[Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας ἐμπλάστρους.] Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ’ ἄλλας β΄. πλέονα διαφωνίαν ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ’ οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν. ♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης δραχ. νστ΄. πρασίου δραχ. νστ΄. μήκωνος ἀγρίου δραχ. νστ΄. ὑοσκυάμου χλωροῦ δραχ. νστ΄. λεπίδος δραχ. κε΄. λιβάνου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ ἀνὰ δραχ. δ΄.