[Ἀνδρομάχου πρεσβυτέρου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη. Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο, Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης. Κλῦθι Νέρων, ἱλαρήν μιν ἐπικλείουσι, Γαλήνην, Εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων. Οὐδ' εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας, Χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχοι κύλικος. Οὐδ' εἰ κωνείου πλήσοι γένυν, οὐκ ἀκονίτου, Μέμψατο δ' οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου. Οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης, Οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων. Οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου Τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι. Σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτὴ Ἀσπὶς, ἀδηρίτων ἰὸν ἔχουσα γόων. Οὐ μὲν ἀπεχθόμενος καὶ δρύας ἀντιάσειε, Καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι. Οὐκ ἀλέγοι δρύϊνα ἂν ἀναίμακτον δ' ἔχει ἰὸν Αἱμόῤῥους, τοιῷ δαμναμένη πόματι. Οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως Ἀνέρα, φρικαλέον δ' ἄχθος ἔθηκε πόνων, Οὐχ ὕδρος, οὐκ ἐπὶ χέρσον, ὅθ' ὕδατα καρκίνος αἴθει Βοσκόμενος, θερμῆς ἤρξατο πρῶτον ἄλης, Χέρσυδρος, θανάτῳ πεπαλαγμένα χείλεα σύρων, Ἀντόμενος, γλυκεροῦ τέρμα φέροι βιότου. Τῇ πίσυνος λειμῶσι θέρους ἐπιτέρπεο Καῖσαρ, Καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ψάμαθον. Οὐδὲ μὲν ἀμφίσβαινα φέρει μόρον, οὐδέ τις ἤδη Φρύνος ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις. Ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος, Καὶ θοὸν ἰήσαις ἆσθμα κυλινδόμενον. Ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα Κυμαίνῃ, κωφὸν κῦμα βιαζόμενον. Ἢ ὅτ' ἐνὶ στροφάλιγγι ἀπηνέϊ κυμήνειεν Ἔντερον, ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου, Ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ' ὄσσε, Καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι, Ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ' ἐπὶ θοίνας, Εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας Νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες, Φεύγωσι σφετέρων ἤθεα κηδομένων. Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον, Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην, Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος. Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου, Ἤτ' ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην, Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν. Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου Οὖρον ἐπιφράσσοιτο, ὅτ' ἔσχετο πολλάκι καυλὸς Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην. Νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι, Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην, Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν, Πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους. Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ' ἠὼ Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος, Καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινὺν Φεύξεται εὐόδμῳ γαῦρος ἐπ' ἀντιδότῳ. Τῆς δή τοι κυάμοιο, τὸν ἔτρεφεν εὔσκιον ὕδωρ, Τέλμασι, καὶ πολλοῖς κρυπτόμενον πετάλοις Νειλώου κυάμοιο, διὰ βάρος ἄμμιγα χεύας, Θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων. Πίνοιεν δ' ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ' ἠοῦς, Ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι. Ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμὴν, Ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος. Νυκτὶ δ' ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη, Εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν. Ἰοβόλων δ' εἰ καὶ τις ὑπὸ γναμπτῆρι δαμείη, Ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου, Ἴσην δ' ἐντύναιο κατ' ὀρφναίην τε καὶ ἠὼ, Δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα. Καὶ κεν ἀεὶ πνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως Γηθαλέους ταύτῃ Καῖσαρ ἀνωδυνίῃ. Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φὼς, Τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας. Τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος, οὐκέτι γαίης Κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοὶ, Εἰαρινὴν ἐφ' ἅλωα, χυτὸν βόσκονται ἂν ἄλσος Διζόμενοι χλωροῦ σπέρμα λαβεῖν μαράθρου. Ὀξυτέρην τὸ τίθησιν ἐφ' ἑρπυστῆρσιν ὀπωπὴν, Πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις. Τῶν δ' αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας Τάμνοις, καὶ κενεὰς γαστέρας ἐξερύοις. Οὖλα γὰρ ἀμφοτέρῳ φερέει ἐπὶ τύμμασι ἄχθη, Λυγρὸν ὑπ' οὐραίην ἰὸν ἔχων φολίδα. Τοὔνεκα οἱ τμήσαιο κατ' αὐχένα, ἠδὲ κατ' ἄκρα, Ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος. Λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν Ἐκτὸς ἔχων, ἱλαρὴν δέρξεται ἀντολίην. Ὁππότε δὴ τὰ γένοιτο, τότ' ἐν κεραμηΐδι χύτρῃ Κατθέμενος πυρσοῦ σάρκας ἐπιφλεγέτω, Ὕδατι ἐγχεύσας ὅσσον ἄρκιον, καὶ ἀνήθου Κλῶνας ἐχιδναίῃ σαρκὶ συνεψομένας. Ἡνίκα δὲ σκολιαί γε ἀποῤῥείωσιν ἄκανθαι, Καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις Ἐκτὸς ἕλοι, ζείοντα καταψύχων κυκεῶνα, Ὄφρ' ἑκὰς ἐντύναις σάρκας ἀπεχθομένας Ἑρπυστῶν τ' ἰόεντας ἀποῤῥίψειεν ἀκάνθας Πάμπαν ὑπ' εὐδίφρου χειρὸς ἐλεγχομένας. Αὐαλέου δ' ἐπὶ ταῖσι βάλοις εὐεργέος ἄρτου, Ὅσσον τερσύναι σάρκα, δύναιτο τροχοὺς Πλάσασθαι δ' ὅτε μίγδα κύτει περιαγέος ὅλμου Θλασθείη, σκιεροῦ κάτθες ὑπὲρ δαπέδου. Αὐτίκα δὲ σκίλλην τριχώδεσιν ἄμμιγα φλοιοῖς, Σταιτὶ περιπλάσας, θάλπε κατὰ φλογιῆς Ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην Ἐντείναις σποδιῆς ἠρέμα δαιομένης, Καί ῥ' ὅτε θαλπομένη ῥῆξαι σέλας ἔκτοθι πυρσοῦ Κάτθεο, καὶ τρισσὴν σαρκὸς ἔχεις μερίδα, Ὄλμοις, καὶ στρυφνοῖο βάλοις δυοῖν ὀρόβοιο, Ἐν δ' ὑπέρῳ μίξας συνδονέων μυχόθεν Αἴνυσο, καὶ δινήεντας ἀνάπλασσε τροχίσκους, Τοὺς δ' ἑκὰς ἠελίου ψύχεο τερσομένους. Τῶν δ' ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις Δοιὰς, τὴν πέμπτην παρθέμενος δεκάδα, Ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου, Καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι. Ἶσα δ' ὀποῦ μήκωνος ἔχοι, καὶ μάγματος αὕτως, Μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου. Δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις Φύλλα, καὶ Ἰλλυρίην ἴριδα κατθέμενος, Κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης Τόσσον, καὶ γλυκερῆς σπέρματα βουνιάδος. Σκόρδιον καὶ κεῖνον ὀπὸν μίσγοιο θυώδη, Βαλσάμου Ἀσσυρίης ἔνδοθεν αἰνύμενος. Τοῖς δ' ἐπὶ κιννάμωμον ἰσάζεο, μηδὲ σε λήθη, Ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι, Ἤ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο Καὶ κρόκου, ὃν ἄντρον θρέψατο Κωρύκιον, Καὶ κασίην, Ἰνδήν τε βάλοις εὐώδεα νάρδον, Καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων, Καὶ λίβανον μίσγοιο, καὶ ἀγλαϊὴν στήσαιο Ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει, Δικτάμνου τε κλῶνας, ἠδὲ χλοεροῦ πρασίοιο, Καὶ ῥῆον. στοιχὰς δ' οὐκ ἀπάνευθε μένοι, Οὐδέ νυ πετροσέλινον. ἠδ' εὐώδης καλαμίνθη, Δριμύ τε τερμίνθου δάκρυ λιβυστιάδος, Ζιγγίβερι θερμὸν, κ' εὔκλωνον πενταπέτηλον, Τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας Αὐτίκα, καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας. Ἠδὲ χαμαιζήλου πτόρθους ἄγοις πίτυος, Καὶ στύρακος, μήου τε καὶ βοτρυόεντος ἀμώμου, Καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνὴρ, Λημνιάδος μίλτοιο, καὶ ἐκ· Πόντοιο βάλοιο Φοῦ, καὶ Κρηταίης σπέρμα χαμαιδρυάδος, Μαλαβάθρου καλὰ φύλλα, καὶ ὀπταλέην χαλκῖτιν, Μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος Ἄνισον, χυλόν θ' ὑποκιστίδος, ἠδέ νυ καρπὸν Βαλσάμου, λιπαρὸν κόμμι διῃνάμενος, Καὶ μαράθρου σπέρμα, καὶ Ἰδαῖον καρδάμωμον, Καὶ ψαφαρὸν στήσεις παρθέμενος σέσελι. Δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης, Θλάσπι σὺν τούτοις ἰσοβαρὲς τελέθοι. Τόσσον δ' ὑπερικοῦ, τόσσον δ' ἐπιμίσγεται ἄμμι. Καὶ σαγαπηνὸν ἄγοις τετράδα τοσσατίην, Δοιὰς δ' εἰσάξεις, τά περ Ἴστριος ἔκβαλε κάστωρ Μήδεα, καὶ λεπτὴν ῥίζαν ἀριστολόχου, Δαύκου τε σπέρμα, καὶ αὐαλέην ἄσφαλτον Ἰοβόλων κοίταις ἀντία δαιομένην. Ἶσα δ' ὀποῦ πάνακος συμμίσγεο κενταυρίῳ, Χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος. Καὶ τὰ μὲν ἐν θυίῃ πολλῷ μαλθάσσεο οἴνῳ, Ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται. Κόψαι δ' εὖ λεπτῶς, τὰ δέ κεν ξυλοειδέα πάντα Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι. Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο Παίων, Εἴτε σὲ Τρικκαῖοι δαῖμον ἔχουσι λόφοι, Ἢ Ῥόδος ἢ Βουρίννα καὶ ἀγχιάλη Ἐπίδαυρος. Ἱλήκοις, ἱλαρὴν δ' αἰὲν ἄνακτι δίδου Παῖδα τεὴν Πανάκειαν. ὃ δ' εὐαγεέσσι θυηλαῖς Ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.