεύμονα καὶ ἡ κανθαρὶς <pb n="228"/> ἰδίως τὴν κύστιν κακοῖ. πολλὰ δὲ τῶν φαρμάκων
						<lb/>πάλιν ἐξαιρέτως τινὰ τῶν μερῶν τοῦ σώματος ὠφελεῖν πέφυκε. <lb/>πάσχον γοῦν τὸ ἧπαρ
						πολλάκις εὐπατόριος ἡ βοτάνη <lb/>ἀγωνιστικῶς ὠφέλησε, καὶ ἡ μυροβάλανος τὸν σπλῆνα
						<lb/>ὤνησε. τὸ δὲ σαρξιφαγὲς καὶ ἡ βετονίκη τοὺς νεφροὺς <lb/>διέθηκε καλῶς, καὶ ὁμοίως
						ἄλλα ἐστὶν ἄλλων, ὡς τῇ πείρᾳ <lb/>τετηρήκαμεν, οἰκεῖα φάρμακα, ἅπερ ἡμεῖς, ὡς ἔφην,
						ἀκριβῶς <lb/>ἐξετάζοντες οὕτως ἑκάστῳ τῶν παθῶν τὴν κατάλληλον <lb/>προσφορὰν ποιούμεθα,
						διδασκάλῳ καὶ τούτων, ὥσπερ καὶ <lb/>τῶν ἄλλων ἁπάντων, Ἱπποκράτει τῷ ἀρίστῳ χρώμενοι.
						ὅτι <lb/>γὰρ ἀκριβεστάτην τὴν περὶ τῶν φαρμάκων τέχνην πεποίηται <lb/>καὶ ἐξ ἄλλων
						πλείστων ὑπ᾿ αὐτοῦ λεγομένων ἔστιν <lb/>ἰδεῖν, μάλιστα δὲ ἐξ ὧν φησιν ἐν τῷ β΄ τῶν
						ἐπιδημιῶν <lb/>οὕτω· <milestone unit="ed2page" n="936"/>φαρμάκων δὲ τρόπους ἴσμεν ἐξ ὧν
						γεγένηται <lb/>ὁκοῖα ἄττα. οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως <lb/>σύγκεινται, καὶ
						ἄλλα ὅσα πρωϊαίτερον, ἢ ὀψιαίτερον ληφθέντα, <lb/>καὶ οἱ διαχειρισμοὶ, οἷον ξηρᾶναι, ἢ
						κόψαι, ἢ <lb/>ἑψῆσαι, καὶ τὰ τοιαῦτα, ἕως τὰ πλεῖστα μειώσει πλείω <pb n="229"/> καὶ
						ὁκοῖα ἑκάστῳ καὶ ἐφ᾿ οἷσι νοσήμασι, καὶ ἐφ᾿ ᾗ τε τοῦ νοσήματος <lb/>ἡλικίᾳ, ἰδέᾳ, καὶ
						διαίτῃ ὁκοίᾳ, ἢ ὥρῃ ἔτεος, ὁκοίως <lb/>ἄγωμεν, καὶ τὰ τοιαῦτα. διὰ γὰρ τούτων, ὡς ὁρᾷς,
						καθολικώτερον <lb/>ἡμᾶς διδάσκει, παραινῶν καὶ τὰς φύσεις τῶν φαρμάκων <lb/>εἰδέναι, καὶ
						τὸν καιρὸν ἐξετάζειν, ἐν ᾧ τις τὸ φάρμακον <lb/>μέλλει λαμβάνειν, καὶ τὰς κράσεις τῶν
						λαμβανόντων ἐπιβλέπειν. <lb/>εἰσὶ γὰρ ὡς ἀληθῶς οἱ μὲν εὐκόλως λαμβάνειν δυνάμενοι,
						<lb/>ὡς καὶ πέπτειν αὐτὰ πολλάκις, ἢ κατὰ μηδὲν ὑπ᾿ αὐτῶν <lb/>κακοῦσθαι, ἀλλ᾿ ἐνίοτε
						καὶ τροφὴν αὐτοῖς γίνεσθαι αὐτὸ τὸ <lb/>φάρμακον. ἔνιοι δὲ ἀφυῶς οὕτως ἔχουσι πρὸς τὰς
						φαρμακείας <lb/>ὡς μηδὲ τὴν ἀρχὴν αὐταῖς χρῆσθαι δύνασθαι, ἀποστρέφεσθαί <lb/>τε αὐτοῖς
						τὸν στόμαχον καὶ πρὸ τῆς χρήσεως ἐκλύεσθαι <lb/>ῥᾳδίως. </p></div><div type="textpart" subtype="chapter" n="5"><p>[Τὶ ποτ᾿ ἐπήγαγε τοὺς ἰατροὺς πρὸς τὴν <lb/>σύγκρασιν πολλῶν ἁπλῶν. καὶ τίς ὁ πρῶτος
						ἐπιβαλῶν τῇ <lb/>θηριακῇ τὰς ἐχίδνας.] Ταῦτα γοῦν, ὡς ἔγωγε νομίζω, καὶ <lb/>τῶν παλαιῶν
						ἰατρῶν οἱ ἄριστοι παρ᾿ αὐτοῦ μαθόντες οὕτως <lb/>ἀρίστας καὶ τὰς συνθέσεις ἐποιοῦντο τῶν
						φαρμάκων, ﻿<pb n="230"/> ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως
						<lb/>ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς, <lb/>τῇ τῶν ἄλλων μίξει
						καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες <lb/>τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν
						τῶν παθῶν <lb/>διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως <lb/>τοῖς φαρμάκοις
						χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν <lb/>θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος
						φιλοτίμως τετεχνολόγηται, <lb/>ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων <lb/>ἐσκεύασαν.
						λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα <lb/>ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων
						φαρμάκων <lb/>τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ <lb/>καὶ τὴν τῶν
						ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν, <lb/>καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν
						πέφυκεν, εἰκότως <lb/>αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν, <lb/>ὡς διὰ
						τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων <lb/>ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ
						ἀναγκαῖον τῆς <lb/>χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι. <lb/>οὐδὲν
						γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν <pb n="231"/> δηλητηρίων φαρμάκων καὶ
						τῶν δακετῶν θηρίων. τὰ μὲν <lb/>γὰρ ἄλλα τῶν δεινοτάτων καὶ φυλακὴν ἔχει τὴν ἀπ᾿ αὐτῶν
						<lb/>φυγὴν, ταῦτα δὲ τὴν μεγίστην τοῖς ἀνθρώποις ἐπιβουλὴν <lb/>ἐργάζεται. διὰ γὰρ τὸ
						ἀφύλακτον τὶς οὐκ εἰδὼς ἑαυτῷ <lb/>πολλάκις προσφέρει τὸ φάρμακον, καὶ ἄλλως ἀγνοῶν,
						εἶτα <lb/>δηχθεὶς ὑπό τινος θηρίου αἰφνίδιον τελευτᾷ. ἐμοὶ δὲ καὶ <lb/>ἐξ ἱστορίας τὶς
						ἐμήνυσε λόγος ὡς ἄρα πολεμεῖν Ῥωμαίοις <lb/>τὶς ἐθέλων καὶ τὸ δυνατὸν ἐκ τῆς
						στρατιωτικῆς τάξεως <lb/>οὐκ ἔχων, ἄνθρωπος δὲ, φησὶ, Καρχηδόνιος οὗτος, ἐμπλήσας <lb/>
						<milestone unit="ed1page" n="460"/>πολλὰς χύτρας θηρίων τῶν ἀναιρεῖν ὀξέως δυναμένων,
						<lb/>οὕτως αὐτὰ προσέβαλε πρὸς τοὺς πολεμίους. οἱ <lb/>δὲ τὸ πεμπόμενον οὐ νοοῦντες καὶ
						διὰ τοῦτ᾿ ἀφύλακτοι μένοντες, <lb/>οὐ γὰρ ἦν τοιαῦτα εἰθισμένα ἐν τοῖς πολεμίοις
						<lb/>πέμπεσθαι βέλη, ταχέως πίπτοντες ἀπέθνησκον· καὶ διὰ <lb/>τοῦτο πολλάκις ὁ ἄνθρωπος
						οὗτος τῇ τοιαύτῃ πρὸς τὸ πολεμεῖν <lb/>πανουργίᾳ, ὥσπερ τι καὶ αὐτὸς θηρίον ὑπάρχων,
						<lb/>διέφυγε τῶν ἐναντίων τὰς χεῖρας. διόπερ οἶμαι, καὶ εἰς <lb/>τὰς τοιαύτας χρείας
						ὑμῖν τοῖς ὑπερέχουσι καὶ τοῖς τῶν <pb n="232"/> στρατοπέδων ἄρχουσιν, ἀναγκαῖον
							<milestone unit="ed2page" n="937"/>ἔχειν καὶ τοῦτο τὸ <lb/>φάρμακον, διὰ τὴν τοῦ
						πολεμεῖν ἐνίοτε γινομένην ἀνάγκην. <lb/>πάλαι μὲν οὖν καὶ ἄνευ τῆς τῶν θηρίων μίξεως
						σκευαζόμενον <lb/>τὸ φάρμακον ὁμοίως ἐποίει πρὸς τὰ τοιαῦτα καρτερῶς. <lb/>ἀεὶ δὲ τῶν
						ἰατρῶν φιλοτίμως πρὸς τὴν κατασκευὴν <lb/>αὐτῆς ἐχόντων καὶ ἄλλο συμμίσγειν ἐπινοούντων,
						οὕτως τὶς <lb/>προσεπενόησε καὶ ἔμιξεν αὐτῇ τὰ θηρία. Ἀνδρόμαχος δὲ, <lb/>φασὶν, οὗτος
						ἀνὴρ ἦν ἀξιόλογος ἰατρὸς, καὶ οὐ πολὺ πρὸ <lb/>ἡμῶν γεγενημένος. συνῆν γὰρ τῷ Νέρωνι, ᾧ
						καὶ προσεφώνησε, <lb/>γράψας αὐτὴν ἔπεσι, καὶ τὴν ἐπαγγελίαν καὶ τὴν <lb/>σκευασίαν. καὶ
						παραθήσομαί γέ σοι αὐτὰ τὰ ἔπη, ἵνα μηδὲ <lb/>τούτων ἀνίστορος ᾖς, οὕτω φιλόκαλος ὢν,
						ἐκεῖνο πρότερον <lb/>εἰπὼν, ὅτι διὰ τὸ τὸν ἐπινοήσαντα μῖξαι τῷ φαρμάκῳ τὰ <lb/>θηρία
						εἰκότως, οὐχ ὅτι μόνον πρὸς τὰ ἀπ᾿ αὐτῶν δήγματα <lb/>ἁρμόζει καλῶς, θηριακὴ ἂν λεχθείη
						πρὸς ἡμῶν, ἀλλ᾿ ὅτι <lb/>καὶ αὐτὰ τὰ θηρία λοιπὸν ἐν τῇ σκευασίᾳ μιγνύμενα ἔχει,
						<lb/>προσηκόντως ἐξ ἀμφοτέρων τῶν σημαινομένων ἑτοίμως ἂν <lb/>θηριακὴ λέγοιτο. ἔστι δὲ
						τὰ ἔπη ταῦτα. </p></div></div></body></text></TEI>