[Τίνα προσεπίστασθαι χρὴ τὸν μέλλοντα καλῶς συντιθέναι τὰ φάρμακα.] Περὶ μὲν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται δι’ ἑτέρας πραγματείας ὅτι χρὴ γινώσκειν ἑκάστου τὴν δύναμιν, οὐ κατὰ γένος μόνον, ὡς ἔγραψάν τινες, ἤτοι θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν εἰπόντες, ἀλλὰ διωρισμένως τε καὶ διηρθρωμένως, ἐκ τίνος ἐστὶ τάξεως, ὡς ἡμεῖς ἐδηλώσαμεν. ἔνια μὲν γὰρ φάρμακα παντάπασιν ἀμυδρῶς ἐργάζεται τῶν εἰρημένων ἕκαστον, ἔνια δὲ σαφῶς, ἔνια δὲ ἰσχυρῶς, ὥσπερ ἄλλα τελέως. οὔκουν αὐταρκὲς ἐπίστασθαι θερμαίνειν ἢ ψύχειν τόδε τὸ φάρμακον, ἀλλὰ καὶ μέχρι πόσου θερμαίνει καὶ ψύχει προσδιορίσασθαι χρή. θερμαίνουσι γὰρ αἱ ῥητίναι πᾶσαι καὶ τοῦτο κοινὸν αὐταῖς, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον οὐκ ὀλίγον ἐν τῇ θερμότητι κέκτηνται. θερμαίνουσι δὲ καὶ ὀποὶ πολλοὶ, διαφέροντες ἀλλήλων οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. εἰ γὰρ παραβάλλοις ὀπὸν πάνακος τῷ Κυρηναίῳ καὶ Μηδικῷ, δόξει σοι τοῦτο μηδὲν ὡς πρὸς ἐκείνους εἶναι. καὶ τί δεῖ πόῤῥω τὸν λόγον ἀπάγειν, αὐτῶν οἷς ὁσημέραι προσφερόμεθα τῆς διαφορᾶς ἀναμνῆσαι δυναμένους; ἄνηθον γοῦν καὶ πήγανον καὶ κρόμμυον θερμαίνοντα πάντα πολὺ διενήνοχεν ἀλλήλων, ὥστε καὶ κατὰ τὰς θεραπείας τῷ μὲν ἱκανῶς ἐψυγμένῳ μορίῳ τὸ θερμαῖνον ἱκανῶς προσοίσομεν φάρμακον, τῷ δὲ βραχὺ τοῦ κατὰ φύσιν ἐξηλλαγμένῳ τὸ μετρίως θερμαῖνον, ὥσπερ γε καὶ τῷ πάνυ κατεψυγμένῳ τὸ σφοδρότατα θερμαῖνον. εἰκότως οὖν ἡμεῖς ἐποιησάμεθα τέσσαρας τάξεις ἐν τοῖς θερμαίνουσι, διορισάμενοι τῶν ἐπ’ ὀλίγον θερμαινόντων τά τε σαφῶς τοῦτο δρῶντα καὶ τὰ πάνυ θερμαίνοντα καὶ τὰ σφόδρα μετὰ τοῦ καίειν. ἐν ἑκάστῃ δὲ τῶν τεσσάρων διαφορῶν ἔνια μὲν οἷον ἀρχομένης τε διαφορᾶς, ἔνια δὲ τελευτώσης τε καὶ πλησιαζούσης τῇ μετὰ ταύτην, ἔνια δὲ ἐν τῷ μεταξύ. τῶν γοῦν ἑλκούντων διὰ θερμότητα, καθάπερ καὶ τῶν σηπτῶν ὀνομαζομένων, ἔνια μὲν ἅμα τῷ προσαχθῆναι τῷ σώματι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν, ἔνια δὲ δυοῖν ἢ τριῶν ἢ τεττάρων ὡρῶν δεῖται· τινὰ δ’ ὅλης ἡμέρας ἢ καὶ τῆς μετ’ αὐτὴν νυκτὸς ἢ καὶ πλειόνων ἐφεξῆς. ταῦτ’ οὗν, ὥσπερ ἐπὶ τῶν θερμαινόντων, οὕτω καὶ ἐπὶ τῶν ψυχόντων ἐπίστασθαι χρὴ, τὸν μέλλοντα συντίθεσθαί τι φάρμακον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων. αἱ δὲ ὗλαι τῶν φαρμάκων, αἱ μὲν ἀπὸ φυτῶν εἰσιν, αἱ δὲ ἀπὸ μετάλλων, αἱ δ’ ἀπὸ ζώων. καὶ πάσας αὐτὰς διωρισμένας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ μεμαθήκατε. πρὸς γὰρ τοὺς ἑταίρους ὁ λόγος οὗτός ἐστί μοι μάλιστα, τοὺς ἀξιώσαντάς με δεύτερον νῦν ἐπὶ τοῖς ἀπολωλόσι γράφειν ταῦτα· καθάπερ δὲ τῶν ἁπλῶν φαρμάκων τὰς δυνάμεις ἁπάντων ὑμᾶς ἀκριβῶς ἐπίστασθαι προσῆκεν, ἵνα ἐν παντὶ χωρίῳ δύνησθε ῥᾳδίως ἐκ τῶν παρόντων συντιθέναι τὰ λυσιτελοῦντα τοῖς θεραπείας δεομένοις σώμασιν, οὕτω καὶ τῶν παρὰ φύσιν πασῶν διαθέσεων τὰς διαφορὰς ὑπόμνημα· δεύτερον δὲ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων διέρχομαι. καὶ πρὸς τούτοις ἄλλα τρία τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων. ἔχετε δὲ καὶ τὸ περὶ πλήθους ἐμὸν γράμμα καὶ τὸ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς· ἐπ’ αὐτοῖς τε τὰ τῆς θεραπευτικῆς μεθόδου, δι’ ὧν ἐμάθετε τάς τε διαθέσεις, ὑφ’ ὧν ἐνέργεια βλάπτεται, καὶ ὡς ἡ θεραπεία τούτων πρώτων ἐστὶν, ὥσπερ γε πάλιν ἡ προφυλακὴ τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν. ἐμάθετε δὲ καὶ ὅτι πρῶτος σκοπὸς τῆς θεραπείας ἐκ τῶν νοσωδῶν εὑρίσκεται διαθέσεων, ὅτε τε συνενδείκνυται τούτοις ἡ τοῦ πεπονθότος μορίου φύσις, ἅμα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει καὶ κατάστασιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν, ἐπιτηδεύματά τε καὶ ἔθη συνεπισκέπτονται πολλοὶ τῶν ἀρίστων ἰατρῶν, ὑπὲρ ὧν εἰρήσεταί τινα καὶ νῦν, ἔνθ’ ἂν αὐτῶν γένηται χρεία. ταῦτ’ οὖν ὑμᾶς οὕτως ἅπαντα διὰ μνήμης ἔχειν χρὴ πρόχειρα, βουλομένους ἐν ἅπαντι χωρίῳ φαρμάκων εὐπορεῖν ἁπλῶν τε καὶ συνθέτων, ἔτι τε πρὸς τούτοις, ὡς ἐνίοτε μὲν ἕν τι φάρμακον αὐτοφυὲς ἁπλοῦν, ἱκανόν ἐστι τὴν παρὰ φύσιν ἰάσασθαι διάθεσιν, ἐνίοτε δὲ χρεία γίγνεται συνθέτου καὶ διὰ τί γε πράττομεν τοῦτο λεκτέον ἐφεξῆς.