[Πῶς ἄν καλλίστη σκευάζηται ἡ θηριακή.] Γίνεται δὲ κάλλιστον τοῦτο, καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα φάρμακα, διὰ τὴν τῶν ἐμβαλλομένων ἀρετήν τε καὶ ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως. οἱ πολλοὶ δ' οὐδὲ τὴν ἀρχὴν ἴσασι δοκιμάζειν ἕκαστον αὐτῶν καταμόνας, εἰς ὅσον ἥκει κακίας ἢ ἀρετῆς, ὥστ' οὐδὲ τὴν ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως ἐπίστανται. καὶ διὰ τοῦτο βάλλοντες  ἐνίοτε τὰ πλεῖστα τῶν φαρμάκων ἀσθενῆ, ἢ διὰ χρόνον, ἢ διὰ γένος, ἔμιξαν αὐτοῖς τῶν ἰσχυροτάτων. ἐμβαλὼν γοῦν τίς ποτε ἐκ τῶν Θηβῶν τῶν Αἰγυπτίων ὀπὸν ἰσχυρότατον ὄντα, παραπλήσιον Φιλωνείῳ φαρμάκῳ καὶ τῇ γεύσει καὶ τῇ δυνάμει τὴν ἀντίδοτον εἰργάσατο. σμύρναν δὲ αὖθις ἐμβαλὼν, ἰσχυρότατον ἅμα τοῖς πλείστοις ἀσθενέσιν, ἐπικρατηθῆναι τὴν ἀντίδοτον ὑπ' ἐκείνης ἐποίησε, καί τις ἄλλος ὅμως ἐν κρόκῳ ταὐτὸν ἥμαρτεν, ὁ δὲ ἐν σαγαπηνῷ, καθάπερ γε πάλιν ἄλλος ἐν ἀσφάλτῳ καὶ χαλβάνῃ. τινὲς δὲ καὶ δύο καὶ τρία τῶν οὕτως ἰσχυρῶν ἀσθενέσι τοῖς ἄλλοις μίξαντες ὑπ' ἐκείνων ἐπικρατουμένην τὴν ἀντίδοτον εἰργάσαντο. τὴν σκευασίαν μὲν οὖν αὐτὴν κᾂν ἅπαξ τις ἤδη δριμὺς ἄνθρωπος εὐκόλως μαθήσεται· τῶν δ' ἐμβαλλομένων φαρμάκων τὴν διάγνωσιν οὐχ ἅπαξ ἢ δὶς ἢ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι δεῖται, κᾂν ἀκριβῶς ὑπό τινος δεικνύντος τε ἅμα καὶ λόγου διδάσκοντος, ὁποῖόν ἐστι τὸ ἄριστον ἐκμάθοι, |τῷ δὲ χωρὶς τοῦ δείξαντος ἐξ ἀναγνώσεως βιβλίου τινὸς, ὁποῖα τά θ' Ἡρακλείδου τοῦ Ταραντίνου θηριακὰ καὶ Κρατεύα καὶ Διοσκορίδου καὶ Νίγρου καὶ Ἰόλλα καὶ Ῥούφου τοῦ Ἐφεσίου καὶ ἄλλων τινῶν ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἥκοντι, πολὺ πλείονος αὐτοψίας δεῖ πρὸς τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου φαρμάκου τήν τε ἀρετὴν καὶ τὴν κακίαν. ἔνια μὲν γὰρ παραποιοῦσιν οἱ καπηλεύοντες οὕτω σαφῶς, ὡς καὶ τοὺς τριβακωτάτους ἐν αὐτοῖς λανθάνειν, ἐφ' ὧν κάλλιστόν ἐστιν αὐτῶν ἐκ πολλοῦ παρεσκευάσθαι διὰ φίλον ἀνόθευτον ἐκ τοῦ χωρίου, καθ' ὃ κάλλιστον γεννᾶται, πορίζεσθαι τὸ φάρμακον, ἢ ἅπαξ πορευθέντα παρασκευάσασθαι τὰ διαμεῖναι δυνάμενα πρὸς ὅλον τὸν βίον, ὁποία σχεδὸν ἅπαντά ἐστι τὰ μεταλλικὰ καλούμενα. Κύπρον γοῦν ἱστορῆσαι βουληθεὶς ἐγὼ διὰ ταῦτα, φίλον τε ἔχων τὸν ἐν αὐτῇ πολὺ δυνάμενον, ἑταῖρον ὄντα τοῦ προεστῶτος τῶν μετάλλων ἐπιτρόπου Καίσαρος, καδμείαν τε πολλὴν ἐκεῖθεν ἐκόμισα καὶ διφρυγὲς καὶ σπόδιον καὶ πομφόλυγα χαλκῖτίν τε καὶ μίσυ καὶ σῶρυ καὶ χάλκανθον, ὥσπερ γε πάλιν ἐκ τῆς Παλαιστίνης Συρίας ὀποβάλσαμον ἀκριβές. ἄσφαλτος μὲν γὰρ οὐδὲ δολωθῆναι δύναται πανούργως, ὥσπερ οὐδὲ ὁ τοῦ ὀποβαλσάμου καρπὸς ἢ τὸ ξυλοβάλσαμον. ἔπλευσα δὲ καὶ εἰς Λῆμνον, ἴσασι δὲ οἱ θεοὶ, δι' οὐδὲν ἄλλο ἢ διὰ τὴν Λημνίαν, εἴτε γῆν ἐθέλει τις ὀνομάζειν, εἴτε σφραγῖδα, λέλεκται δὲ περὶ αὐτῆς αὐτάρκως ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐνάτῳ. ταύτην οὖν εἴτε Λημνίαν γῆν, εἴτε σφραγῖδα καλεῖν ἐθέλεις, παραποιοῦσιν, ὡς μηδένα δυνάσθαι διαγνῶναι τὴν ἀληθινὴν ἀπὸ τῆς παραπεποιημένης. καθάπερ γε τὸ καλούμενον Ἰνδικὸν Λύκιον, ἕτερά τε πολλὰ δυσκολωτάτην ἔχοντα διάγνωσιν ἀπὸ τῶν νενοθευμένων, ἃ χρὴ παρὰ τῶν εἰς τὰ χωρία πορευομένων, ἐπιτρόπων τε καὶ |συγκλητικῶν ἀρξάντων τῆς χώρας ἀθροίζειν, ἢ καὶ τῶν κατοικούντων ἐν αὐτοῖς φίλων, ὥσπερ ἐμὲ ποιοῦντα τεθέασθε. κομίζεται γάρ μοι τὰ μὲν ἐκ τῆς μεγάλης Συρίας, τὰ δ' ἐκ τῆς Παλαιστίνης, τὰ δὲ ἐξ Αἰγύπτου, τὰ δὲ ἐκ Καππαδοκίας, ἐκ Πόντου δ' ἄλλα, καθάπερ γε καὶ Μακεδονίας τε καὶ τῶν πρὸς τὴν δύσιν χωρίων, ἔνθα Κελτοὶ καὶ Ἴβηρες, οἵ τε κατὰ τὴν ἀντικειμένην χώραν οἰκοῦντες Μαυρούσιοι. τίνα μὲν οὖν ἐν ἑκάστῃ χώρᾳ γίνεται κάλλιστα φάρμακα, Διοσκουρίδης τε καὶ οἱ ἄλλοι γεγράφασιν ἀληθῶς. ἡμᾶς δ', ὡς ἔφην, χρὴ παρασκευάσασθαι καθ' ὃν εἴρηκα τρόπον αὐτὰ, καὶ μάλιστα ἐὰν ἐν Ῥώμῃ κατοικῶμεν, εἰς ἣν ἐξ ἁπάντων τῶν ἐθνῶν καθ' ἕκαστον ἐνιαυτὸν ἐξικνοῦνται πάμπολλα. τίνα δὲ καὶ κατ' αὐτὴν τὴν Ἰταλίαν τὰ μὲν αὐτοφυῶς γεννᾶται, τὰ δὲ κατασκευάζεται, καθάπερ ἐν Δικαιαρχίᾳ τῇ νῦν καλουμένῃ Ποτιόλοις, ἰὸς καὶ ψιμύθιον καὶ χαλκὸς καὶ λεπὶς χαλκοῦ καὶ ἄλλα τινὰ, κατὰ δὲ τὴν Ῥώμην αὐτὴν ἡ λιθάργυρος. ἔνια δὲ μόνον οὐχὶ καθ' ἑκάστην ἡμέραν κομίζεται, καθάπερ τά τ' ἐκ τῆς Σικελίας καὶ τῆς μεγάλης Λιβύης καθ' ἕκαστον ἐνιαυτὸν ὥρᾳ θέρους ἀπό τε Κρήτης πολλὰ, τῶν ἐκεῖ βοτανικῶν ἀνδρῶν ὑπὸ Καίσαρος τρεφομένων, οὐκ αὐτῷ Καίσαρι μόνῳ, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων πόλει, πλήρη πεμπόντων ἀγγεῖα ταυτὶ τὰ πλεκτὰ καλούμενα, διὰ τὸ τῶν λυγῶν εἶναι πλέγματα. φέρεται δὲ ἀπὸ Κρήτης τὰ τοιαῦτα καὶ εἰς ἄλλα πολλὰ τῶν ἐθνῶν, ὡς μηδὲν τῶν ἀπ' αὐτῆς ἐνδεῖν, μήτε βοτανῶν, μήτε καρπῶν, μήτε σπερμάτων, μήτε ῥιζῶν, μήτε χυλῶν. τὰ μὲν οὖν ἄλλα πάντα εἰλικρινῆ· νοθεύονται δὲ ἔνιοι τῶν χυλῶν, ἀλλὰ καὶ τοῦτο σπανίως γίνεται. διὰ γὰρ τὸ πλῆθος τῶν γενομένων βοτανῶν ἐν τῇ νήσῳ οὐ πάνυ τι πανουργεῖν ἐπιχειροῦσιν οἱ κατ' αὐτὴν βοτανικοὶ, οὐ μὴν οὐδ' ἡ καινουργία μεγάλη, καθάπερ ἐπ' ἄλλων, ἀλλ' ἀντὶ τοῦ χυλὸν ἀψινθίου μόνου ποιήσασθαι πρασίου μιγνύουσιν, ἤ τι τοιοῦτον παραποιοῦσι μικρὸν, ὥστε τοὺς ἐν Ῥώμῃ μυροπώλας ὠνουμένους καθ' ἕκαστον ἔτος τὰ πλήρη τῶν φαρμάκων ἀγγεῖα τὰ πλεκτὰ, πρῶτον μὲν ἕκαστον αὐτὸν διδάσκεσθαι γνωρίζειν, εἰ καὶ μὴ πρότερον ἑορακώς τις εἴη. πρὸς τούτῳ δὲ καὶ τὸ κάλλιστον ἐκ τῆς συνεχοῦς θέας, ὁποῖόν ἐστι διδάσκεσθαι. μεμνημένοι γὰρ ὧν ὠνήσαντο πέρυσι, ὅταν ἴδωσιν ἕτερον, ἄμεινον αὐτοῦ γνωρίζουσιν· ἐν μὲν ταῖς βοτάναις, ὅσαι μετὰ τοῦ καρποῦ προσκειμένου τοῖς ἀκρέμοσι κομίζονται, πολυκαρπότερον· εὐθαλέστερόν τε καὶ ἁδρότερον, ἐσφιγμένον τε κατὰ τὴν οἰκείαν οὐσίαν, ἔν τε τῷ χρόνῳ μὴ διαφθειρόμενον, ἐννοοῦντες  εἶναι κρεῖττον τῶν ἀτροφωτέρων τε καὶ ἀκαρποτέρων, ἀραιῶν τε καὶ κούφων καὶ διαφθειρομένων ταχέως. ὄνος γὰρ ἂν εἴη σαφῶς ὁ μηδὲν τούτων ἐννοῆσαι δυνάμενος. ὥσπερ γε καὶ κατὰ τὴν γεῦσίν τε καὶ ὄσφρησιν οὐδὲν χαλεπὸν ἐννοῆσαι τὸ ἄριστον, ἑορακότας πολλάκις ταὐτόν. ἐν ᾧ γὰρ τῶν ἄλλων διαφέρει κατ' ὀσμὴν ἢ γεῦσιν ἕκαστον τῶν φαρμάκων, ἐν ἐκείνῳ σφοδρυνόμενον πρωτεύει τῶν ὁμοειδῶν. οὕτω γοῦν καὶ τὸ μέλι λέγομεν ἄριστον εἶναι τὸ γλυκύτατόν τε καὶ δριμύτατον τῶν ἄλλων ἁπάντων, ἐπειδὴ τὸ γένος αὐτοῦ τὴν ἐν γλυκύτητι τοιαύτην ὑπεροχὴν ἔχειν φαίνεται. ὅταν οὖν ἐκ γλυκειῶν φύσει σταφυλῶν τὸ γλεῦκος εἰς ἥμισυ μέρος ἢ καὶ τρίτον ἑψηθείη, γλυκύτητι μὲν οὐδὲν ἀποδεῖ μέλιτος, ἀμβλὺ δ' ἐστὶ καὶ ἄδηκτον, ὥσπερ τὸ ὕδωρ· ἀλλ' οὐ τό γε μέλι τοιοῦτον· ἔχει γάρ τινα δριμύτητα μετὰ τῆς γλυκύτητος, ὥστε ἄριστόν ἐστι τὸ πρωτεῦον ἐν τούτοις, καὶ πρῶτά γε αὐτῶν τὰ γνωρίσματα τῆς οἰκείας ἀρετῆς ἐκ τούτων ἔσται. κατὰ συμβεβηκὸς δέ τι καὶ παρεπόμενον αὐτῇ κατὰ χροιὰν καὶ σύστασιν καὶ ὀσμὴν καὶ τὴν οἷον ἀλληλουχίαν τῶν μορίων. ὠχρὸν μὲν οὖν ἐστι τῇ χροιᾷ, τῇ συστάσει δὲ οὔτε παχὺ καὶ θρομβῶδες οὔτε λίαν ὑγρὸν ἡνωμένον τε δι' ὅλου καὶ γλίσχρον, ὡς ἐάν γε βαστάσας ἀπ' αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς, κατατείνεσθαι συνεχὲς αὐτὸ, καθάπερ ἰξὸν, οὐ διασπώμενον, οὐδὲ ἀποῤῥηγνύμενον, ἀλλ' οὐ διὰ ταῦτ' ἔστιν ἄριστον, ἀλλ' ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ' ἔχει συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχωμεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκάστου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν. εἶτα μετὰ γ΄ ἐνιαυτὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς παρ' ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐπιχειρήσαντος σκευάζειν φάρμακον ἐκ μόνης τῆς γραφῆς. ἄλλως δ' ὀξώδη γενομένην, ἣν ἐσκεύασε θηριακὴν ἔδειξέ μοι, πυνθανόμενος τὴν αἰτίαν. ἀκούσας οὖν παρ' ἐμοῦ πλείονα τοῦ δέοντος ἐμβεβλῆσθαι οἶνον, καὶ τοῦτον οὐκ ἄριστον οὐδὲ παλαιὸν, ἴσως δὲ καὶ ἄρτου μὴ καλῶς κατεσκευασμένου, πλέον μεμίχθαι τῇ σαρκὶ τῶν ἐχιδνῶν, ὁμολογήσας οὕτως ἔχειν, ἑαυτοῦ κατέγνω τῆς προπετείας.