ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΙΣΩΝΑ ΠΕΡΙ ΤΗΣ ΘΗΡΙΑΚΗΣ ΒΙΒΛΙΟΝ. [Πίσωνι τὸν λόγον ἀνατίθησιν, Ἀνδρόμαχον ἐπαινεῖ, καὶ τῆς γραφθησομένης πραγματείας τὸ αἴτιον ἐκδηλοῖ ὁ Γαληνός.] Καὶ τοῦτόν σοι τὸν περὶ τῆς θηριακῆς λόγον ἀκριβῶς ἐξετάσας ἅπαντα, ἄριστε Πίσων, σπουδαίως ἐποίησα, καὶ μάλιστα ἐπεί σε κατεῖδον περὶ τὴν γνῶσιν αὐτῆς μὴ παρέργως ἔχοντα. εἰσελθὼν γάρ ποτε πρός σε κατὰ τὸ ἔθος, πολλὰ μὲν καὶ ἄλλα τῶν συνήθων σοι παρακείμενα βιβλία εὗρον. καὶ γὰρ καὶ ἄλλως ἔστι σοι φίλον, μετὰ τὰς δημοτικὰς τῶν πράξεων ἀσχολίας, τοῖς παλαιοῖς τῶν φιλοσόφων ἀνδρῶν ὁμιλεῖν. γενόμενον δέ τι σύγγραμμα περὶ τῆς ἀντιδότου ταύτης οὐκ ἀηδῶς ἀνεγίνωσκες τότε, καί μοι παραστάντι σοι εὐθέως μὲν φιλικοῖς ἐνεῖδες τοῖς ὄμμασι, δεξιῶς δὲ καὶ προσηγόρευσας, καὶ μετὰ ταῦτα πάλιν ἀνεγίνωσκες τὸ βιβλίον, ἀκροατὴν ἔχων ἐμέ. ἤκουον δὲ καὶ αὐτὸς, οὐκ ἀμελῶς γὰρ ἦν τὸ σύγγραμμα συντεταγμένον ὑπό τινος Ἀνδρομάχου καλουμένου, ἐντελῶς πεπαιδευμένου τὴν τέχνην, μὴ μόνον τῇ πείρᾳ τῶν ἔργων, ἀλλὰ καὶ τοῖς λόγοις, τὸν ἐπ᾿ αὐτοῖς λογισμὸν ἀκριβῶς ἠσκημένου. τὸ γοῦν ἄρχειν ἡμῶν, διὰ τὴν ἐν τούτοις ὑπεροχὴν, ὑπὸ τῶν κατ᾿ ἐκεῖνον καιρὸν βασιλέων ἦν πεπιστευμένος, ὡς ἔμοιγε δοκεῖ, τάχα τι καὶ τῆς πατρίδος αὐτῷ εἰς τὸ ἀκριβῶς ἐκμαθεῖν τὴν ἰατρικὴν συναραμένης. Κρὴς γὰρ τὸ γένος ἦν, καὶ εἰκὸς ἦν τὴν Κρήτην, ὡς ἄλλα πολλὰ τῶν βοτανῶν, οὕτω καὶ εἴς τι φάρμακον ἀγαθὸν τοῖς ἀνθρώποις ἐνεγκεῖν τὸν τοιοῦτον ἄνδρα. ἀναγινώσκοντος δέ σου τὰ γεγραμμένα, πάνυ γε ἐγὼ ἔχαιρον, ὅτι οὕτως ἀκριβῶς προσεῖχες τοῖς ὑπὸ τοῦ ἀνδρὸς λεγομένοις, καὶ ἀληθῶς μέγα με θαῦμα κατεῖχε, καὶ τῇ καθ᾿ ἡμᾶς τύχῃ πολλὴν τὴν χάριν εἶχον, ὅτι σε φιλοπόνως οὕτως ἔχοντα περὶ τὴν τέχνην ἔβλεπον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἄλλων ἀνθρώπων μόνην τὴν ἀκοὴν ὑπὸ τῶν ταύτης λόγων εὐφραίνεσθαι θέλουσι. σὺ δὲ οὐ μόνον τῶν λεγομένων ἡδέως ἀκούεις, ἀλλὰ καὶ πολλὰ τῶν μὴ λεγομένων ἐξ ἐμφύτου συνέσεως εὑρίσκεις εὐφυῶς. ἔνια δὲ καὶ τῶν ἔργων οὕτως ἀκριβῶς ἐπίστασαι καὶ βλέπεις, ὡς οἱ φιλοπόνως μαθόντες ἡμεῖς. ὅπερ ὡς ἀληθῶς ἐγὼ θεασάμενος ἐπὶ σοῦ καὶ πάνυ κατεπλάγην. ὁπότε γάρ σου τῶν παίδων ὁ φίλτατος τὴν περὶ τὸ περιτόναιον διάθεσιν ἔσχεν ἔκ τινος τοῦ ἱππεύειν ἀνάγκης, ἐπειδή τις καὶ δημοτελὴς ἦν μυστηρίων ἱερουργὸς, διὰ θρησκείαν, τὴν ὑπὲρ Ῥωμαίων θεῶν ἀναγκαίως ἀγομένην τότε, ἐφ᾿ ᾧ δὴ καὶ τοὺς εὐγενεστάτους παῖδας ἱππεύοντας εὐρύθμως, καὶ χορεύοντας, ὥσπερ τοῖς ἵπποις, ἔδει τινὰ τῶν μυστηρίων καὶ αὐτοὺς ἐπιτελεῖν. ὅτε δὴ καὶ τοῦ παιδὸς τοῦ σοῦ ἁπαλοῦ τυγχάνοντος πάνυ, ὁ τόπος οὗτος περιθλασθεὶς, βιαίως ἀπέστη τε τῶν ὑποκειμένων, καὶ μετ᾿ αὐτὸ πῦον συναγαγὼν, ἐδεήθη καὶ τομῆς, καὶ ὁ μὲν παῖς, ὥσπερ τὶς ἀνὴρ ἤδη, τλημόνως ἀπάντων ἀνεχόμενος, ἐπιεικῶς ἐθεραπεύετο, καθάπερ ἔκ τινος τοῦ φιλοσοφίας λόγου, καρτερίᾳ τε καὶ ἀνδρείᾳ πρὸς τὰ παρόντα εὐφυῶς συνησκημένος. σὺ δὲ ἐφεστὼς ἀκριβῶς οὕτως ἔβλεπες, καὶ τοῖς γιγνομένοις ὑφ᾿ ἡμῶν ἅπασι προσεῖχες, ὡς εἴ ποτέ τι καὶ παρέργως ἐγίγνετο, εὐθέως ἐφεστάναι, καὶ παραινεῖν κατὰ τὸν Ἱπποκράτην, μηδὲν εἰκῇ ποιεῖν. ἐγὼ δέ τι καὶ φιλοτιμότερον θεώμενος, περιεργότερον τὸ ὑπὸ σοῦ γιγνόμενον ἔβλεπον. εἴ ποτε γάρ τι καὶ τῶν ἐπιθετιμένων ὑπὸ τοῦ θεραπεύοντος φαρμάκων ἀτόπως ἔκειτο, τοῦτο τοῖς σαυτοῦ δακτύλοις μετετίθεις τε καὶ δεόντως ἥρμοττες τῷ τραύματι, ὡς θαυμαστὸν εἶναι δοκεῖν, ἐκ τῆς περὶ τὸν υἱόν σου στοργῆς καὶ τῆς φυσικῆς ἐντρεχείας, αἰφνίδιόν σοι οὕτω τῶν χειρῶν ἐνδεικνυμένων ἀκριβῆ τέχνην, καὶ τοῦτ᾿ ἄρ᾿ ἦν ἰδεῖν ἐπὶ σοῦ φαινόμενον ἐκεῖνο, ὥσπερ δὴ καὶ ὁ σοφώτατος Πλάτων, ὡς εἰκὸς ἐπὶ πολλῶν πολλάκις ἰδὼν, καὶ χαίρων τῇ τῆς ἀληθείας ἀνάγκῃ, καὶ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγει, καὶ τὴν ψυχὴν, πάντων τὰς ἐννοίας ἔχειν δοκεῖν, ἐμφαίνεσθαι δὲ αὐτὰς τότε, ὅτε ἡ χρεία καλεῖ. ὥσπερ δὲ δὴ καὶ ἐπὶ σοῦ, διὰ τὴν περὶ τὸν παῖδα φροντίδα, ἀπροσδόκητος ἡμῖν ἡ παροῦσά σοι τῆς τέχνης ἐμπειρία κατεφαίνετο, καὶ εἰκότως φιλόκαλός τε ὢν, οὕτω καὶ εὐφυής. οὐδὲ περὶ τὸ φάρμακον τοῦτο τὴν θηριακὴν ἔσχες ἀμελῶς, ἀλλ᾿ ἐσπούδασας αὐτοῦ εἰδέναι τήν τε δύναμιν καὶ τὴν κρᾶσιν, τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς χρήσεως ἀκριβῶς ἐκμαθεῖν. [Θηριακῆς ἔπαινος καὶ διάγνωσις, καὶ τῶν περὶ ταύτην ἀρχόντων Ῥωμαίων σπουδή.] Καὶ γὰρ ἐστὶν ὡς ἀληθῶς, παρὰ τοῖς ἀνθρώποις ἅπασιν ἐνδοξότατον, διά τε τὸ ἄπταιστον τῆς ἐπαγγελίας καὶ διὰ τὸ δυνατὸν τῆς ἐνεργείας· οἵτε γὰρ τις δηχθείς ποτε ὑπὸ τῶν ἀναιρεῖν εἰωθότων θηρίων εὐθὺς πιὼν τὴν ἀντίδοτον ἀποθανὼν ἱστόρηται, οὔτ᾿ ἂν προπιὼν τις, εἶτ᾿ οὐ μετὰ πολὺ δηχθεὶς ἰσχυρότερον πρὸς τὸ ἀποκτεῖναι τόν ἰὸν ἔσχε τοῦ θηρίου, ὅπερ πολλάκις καὶ τῶν ἀρχόντων τινὲς, ἐξουσίαν θανάτου  καὶ ζωῆς ἔχοντες. εἶτα τὸ κρῖναι τὸ φάρμακον θέλοντες, εἰ τοῦθ᾿ ὅπερ ἐπαγγέλλεται, καὶ δρᾷν δύναται, ἐπὶ τῶν ἤδη διά τινας πονηρὰς καὶ παρανόμους πράξεις κατακριθέντων ἀποθανεῖν δοκιμάζουσιν αὐτὸ, ἡμεῖς μὲν ἐπ᾿ ἀνθρώπων τὴν κρίσιν αὐτοῦ ποιεῖσθαι μὴ δυνάμενοι, ἐπί τινων ἄλλων ζώων τὸ αὐτὸ δρῶντες, τὴν ἀληθῆ τοῦ φαρμάκου κρίσιν εὑρίσκειν πειρώμεθα. ἀλεκτρυόνας γὰρ λαβόντες, τοὺς μὴ ὅσοι γέ τινες οἰκοδίαιτοί τέ εἰσιν, καὶ ἡμῖν ὁμορόφιοι, ἄγριοι δὲ μᾶλλον τυγχάνουσιν ὄντες, καὶ ξηρότερον κεκραμένοι τὸ σῶμα, οὕτως αὐτοῖς προβάλλομεν τὰ θηρία, καὶ τὰ μὲν εὐθέως ἀποθνήσκει τὰ μὴ πιόντα, ὅσα δὲ πέπωκεν, ἰσχύει καὶ μετὰ τὸ δῆγμα τὴν ζωὴν ἔχει. δοκιμάζειν δ᾿ ἐνίοτε χρὴ τὸ φάρμακον, εἰ μή ἐστι δεδολωμένον. καὶ τούτῳ τῷ τρόπῳ. διδόντες γάρ τι τῶν διὰ γαστρὸς καθαίρειν δυναμένων φαρμάκων, προδίδομεν τῆς θηριακῆς, καὶ ὅταν δοθείσης αὐτῆς μὴ καθαίρηται ὁ λαβὼν τὸ καθαρτικὸν φάρμακον, αὐτῷ δοκιμάζομεν τὴν ἀντίδοτον ἀρίστην οὖσαν, ἐπειδὴ ἐκώλυσε τὴν κάθαρσιν γενέσθαι τῷ λαβόντι τὸ καθαρτικὸν φάρμακον, ὡς διὰ τὴν τοιαύτην κρίσιν, μή ποτ᾿ ἂν ἡμᾶς σφαλῆναι περὶ τὴν τοῦ ἀληθοῦς φαρμάκου εὕρεσιν. πολλὴ γάρ ἐστιν ὑπὸ τῶν πανουργούντων καὶ ἡ περὶ αὐτὸ γινομένη πανουργία, καὶ οἱ πολλοὶ τῇ δόξῃ μόνῃ τῆς ἀντιδότου ἀπατώμενοι, παρὰ τῶν καπηλικῶς χρωμένων τῇ τέχνῃ, πλείστῳ ἀργυρίῳ, κἂν μὴ καλῶς ἐσκευασμένον ᾖ, ὠνοῦνται τὸ φάρμακον. εἰσὶ γὰρ καὶ τῶν ὑγιαινόντων τινὲς οἳ ἐν ὅλῳ καὶ παντὶ τῷ ἑαυτῶν βίῳ ἀδιαλείπτως χρῶνται τῷ φαρμάκῳ, μάλιστα ὅσοι διὰ τὸ σκαιὸν, καὶ ἀνελεύθερον τοῦ τρόπου μὴ ζῶσιν ἀμερίμνως, ἀλλ᾿ ἀεὶ πρὸς τὸ ἐπιβουλεύεσθαι τὴν ὑποψίαν τοῦ ῥᾳδίως ὑπὸ τῶν ἐχθρῶν ἀποθανεῖν ἔχουσιν. ἔνιοι δὲ δι᾿ ὠφέλειαν τοῦ σώματος καθ᾿ ἑκάστην ἡμέραν προσφέρονται τοῦ φαρμάκου, ὥσπερ δὴ τὸν θεῖον Μάρκον καὶ ἡμεῖς οἴδαμεν ἐνθέσμως ποτὲ βασιλεύσαντα, καὶ ἀκριβῶς ἑαυτοῦ διὰ τὴν σύνεσιν τῇ συγκράσει τοῦ σώματος παρακολουθήσαντα, κατακόρως τε, καὶ ὥς τινι τροφῇ χρησάμενον τῷ φαρμάκῳ. ἐξ ἐκείνου γὰρ καὶ μᾶλλον δεδόξασται τὸ φάρμακον, καὶ εἰς τὸ φανερὸν αὐτοῦ τοῖς ἀνθρώποις ἡ δύναμις τῆς ἐνεργείας ἐλήλυθε. τῇ γὰρ ἐπὶ τὸν βασιλέα γενομένῃ ὑγιεινῇ καταστάσει τὴν πίστιν τῆς ὠφελείας ἡ ἀντίδοτος μᾶλλον προσείληφεν. ἀλλ᾿ ἐπὶ μὲν ἐκείνου τοῦ βασιλέως μόνον αὐτῆς τὸ ἔργον εἰς τὴν γνῶσιν τῶν εἰδότων κοινὸν ἦν, ἐπὶ δὲ τῶν νῦν μεγίστων αὐτοκρατόρων ἡ χρῆσις εἰς τὸ κοινὸν ἔφθασε. πᾶσι γὰρ ἡμῖν ἔξεστι τοῖς παρ᾿ αὐτῶν κεχρῆσθαι καλῶς καὶ θεραπεύεσθαι ἀφθόνως, ἄλλου παρ᾿ ἄλλου λαμβάνοντος τὸ φάρμακον, ἐπεὶ μὴ μόνον τῷ παρὰ θεῶν ἔχειν τὸ βασιλεύειν ὑπερέχουσιν ἁπάντων, ἀλλὰ καὶ τῷ τῶν ἀγαθῶν ἁπάντων ἅπασι μεταδιδόναι ἡδέως, ὥσπερ καὶ αὐτοὶ οἱ θεοὶ, ἐν τῷ ἴσῳ καὶ τοσούτῳ τὴν εὐφροσύνην ἔχοντες. ἐν ὅσῳ περ καὶ οἱ ἀπ᾿ αὐτῶν διασωζόμενοι διατίθενται, καὶ νομίζοντες τὸ μέγιστον εἶναι τῆς βασιλείας μέρος τὴν τοῦ κοινοῦ σωτηρίαν, ὅπερ δὴ καὶ μᾶλλον ἐπ᾿ αὐτῶν τεθαύμακα. οὐ γὰρ περὶ τοῦτο τὸ φάρμακον μόνον τὴν σπουδὴν ἔχουσιν, ἀλλ᾿ οὕτως εἰσὶ περὶ πάντα φιλότιμοι, ὡς εἴ ποτέ τινι τῶν φίλων αὐτοῦ χρεία γένοιτο, θαυμαστὸν ὅπως ἐξ ἑτοίμου, καὶ μετὰ πολλῆς τῆς προθυμίας κοινωνοῦσι τῶν φαρμάκων. οὐ γὰρ περιμένοντες τὴν ἀνάγκην τῆς χρήσεως, τότε καὶ σκευάζουσιν αὐτὰ, ἀλλὰ πρὸς τὸ τάχος τῆς τῶν καιρῶν ὀξύτητος ἑτοίμην καὶ τὴν παρασκευὴν αὐτῶν φιλοκάλως ἔχουσιν. ὁπότε γοῦν Ἀντίπατρος, ὁ τὰς Ἑλληνικὰς ἐπιστολὰς αὐτῶν πράττειν πεπιστευμένος, καὶ διὰ τὸ σεμνὸν τοῦ ἤθους καὶ διὰ τὴν ἐν τοῖς ῥητορικοῖς λόγοις ἐντελῆ παιδείαν μεγάλως ὑπ᾿ αὐτῶν τιμώμενος, τῇ νεφριτικῇ διαθέσει περιπεσὼν, δεινὰ καὶ ἀνήκεστα ὑπὸ τοῦ πάθους ἔπασχεν, ἀξιέπαινον αὐτῶν εἶδον τὴν περὶ τοὺς φίλους εἰς τὸ σώζεσθαι σπουδὴν, καὶ θαυμαστὴν τὴν περὶ τὴν ἰατρικὴν φιλοτιμίαν. οὕτω γὰρ πρὸς τὸ ποικίλον καὶ διάφορον τῶν συμπτωμάτων ἐνιστάμενοι ἀντηγωνίζοντο τῷ πάθει διὰ τῶν καλλίστων φαρμάκων, ὡς τῶν ἰατρῶν οἱ ἄριστοι, καὶ τὸν πάντα βίον περὶ τὴν ἄσκησιν αὐτῆς ἠσχολημένοι. τὴν δὲ πάντα μοι φιλτάτην Ἀῤῥίαν, καὶ αὐτὴν ὑπ᾿ αὐτῶν ἐξόχως ἐπαινουμένην, διὰ τὸ φιλοσοφεῖν ἀκριβῶς, καὶ τοῖς Πλάτωνος μάλιστα χαίρειν λόγοις, ἀνέσωσάν ποτε νοσήσασαν οὐ παρέργως καὶ τὸν στόμαχον ἐκλελυμένον ἔχουσαν, καὶ κειμένην οὕτως ὑπτίαν, ὡς μηδὲ τὰς τροφὰς δύνασθαι λαμβάνειν, καὶ διὰ τοῦτο εἰς τὸν τῆς ἀτροφίας κίνδυνον ἐλθεῖν· ὅτε δὴ καὶ ὡς οἱ ἐμπειρότατοι τῶν ἰατρῶν ἐθεράπευσαν τὴν γυναῖκα, ὑποδείξαντος ἐμοῦ, τὸν ἀψινθίτην οἷον παρασχόντες αὐτῇ πιεῖν· πιοῦσα γὰρ εὐθέως ἀνεῤῥώσθη τε τὸν στόμαχον, καὶ ταχέως ἀπείληφε τῆς ὀρέξεως τὸ ἔργον. τὸ δὲ ἐπὶ τοῦ σοῦ παιδὸς γενόμενον εἰκὸς ὅτι καὶ μνημονεύεις ἔτι ὁπότε γὰρ γενομένης τῆς ἀποστάσεως σὺ μὲν, ὡς χρηστὸς πατὴρ, ὀκνηρότερον εἶχες πρὸς τὴν τομὴν, ἤπειγε δὲ ὁ καιρὸς ἀποκριθῆναι τὸ ἐγκείμενον ὑγρὸν, δόντες αὐτοὶ τὸ φάρμακον ἀπήλλαξαν ἡμᾶς τῆς μεγάλης ἐπ᾿ αὐτῷ φροντίδος· ἐπιτεθεῖσα γὰρ ἡ ἔμπλαστρος διεῖλε μὲν τὸ ἐπικείμενον σῶμα ὀξύτερον τῆς τομῆς, ἐκένωσε δὲ πᾶν τὸ ὑγρὸν τὸ ὑποκείμενον, ὡς μηκέτ᾽ ἔχειν διὰ τοῦτο τὸ παιδίον τὰς ἀλγηδόνας. [Τίνος ἕνεκα ἐκ πολλῶν σύγκειται ἡ ἀντίδοτος· ἔμφυτον δὲ πᾶσιν δύναμιν ὑπάρχειν, ἣν λόγῳ τε καὶ  αἰσθήσει ἰσχνεύομεν.] Ταύτην οὖν ἔχοντες περὶ ταῦτα τὰ φάρμακα, ὡς ὁρᾷς, τὴν βασιλικὴν φιλοκαλίαν, εἰκότως καὶ τὴν θηριακὴν σκευάζουσιν ἐπιμελῶς, καὶ ἓν ἕκαστον ὧν μιγνύουσιν ἀκριβῶς δοκιμάζοντες αὐτοὶ, ὡς μηδὲν παρορᾷν, καὶ διὰ τοῦτο θαυμαστῶς τὴν ἀντίδοτον ἀποτελεῖν τὰ ἔργα· καὶ γάρ ἐστιν, ὡς οἶδας, ποικιλίαν ἔχουσα τοῖς μίγμασι καὶ πολυειδῆ τὴν χρῆσιν ἐν τοῖς ἔργοις. τεθαύμακα γοῦν ἐγὼ τὸν πρῶτον ποιησάμενον αὐτῆς τὴν σκευασίαν. καί μοι δοκεῖ μήτ᾿ ἀλόγως, ἀλλ᾿ ἀκριβεῖ τινι λογισμῷ, καὶ βεβασανισμένῃ πάνυ τῇ φροντίδι πεποιῆσθαι αὐτῆς τὴν σύνθεσιν· οὐ γὰρ ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ ἄνευ λόγου κατὰ τὰς φύσεις ἕκαστον ἀτέχνως ἰατρεύοντες αἰσχρῶς τὰ μὲν ἐξ ὀνειράτων, τὰ δὲ καὶ παρ᾿ αὐτῆς τῆς τύχης λαβεῖν φασιν εἰς τὴν τέχνην τὰ φάρμακα, οὕτω καὶ ἡμεῖς περὶ τὴν ἰατρικὴν σπουδάζομεν, ἀλλ᾿ ὅσα μὲν ὁ λόγος αὐτὸς πρῶτος καὶ μόνος ἐξευρίσκειν δύναται, ταῦτα ἀκριβῶς παντὶ τῷ λογισμῷ ζητοῦντες φιλοπόνως εὑρίσκομεν, ὅσα δὲ εὑρεῖν ἀδυνατεῖ, ταῦτα διὰ τῶν αἰσθήσεων τῇ πείρᾳ κρίνομεν, πολλάκις μηδ᾿ αὐτῇ μόνῃ καὶ μιᾷ τῇ αἰσθήσει πιστεύοντες αὐτῶν ποιεῖσθαι τὴν κρίσιν· οὔτε γὰρ τὴν τίτανον, ὅτι λευκή ἐστιν ὥσπερ ἡ χιὼν, τῇ ὄψει μόνον ὡς ψύχουσαν κρίνειν αὔταρκες εἶναι νομίζομεν· οὔθ᾿ ὅτι τὸ ῥόδον, διὰ τὸ ἐρυθρὸν εἶναι, διὰ τοῦτο καὶ θερμαίνειν αὐτὸ εὐθέως πεπείσμεθα, ἀλλ᾿ ἅμα τῇ ὄψει καὶ τὴν αἴσθησιν τῆς ἁφῆς προσπαραλαμβάνοντες τὴν μὲν, ὅτι θερμαίνειν μέχρι τοῦ καίειν ἀδιαψεύστως εὑρίσκομεν, τὸ δὲ ῥόδον ἀντιπαραλαμβανόμενοι τῆς ἐπ᾿ αὐτοῦ ψύξεως, ὅτι τῶν ἐμψυχόντων ἐστὶν, ἀκριβῶς ἐπιστεύσαμεν. καὶ οὕτω λοιπὸν ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν δυνάμιν διὰ τῆς αὐτῆς αἰσθήσεως κρίνοντες εὑρίσκομεν, τὸ μὲν ὅτι τόδε ἐστὶν ἁλμυρὸν, ἢ ὀξὺ, τὸ δ᾿, ὅτι πικρὸν, ἢ γλυκὺ, τῇ γεύσει δοκιμάζοντες αὐτά· τὸ δ᾿ ὅτι τὸ μὲν θερμαίνει, τὸ δὲ ψύχει, καὶ ἄλλο ὑγραίνει, ἕτερον δὲ ξηραίνει, ἡ διὰ τῆς ἁφῆς ἀντίληψις γνωρίζειν ἡμῖν παρέσχε. πολλὰ δ᾿ αὐτῶν διὰ τῆς ὀδμῆς κρίνειν ἐπινοοῦμεν, καὶ τὸ μὲν εὔτονον τῆς δυνάμεως ἐκ τοῦ πληκτικοῦ τῆς ἀποφορᾶς εὑρίσκομεν, τὸ δ᾿ ἄτονον τῆς ἰσχύος διὰ τῆς ἐκλύσεως τοῦ ὀσφραντοῦ. γνωρίζωμεν δ᾿ εἰ δόκιμόν τε καὶ μὴ, κριτήριον τῶν ἁπλῶν φαρμάκων τὰς ἑαυτῶν αἰσθήσεις ποιησάμενοι, καὶ ταύταις αὐτὰ πειράσαντες τὸ πρῶτον, καὶ διὰ τῆς χρήσεως τε καὶ αἰσθήσεως τὸ πιστὸν αὐταῖς ἐργασάμενοι, οὕτω λοιπὸν προσάγοντες τῇ πείρᾳ τὸν λόγον, καὶ εἰς πάντα ὁδηγῷ χρώμενοι, καὶ τοῖς ἁπλοῖς φαρμάκοις δεόντως χρώμεθα, καὶ τὴν σύνθεσιν αὐτῶν τῇ τοῦ λόγου τέχνῃ ἀρίστην ποιούμεθα. ἐκμαθόντες γὰρ ἑκάστου τῶν παθῶν τὴν φύσιν, καὶ τὸ πολὺ καὶ διάφορον τῆς τῶν ἁπλῶν κράσεως εἰδότες, οὕτω σκευάζομεν τὰ σύνθετα τῶν φαρμάκων ἑκάστῳ τῶν νοσημάτων, τὸ συμφέρον διὰ τῆς ποικίλης αὐτῶν σκευασίας ποιούμενοι, καὶ πρὸς ἕκαστον τῶν ἀνθρώπων, ὅπως αὐτῷ κατεσκεύασται τὸ σῶμα, διὰ τοῦ τρόπου τῆς φαρμακείας ἐντέχνως ἁρμοσάμενοι· πολλὴ γὰρ ἐστὶν, ὡς οὐκ ἀγνοεῖς, παροῦσα ἡμῖν εἰς τὴν χρῆσιν ἡ τῶν φαρμάκων περιουσία, καὶ οὕτως διάφορος, ὡς μὴ μόνον αὐτῆς ἐν τῇ συνθέσει τὸ ποικίλον τῆς δυνάμεως ὁρᾶσθαι δύνασθαι, ἀλλὰ καὶ τῶν ἁπλῶν φαρμάκων, τὰ μὲν ἐξ ὅλης αὐτῶν τῆς οὐσίας, μίαν τινὰ καὶ ἁπλῆν ἐπιδείκνυται τὴν δύναμιν, ὥσπερ ἡ σκαμμωνία ξανθὴν χολὴν ἕλκουσα φαίνεται. τὸ δὲ ἀπὸ τῆς Ἀττικῆς ἐπίθυμον, τὸν τῆς μελαίνης χυμὸν διὰ τῆς κοιλίας καθαῖρον ὁρᾶται, καὶ ὁ κνίδιος κόκκος τοῦ φλέγματος, καὶ παντὸς τοῦ ὑδατώδους περιφανῶς ἄγωγός ἐστι. ταῦτα γὰρ τὰ φάρμακα ἐκ παντὸς αὐτῶν τοῦ μέρους καὶ ἐξ ὅλης ἑαυτῶν τῆς οὐσίας τὴν ὁλκὴν τῶν χυμῶν τούτων ποιεῖσθαι φαίνεται. μὴ γὰρ πιστεύομεν Ἀσκληπιάδῃ τῷ ἀπὸ τῆς Βιθυνίας ἰατρῷ, παρὰ τὸν καιρὸν ἐκεῖνον λέγοντι, ὅτε ἤδη καὶ ὁ ἄνθρωπος καθαίρεται, τότε καὶ τοὺς χυμοὺς τούτους εὐθέως κατά τινα μεταβολὴν γίγνεσθαι· διὰ τὴν γὰρ τῶν ὄγκων τε καὶ πόρων ἐξ ἀρχῆς αὐτῷ γενομένην τοῦ σώματος ὑπόθεσιν, τούτῳ ἀνάγκην ἔχοντι τῆς φύσεως ἀναιρεῖν τὰ ἔργα, ἀκόλουθον ἦν καὶ τοῦτον περὶ τῶν χυμῶν λέγειν τὸν λόγον, ὡς ἀλόγου καὶ παντάπασιν ἀδυνάτου ὄντος τοῦ ὑπ᾿ αὐτοῦ λεγομένου. τίς γὰρ ἂν πιστεύσειε νοῦν ἔχων ἐν τοσούτῳ τάχει ἅμα τῷ προσάγειν τοῦ σώματος τὸ φάρμακον εὐθέως καὶ τοῦ μέλλοντος ἐκκρίνεσθαι χυμοῦ γίγνεσθαι τὴν οὐσίαν ; τίς δ᾿ οὐκ ἂν πεισθείη ῥᾳδίως τοὺς χυμοὺς τούτους, καὶ πρότερον κατὰ φύσιν εἶναι τοῖς σώμασιν, ὁρῶν τὸν μὲν ἰκτεριῶντα παρὰ τὸν καιρὸν τοῦ λαβεῖν τὸ χολαγωγὸν φάρμακον, ταχέως τε καθαιρόμενον τὴν τοσαύτην χολὴν, καὶ τοῦ πάθους εὐκόλως ἀπαλλασσόμενον; τὸν δὲ ὑδεριῶντα οὐδαμῶς τινι φαρμάκῳ, πᾶν τὸ ἐγκείμενον ὕδωρ τῇ γαστρὶ, ἅμα τῷ λαβεῖν αὐτίκα μάλα κενούμενον, καὶ ἐκ τῆς τοσαύτης παραχρῆμα κενώσεως, μηδ᾿ ὁτιοῦν, ἢ ὀλίγιστόν γε πάνυ τὸ ὑγρὸν ἐγκείμενον τοῖς σώμασιν ἔχοντα. ἀλλὰ ταῦτα ὁ μὲν Ἀσκληπιάδης παιδαριωδῶς τῇ ἀνάγκῃ τοῦ δόγματος δουλεύων, ὡς ἔφην, διὰ τὸ φιλόδοξον, οὐ προσποιεῖται βλέπειν, καὶ πάντα μᾶλλον πιθανῶς πλαττόμενος εὑρίσκειν βούλεται, ἤπερ ἑκάστου τῶν φαρμάκων τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν. ἡμεῖς δὲ ταῦθ᾿ ὁρῶντες, καὶ τῷ λόγῳ τῆς ἑκάστου φύσεως τῶν φαρμάκων, τὸ οἰκεῖον τῆς δυνάμεως φιλαλήθως ὁμολογεῖν τὸ δυνατὸν εἰδότες, κᾀνταῦθ᾿ ὅτι φάρμακα φυσικῇ τινι  δυνάμει ἕλκειν τὰ οἰκεῖα πέφυκεν ἀκριβῶς ἐπιστάμεθα, ὥσπερ καὶ ἐν τῷ τὴν Μαγνῆτιν λίθον ἕλκειν τὸν σίδηρον εἰς ἑαυτὴν, δύναμίν τινα ἑλκτικὴν εἶναι αὐτῇ, τὴν ἔμφυτον δύναμιν εὐλόγως ἑαυτοὺς ἐπείσαμεν. θεὸς γὰρ οὖσα ὥσπερ ἡ ἐν ἡμῖν φύσις, κατὰ τὸν Ὅμηρον, καὶ ἄγουσα τὰ ὅμοια πρὸς τὰ ὅμοια, οὕτω τὰς θείας δυνάμεις ἑαυτῆς ἐπιδείκνυται. [Τὰ ἁπλᾶ τῶν φαρμάκων συνθέτους ὡς ἐπὶ τὸ πολὺ ἔχειν δυνάμεις καὶ διάφορα τοῦ σώματος μόρια βλάπτειν τε καὶ ὠφελεῖν, καὶ διαφόροις διάφορα προσήκειν.] Καὶ τῶν ἄλλων δὲ ἁπάντων τὴν φύσιν φιλοτίμως ἐξετάζομεν, ἵνα καὶ τὴν δύναμιν αὐτῶν καθ᾿ ἣν ἐνεργεῖ ἀκριβῶς μάθωμεν. εὑρίσκομεν γοῦν ἐν τῇ ἐξετάσει αὐτῶν γενόμενοι τὰ μὲν, ὡς ἔφην, καθ᾿ ὅλας ἑαυτῶν ἐνεργοῦντα τὰς οὐσίας, τὰ δὲ καὶ μικτὸν ἐν τῇ οὐσίᾳ τὴν δύναμιν ἔχοντα καὶ διπλῆν ἀποτελοῦντα τὴν ἐνέργειαν οὕτω φανερῶς πολλάκις, ὡς καὶ τὰ ἐναντιώτατα ὑπ᾿ αὐτῶν ἐπὶ τοῦ σώματος γιγνόμενα ἡμᾶς βλέπειν, καὶ θαῦμα τοῖς ὁρῶσι τὸ τοιοῦτον εἶναι δοκεῖν. λαπάθου γοῦν εἵ τις μὲν τὰ φύλλα φάγοι, τὴν κοιλίαν ἐκταράσσεται εἰ δέ τις τὸ σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἔχει. ὁμοίως δ᾿ οὖν καὶ ὁ τῆς κράμβης χυλὸς καὶ τῶν γερόντων ἀλεκτρυόνων ὁ ζωμὸς καὶ τῶν ἀπὸ τῆς θαλάττης κοχλιῶν οἱ χυμοὶ ληφθέντες ἐκταράσσουσι τὴν κοιλίαν. τὸ δὲ λάχανον αὐτὸ ἡ κράμβη, καὶ τούτων αἱ σάρκες ἐσθιόμεναι, ἐπέχουσιν αὐτάς. ἡ δὲ ἀλόη καὶ ἡ τοῦ χαλκοῦ λεπὶς στύφει τε τὰς ὑπὸ τῶν ἑλκῶν ὑπεραυξανομένας σάρκας, καὶ ἐπιξηραίνει πολλάκις τὰ ὑπ᾿ αὐτοῖς γιγνόμενα ῥεύματα, ληφθέντα δὲ διὰ τοῦ στόματος καθαρτικὰ τοῦ ὅλου σώματος γίνονται. τὸ δὲ γάλα διαιρούμενον ὑφ᾿ ἡμῶν ἐναντίας ἐν τῇ χρείᾳ δυνάμεις ἐπιδείκνυται. ὁ μὲν γὰρ ὀῤῥὸς αὐτοῦ πινόμενος ἐκλύει τὴν γαστέρα, ἐσθιόμενος δὲ ὁ τυρὸς ἐπέχει αὐτὴν ἀκριβῶς. ἔνια δὲ οὕτως τι παράδοξον ἐργάζεται ἐν τῇ μίξει τῶν ἐν αὐτῇ μιγνυμένων δυνάμεων, ὡς καὶ ἀδύνατον εἶναι γενέσθαι τοῖς ἀκούουσι δοκεῖν, εἰ μὴ τὴν παρὰ τὴν γινομένην διὰ τῆς ὄψεως πίστιν παρὰ τοῦ γινομένου λάβωσι. τὸ γοῦν τρίφυλλον ἡ βοτάνη, ἥτις ὑακίνθῳ ὡμοίωται, ὁπόταν τοῦ ἔαρος ἐγκύμων γένηται, καὶ τὸ σπέρμα ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνίκῳ, ὅταν τις ἀφεψήσῃ πάνυ, εἶτα τῷ δήγματι τοῦ φαλαγγίου ἢ καὶ τοῦ ἔχεως τῷ ὕδατι ἐπαντλήσει, ἰᾶται αὐτὸ καὶ εὐθέως ἀνώδυνον ἐργάζεται. εἰ δέ τις ἐπ᾿ ἄλλου μὴ δεδηγμένου τὸν ὑγιῆ τόπον τῷ αὐτῷ ἐπαντλήσει καταντλήματι, τὴν αὐτὴν αἴσθησιν καὶ τὰς αὐτὰς ὀδύνας ὁμοίας τῷ δεδηγμένῳ πάσας ἀποτελεῖ, ὡς εἶναι τὸ γινόμενον ἀληθῶς θαύματος ἄξιον, τὴν αὐτὴν βοτάνην καὶ ἰᾶσθαι τὸ δῆγμα καὶ ὁμοίως τοῖς θηρίοις διατιθέναι τὸν ὑγιῆ τόπον πονηρῶς. τινὰ δὲ τῶν φαρμάκων τὴν ἀρχὴν οὐδὲ ὅλως ἐστὶ τοῖς ἀνθρώποις σύντροφα. τὸ γοῦν κώνειον τοὺς μὲν ψάρους τρέφει καὶ τὴν θανατικὴν δύναμιν ἐπ᾿ αὐτῶν οὐκ ἔχει, ἡμᾶς δὲ, ὡς οὐκ ἀγνοεῖς, ἀναιρεῖ. καὶ ὁ ἑλλέβορος τῶν μὲν ὀρτύγων ἐστὶ τροφὴ, τοὺς δὲ ἀνθρώπους διαφθείρει κακῶς. ἔνια δὲ εὑρίσκομεν καὶ μερῶν τινων ἐν τῷ σώματι τὴν κάκωσιν ἰδίως ποιούμενα. ὁ γοῦν θαλάττιος λαγωὸς ἑλκοῖ τὸν πνεύμονα καὶ ἡ κανθαρὶς ἰδίως τὴν κύστιν κακοῖ. πολλὰ δὲ τῶν φαρμάκων πάλιν ἐξαιρέτως τινὰ τῶν μερῶν τοῦ σώματος ὠφελεῖν πέφυκε. πάσχον γοῦν τὸ ἧπαρ πολλάκις εὐπατόριος ἡ βοτάνη ἀγωνιστικῶς ὠφέλησε, καὶ ἡ μυροβάλανος τὸν σπλῆνα ὤνησε. τὸ δὲ σαρξιφαγὲς καὶ ἡ βετονίκη τοὺς νεφροὺς διέθηκε καλῶς, καὶ ὁμοίως ἄλλα ἐστὶν ἄλλων, ὡς τῇ πείρᾳ τετηρήκαμεν, οἰκεῖα φάρμακα, ἅπερ ἡμεῖς, ὡς ἔφην, ἀκριβῶς ἐξετάζοντες οὕτως ἑκάστῳ τῶν παθῶν τὴν κατάλληλον προσφορὰν ποιούμεθα, διδασκάλῳ καὶ τούτων, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων, Ἱπποκράτει τῷ ἀρίστῳ χρώμενοι. ὅτι γὰρ ἀκριβεστάτην τὴν περὶ τῶν φαρμάκων τέχνην πεποίηται καὶ ἐξ ἄλλων πλείστων ὑπ᾿ αὐτοῦ λεγομένων ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐξ ὧν φησιν ἐν τῷ β΄ τῶν ἐπιδημιῶν οὕτω· φαρμάκων δὲ τρόπους ἴσμεν ἐξ ὧν γεγένηται ὁκοῖα ἄττα. οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως σύγκεινται, καὶ ἄλλα ὅσα πρωϊαίτερον, ἢ ὀψιαίτερον ληφθέντα, καὶ οἱ διαχειρισμοὶ, οἷον ξηρᾶναι, ἢ κόψαι, ἢ ἑψῆσαι, καὶ τὰ τοιαῦτα, ἕως τὰ πλεῖστα μειώσει πλείω καὶ ὁκοῖα ἑκάστῳ καὶ ἐφ᾿ οἷσι νοσήμασι, καὶ ἐφ᾿ ᾗ τε τοῦ νοσήματος ἡλικίᾳ, ἰδέᾳ, καὶ διαίτῃ ὁκοίᾳ, ἢ ὥρῃ ἔτεος, ὁκοίως ἄγωμεν, καὶ τὰ τοιαῦτα. διὰ γὰρ τούτων, ὡς ὁρᾷς, καθολικώτερον ἡμᾶς διδάσκει, παραινῶν καὶ τὰς φύσεις τῶν φαρμάκων εἰδέναι, καὶ τὸν καιρὸν ἐξετάζειν, ἐν ᾧ τις τὸ φάρμακον μέλλει λαμβάνειν, καὶ τὰς κράσεις τῶν λαμβανόντων ἐπιβλέπειν. εἰσὶ γὰρ ὡς ἀληθῶς οἱ μὲν εὐκόλως λαμβάνειν δυνάμενοι, ὡς καὶ πέπτειν αὐτὰ πολλάκις, ἢ κατὰ μηδὲν ὑπ᾿ αὐτῶν κακοῦσθαι, ἀλλ᾿ ἐνίοτε καὶ τροφὴν αὐτοῖς γίνεσθαι αὐτὸ τὸ φάρμακον. ἔνιοι δὲ ἀφυῶς οὕτως ἔχουσι πρὸς τὰς φαρμακείας ὡς μηδὲ τὴν ἀρχὴν αὐταῖς χρῆσθαι δύνασθαι, ἀποστρέφεσθαί τε αὐτοῖς τὸν στόμαχον καὶ πρὸ τῆς χρήσεως ἐκλύεσθαι ῥᾳδίως. [Τὶ ποτ᾿ ἐπήγαγε τοὺς ἰατροὺς πρὸς τὴν σύγκρασιν πολλῶν ἁπλῶν. καὶ τίς ὁ πρῶτος ἐπιβαλῶν τῇ θηριακῇ τὰς ἐχίδνας.] Ταῦτα γοῦν, ὡς ἔγωγε νομίζω, καὶ τῶν παλαιῶν ἰατρῶν οἱ ἄριστοι παρ᾿ αὐτοῦ μαθόντες οὕτως ἀρίστας καὶ τὰς συνθέσεις ἐποιοῦντο τῶν φαρμάκων,  ἐκ τῆς ἑκάστου φύσεως αὐτῶν τὴν τέχνην τῆς συνθέσεως ποιούμενοι, καὶ τὰ μὲν ἐπιτεταμένα ταῖς ποιότησιν αὐταῖς, τῇ τῶν ἄλλων μίξει καθαιροῦντες, ὁμοίως δὲ καὶ ἀμβλύνοντες τὰ δριμέα, καὶ ὅλως πρὸς τὴν ἑκάστου λοιπὸν τῶν παθῶν διαφορὰν καὶ τῶν ἀνθρώπων τὴν σύγκρισιν ἐντέχνως τοῖς φαρμάκοις χρώμενοι. διόπερ οἶμαι καὶ ταύτην τὴν θηριακὴν, περὶ ἧς ἡμῖν ὁ πᾶς οὗτος λόγος φιλοτίμως τετεχνολόγηται, ἐκ πλείστων καὶ τῶν καλλίστων φαρμάκων ἐσκεύασαν. λογισάμενοι γὰρ τῶν πονηρῶν θηρίων τὰ δήγματα ὅτι ἐστὶν ἄφυκτα, καὶ τῶν δηλητηρίων φαρμάκων τὰ συμπτώματα ὅτι ἐστὶ θανατικὰ, προσεπιλογισάμενοι δὲ καὶ τὴν τῶν ἀνθρώπων ἐν ταῖς φύσεσι πολλὴν οὖσαν διαφορὰν, καὶ ὅτι ἄλλο φάρμακον ἄλλῳ ἁρμόζειν πέφυκεν, εἰκότως αὐτῆς ἀκριβῆ τε καὶ ποικίλην ἐποιήσαντο τὴν σκευασίαν, ὡς διὰ τοῦτο καὶ ἀπταίστως αὐτὴν ἐπὶ τούτων ἁπάντων τυγχάνειν τοῦ τέλους, καὶ διὰ τὸ ἀναγκαῖον τῆς χρείας, καὶ περισπούδαστον πάνυ τοῖς ἀνθρώποις γενέσθαι. οὐδὲν γὰρ ἐμοὶ τῶν ἐν τῷ βίῳ χαλεπώτερον εἶναι δοκεῖ τῶν δηλητηρίων φαρμάκων καὶ τῶν δακετῶν θηρίων. τὰ μὲν γὰρ ἄλλα τῶν δεινοτάτων καὶ φυλακὴν ἔχει τὴν ἀπ᾿ αὐτῶν φυγὴν, ταῦτα δὲ τὴν μεγίστην τοῖς ἀνθρώποις ἐπιβουλὴν ἐργάζεται. διὰ γὰρ τὸ ἀφύλακτον τὶς οὐκ εἰδὼς ἑαυτῷ πολλάκις προσφέρει τὸ φάρμακον, καὶ ἄλλως ἀγνοῶν, εἶτα δηχθεὶς ὑπό τινος θηρίου αἰφνίδιον τελευτᾷ. ἐμοὶ δὲ καὶ ἐξ ἱστορίας τὶς ἐμήνυσε λόγος ὡς ἄρα πολεμεῖν Ῥωμαίοις τὶς ἐθέλων καὶ τὸ δυνατὸν ἐκ τῆς στρατιωτικῆς τάξεως οὐκ ἔχων, ἄνθρωπος δὲ, φησὶ, Καρχηδόνιος οὗτος, ἐμπλήσας πολλὰς χύτρας θηρίων τῶν ἀναιρεῖν ὀξέως δυναμένων, οὕτως αὐτὰ προσέβαλε πρὸς τοὺς πολεμίους. οἱ δὲ τὸ πεμπόμενον οὐ νοοῦντες καὶ διὰ τοῦτ᾿ ἀφύλακτοι μένοντες, οὐ γὰρ ἦν τοιαῦτα εἰθισμένα ἐν τοῖς πολεμίοις πέμπεσθαι βέλη, ταχέως πίπτοντες ἀπέθνησκον· καὶ διὰ τοῦτο πολλάκις ὁ ἄνθρωπος οὗτος τῇ τοιαύτῃ πρὸς τὸ πολεμεῖν πανουργίᾳ, ὥσπερ τι καὶ αὐτὸς θηρίον ὑπάρχων, διέφυγε τῶν ἐναντίων τὰς χεῖρας. διόπερ οἶμαι, καὶ εἰς τὰς τοιαύτας χρείας ὑμῖν τοῖς ὑπερέχουσι καὶ τοῖς τῶν στρατοπέδων ἄρχουσιν, ἀναγκαῖον ἔχειν καὶ τοῦτο τὸ φάρμακον, διὰ τὴν τοῦ πολεμεῖν ἐνίοτε γινομένην ἀνάγκην. πάλαι μὲν οὖν καὶ ἄνευ τῆς τῶν θηρίων μίξεως σκευαζόμενον τὸ φάρμακον ὁμοίως ἐποίει πρὸς τὰ τοιαῦτα καρτερῶς. ἀεὶ δὲ τῶν ἰατρῶν φιλοτίμως πρὸς τὴν κατασκευὴν αὐτῆς ἐχόντων καὶ ἄλλο συμμίσγειν ἐπινοούντων, οὕτως τὶς προσεπενόησε καὶ ἔμιξεν αὐτῇ τὰ θηρία. Ἀνδρόμαχος δὲ, φασὶν, οὗτος ἀνὴρ ἦν ἀξιόλογος ἰατρὸς, καὶ οὐ πολὺ πρὸ ἡμῶν γεγενημένος. συνῆν γὰρ τῷ Νέρωνι, ᾧ καὶ προσεφώνησε, γράψας αὐτὴν ἔπεσι, καὶ τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν. καὶ παραθήσομαί γέ σοι αὐτὰ τὰ ἔπη, ἵνα μηδὲ τούτων ἀνίστορος ᾖς, οὕτω φιλόκαλος ὢν, ἐκεῖνο πρότερον εἰπὼν, ὅτι διὰ τὸ τὸν ἐπινοήσαντα μῖξαι τῷ φαρμάκῳ τὰ θηρία εἰκότως, οὐχ ὅτι μόνον πρὸς τὰ ἀπ᾿ αὐτῶν δήγματα ἁρμόζει καλῶς, θηριακὴ ἂν λεχθείη πρὸς ἡμῶν, ἀλλ᾿ ὅτι καὶ αὐτὰ τὰ θηρία λοιπὸν ἐν τῇ σκευασίᾳ μιγνύμενα ἔχει, προσηκόντως ἐξ ἀμφοτέρων τῶν σημαινομένων ἑτοίμως ἂν θηριακὴ λέγοιτο. ἔστι δὲ τὰ ἔπη ταῦτα.