[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Τὴν μὲν διὰ τῶν βοτανῶν, ἣν ὅπως ὁ Κρίτων σκευάζει προὔγραψα, καὶ αὐτὸς ὁ Ἥρας ὁμοίως σκευάζει, καθότι καὶ ὁ Κρίτων ἐμνημόνευσεν αὐτοῦ. διαφέρεται δὲ ἐν τῇ διὰ σκίλλης σκευασίᾳ. τοῦ μὲν γὰρ ἀμμωνιακοῦ καὶ τῆς σμύρνης καὶ τῆς πιτυΐνης ῥητίνης καὶ τοῦ στύρακος καὶ τῆς λεπίδος καὶ τῆς σκίλλης τοσοῦτον μιγνύει τοῖς ἄλλοις ὁ Κρίτων ὅσον ὁ Ἥρας. ἐπὶ δὲ τῆς ἀριστολοχίας καὶ τῆς ἴρεως διαφέρεται. γράψαντος γὰρ τοῦ Ἥρα ἀριστολοχίας στρογγύλης δραχ. λ΄. ἴρεως ξηρᾶς δραχ. λ΄. οἱ δὲ ι΄. καὶ μετὰ ταῦτα πάλιν ὁ Κρίτων οὕτως ἔγραψεν. ♃ ἀριστολοχίας δραχ. λ΄. ἴρεως δραχ. λ΄. ἄλλοι μ΄. ἐπὶ τῷ τέλει τῆς σκευασίας τοῦ Ἥρα γράψαντος. ἐκπλρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. ♃ κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. μ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου παλαιοῦ ξέστας β΄ S" . οἱ δὲ κοτύλας στ΄. ἐμοὶ δ’ οὐκ ἀρέσκει ἀντὶ τῶν ε΄. λιτρῶν τοῦ κηροῦ μιγνύναι τῷ φαρμάκῳ δραχ. σμ΄. ποτὲ μὲν γὰρ ἀντὶ τῆς λίτρας δραχ. ρ΄. γράφουσιν αὐτοὶ, ποτὲ δὲ ἀντὶ τῆς μνᾶς, οὐδέποτε δὲ λίτραν οὕτως μικρὰν οὐδεὶς ἔγραψεν, ὡς δραχ. μη΄. εἶναι. τοῦτο γὰρ συμβαίνει βαλλομένων δραχ. σμ΄. ἀντὶ τῶν ε΄. λιτρῶν. ὡσαύτως δὲ οὐδὲ ἀντὶ τῆς λίτρας τῆς τερμινθίνης δραχ. λ΄.