[Περὶ ῥεουσῶν τριχῶν.] Πάθος ἕτερον τριχῶν ἐστιν, ἀραιότητι μὲν τοῦ δέρματος, ἐνδείᾳ δὲ τῆς γεννώσης αὐτὰς οὐσίας ἑπόμενον, διὸ καὶ ἡ θεραπεία τῶν οὕτως βεβλαμμένων οὐ τὸν αὐτὸν ἔχει σκοπὸν ταῖς ἀλωπεκίαις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκδαπανῆσαι τὴν κακοχυμίαν ὁ σκοπὸς, ἐπὶ τούτων δὲ ῥῶσαί τε τὴν ἕξιν τῆς κεφαλῆς καὶ χρηστοῦ παρουσίαν ἐργάσασθαι χυμοῦ καὶ τοῦ δέρματος τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα συμμετρίαν ἀνακαλέσασθαι. διὸ καὶ τοῖς ὑγραίνουσι φαρμάκοις μεμίχθαι χρή τι μετρίως στῦφον, ὁποῖόν ἐστι τὸ λάδανον, ἔχον ἐν ἑαυτῷ συμμέτρως ἀμφότερα τὰ πρὸς τὸ σύμπτωμα τοῦτο ἐπιτήδεια, θερμότητά τε μετρίαν καὶ στύψιν ἀνάλογον αὐτῇ. διὰ τοῦτο τοιγαροῦν ἐλαίῳ μιγνύμενον ὡς ἐγχρίεσθαι καθίστησι τὸ σύμπτωμα τῶν ῥεουσῶν τριχῶν. εὔδηλον δ’ ὅτι προηγεῖσθαι χρὴ τῆς τοῦ φαρμάκου χρήσεως, τρίψιν τῆς κεφαλῆς καὶ τῶν πολλῶν τριχῶν ἀφαίρεσιν, εἰ δ’ ἡ ὥρα τοῦ ἔτους ἐπιτρέπει, καὶ τελείαν ἄρσιν. οὕτω γὰρ ἐπὶ ταῖς τρίψεσί τε καὶ χρίσεσι ῥωμαλέον τε καὶ θερμὸν ἔσται τὸ δέρμα καὶ τὴν συμμετρίαν τῆς πυκνώσεως ἕξει τὴν κατὰ φύσιν. εἴωθε δὲ τὸ πάθημα τοῦτο περὶ τὰς τρίχας γίγνεσθαι, πλειστάκις μὲν τοῖς νοσήσασιν, σπανιάκις δὲ καὶ χωρὶς νόσου, καὶ μᾶλλον αὐτῷ διαίτης ἀναληπτικῆς τε καὶ ὑγιεινῆς ἐστι χρεία. καὶ πολλοὶ χωρὶς φαρμάκου τελείως ἐξυγιάσθησαν ἐν τάχει. συνέθεσαν δ’ οὖν ὅμως ἕνεκεν αὐτοῦ φάρμακα, σύμμετρον πύκνωσιν ἐργαζόμενα τοῦ δέρματος, ἅμα τῷ μὴ ψύχειν αὐτό. τὰ γάρ τοι σφοδρῶς στύφοντα πάντως μὲν καὶ ψύχει καὶ τὴν ἐπιῤῥοὴν δὲ τῆς τροφῆς ἀναστέλλει, δι’ ἣν ἐνδεῶς γιγνομένην αἱ τρίχες ἐκρέουσιν. σκοπὸς οὖν ἐστι τοῖς φαρμάκοις τὸ μὲν ἐπιῤῥέον αἷμα μὴ ὅτι κωλύειν, ἀλλὰ καὶ προτρέπειν, συνάγειν δ’ ἀτρέμα καὶ σφίγγειν τὸ κεχαυνωμένον δέρμα. τοιοῦτον δ’ αὐτοφυές ἐστι τὸ λάδανον, ὃ διὰ τὸ σύστασιν ἔχειν ὁμοίως κηρῷ δεῖταί τινος ὑγρότητος ἐπιτηδείου δαψιλοῦς, ὅπως ἐναλείφοιτο τῇ κεφαλῇ. βέλτιον οὖν ἐστι τὴν ὑγρότητα ταύτην ὁμοίαν εἶναι τῷ λαδάνῳ. τουτέστι μικτὴν ἐξ ἐναντίων δυνάμεων, ἑλκτικῆς τε καὶ συνακτικῆς. οὔκουν οὔτε τὸ Σαβῖνον οὔτε τὸ παλαιὸν ἔλαιον οὔτε τὸ κίκινον ἐπιτήδειον, ἀλλὰ τὸ κατὰ τὴν Ἰβηρίαν ἢ Ἱσπανίαν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν γεννώμενον, ἔχει γάρ τι καὶ στύψεως, ἔτι δὲ τοῦδε μᾶλλον τὸ σχίνινον αὐτοφυῶς ὑπάρχον τοιοῦτον, οἷόν περ καὶ τὸ λάδανον. ὥστε οὔτε ἐπειράθην οὔτε ἐπινοῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ τῶν ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου. πρόδηλον δ’ ὅτι ξυρηθέντι μέν τινι παχύτερον χρὴ προσφέρεσθαι τὸ φάρμακον, ἐν χρῷ δὲ κειρομένοις ὑγρότερον. ὅτι γὰρ οὐ χρὴ κομᾷν, πρὶν ἂν οὕτω τις θεραπεύηται, ἐστὶ πρόδηλον. εἰ δὲ πολλὴ ῥύσις εἴη καὶ τεκμαίροιο τοῦ τῆς κεφαλῆς δέρματος ἀραιότητα γεγονέναι πολλὴν, οὐκ ἀνεπιτήδειον εἰς τὰ παρόντα καὶ τὸ μύρσινον ἀντὶ τοῦ σχινίνου μίγνυσθαι τῷ λαδάνῳ. μίξαις δ’ ἄν ποτε καὶ τὸ νάρδινον μύρον ἐν ἡλικίᾳ ψυχρᾷ καὶ ὥρᾳ χειμερινῇ· ἀγαθὸν δὲ φάρμακον εἰς πάντα καὶ τὸ τῶν πλουσίων γυναικῶν μύρον, ὃ καλοῦσιν ἐν Ῥώμῃ φουλίατον. οὐχ ἧττον δὲ τοῦτο χρηστὸν, ἀλλὰ καὶ μᾶλλον, ὃ προσαγορεύουσι σπικάτον, ὥστε τούτοις μὲν καταμόνας χρίεσθαι κέλευε τὰς πλουσίας καὶ μετὰ νάρδου τῆς ἀρίστης. τὸ λάδανον δὲ τῆκε κατὰ διπλοῦν ἀγγεῖον δηλονότι καὶ τηχθέντος μετὰ νάρδου πρόσμιγε τῶν εἰρημένων πολυτελῶν μύρων, ὅτουπερ ἂν εὐποροίης. ἐμοὶ μὲν οὖν ἤρκεσε ταῦτα μετὰ τῆς ἀναληπτικῆς τε καὶ ὑγιεινῆς διαίτης, ἥτις ἐπὶ τῶν πλείστων ἐστὶν αὐτάρκης μόνη. συνέθηκαν δὲ, ὡς ἔφην, ἔνιοι τῶν ἔμπροσθεν ἰατρῶν φάρμακα πρὸς ῥεούσας τρίχας, ὧν ἐγὼ μνημονεύσας, ὅπῃ διενήνοχεν ἀλλήλων διηγήσομαι. πρώτας δὲ ἐρῶ τὰς ὑφ’ Ἥρα γεγραμμένας συνθέσεις φαρμάκων, ὧν τὴν μὲν προτέραν ἐπαινῶ, τὴν δὲ δευτέραν περίεργον ἡγοῦμαι. γράφει δὲ περὶ τῆς προτέρας ὡδί. [Αἱ ὑφ’ Ἥρα γεγραμμέναι συνθέσεις φαρμάκων πρὸς ῥεούσας τρίχας.] Ἥρας ἔγραψεν ἐν τῷ νάρθηκι δύο φάρμακα τὰ ὑπογεγραμμένα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, πρὸς τὸ μὴ ἀποῤῥεῖν τὰς ἐν τῇ κεφαλῇ τρίχας. λάδανον ἀποβρέχων ἐν οἴνῳ αὐστηρῷ λέαινε, ἐπαλλὰξ παρεπιχέων μύρσινον ἔλαιον καὶ οἶνον, ὡς μέλιτος σχεῖν πάχος καὶ χρῖε τὴν κεφαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον. βέλτιον δέ ἐστιν καὶ πολυτρίχου ὅ τινες καὶ ἀδίαντον καλοῦσιν καὶ τὸ ἥμισυ μέρος τοῦ λαδάνου προσβάλλειν καὶ χρῆσθαι μετὰ μυρσίνου ἢ μετὰ ναρδίνου. ταῦτα περὶ τῆς προτέρας συνθέσεως εἰπὼν ὁ Ἥρας ἐφεξῆς γράφει ταῦτα. [Σύνθεσις ἐλαίου πρὸς ῥεούσας τρίχας, ἡ δ’ αὐτὴ καὶ μελαίνει.] Μεταξὺ καλανδῶν Ἰουλίων καὶ ἰδῶν κάρυα χλωρὰ ἑκατὸν θλάσας καὶ μίξας ἐλαίου πρωτείου ξεστ. α΄. καὶ στυπτηρίας ὑγρᾶς λίτρας γ΄. βάλε εἰς σκεῦος καινὸν ὀστράκινον προβρέξας τὸ σκεῦος καὶ ἐπιμελέστατα περιχρίσας, κατάθου αὐτὸ ἐν τόπῳ μήτε λίαν νοτερῷ μήτε θερμῷ καὶ ἔα ὑπὸ τὴν γῆν μῆνας τρεῖς, εἶτα ἀνελόμενος χρῶ τῷ ἐλαίῳ. αὕτη σοι καὶ ἡ τοῦ δευτέρου φαρμάκου γραφὴ, πλέον ἢ δεῖ στυπτικὸν ἐργαζομένη τὸ φάρμακον. καὶ διὰ τοῦτο ἐπανορθούμενος αὐτοῦ τὸ σφοδρὸν τῆς στύψεως ὁ πρῶτος συνθεὶς ἐκ τοῦ κατορύξαι τε καὶ οἷον σῆψαι τὰ μιχθέντα λεπτομερεστέραν αὐτῶν τὴν οὐσίαν ἐπειράθη ποιῆσαι. τὸ δὲ τοιοῦτον φάρμακον ἐν ὥρᾳ καὶ χώρᾳ καὶ φύσει σώματος θερμῇ χρήσιμον, ὡς ἐπί γε τῶν ἐναντίων οὐκ ἀσφαλὲς χρῆσθαι. καὶ γὰρ οὖν καὶ ψυχθείσας ὑπ’ αὐτοῦ γυναῖκας εἶδον, ὡς κορύζῃ τε καὶ βράγχῳ καὶ κατάῤῥῳ περιπεσεῖν ἐξ αὐτοῦ. [Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ῥεούσας τρίχας.] Ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων Ἀρχιγένης ἔγραψεν πρὸς ῥεούσας τρίχας ὡδί πως κατὰ λέξιν· ♃ λαδάνου καὶ ἀψινθίου ἴσα καὶ ἀρκευθίδας δέκα λείας, ὀθονίῳ ἐνδήσας καὶ βρέξας ἐλαίῳ ἐφ’ ἡμέρας ε΄. ἐκ τούτου ἀλείφου τὴν κεφαλὴν καὶ οὔτε ῥέουσιν αἱ τρίχες οὔτε πίτυρα ἕξει. ἢ κτενιζόμενος ἀδιάντῳ μετὰ μυρσίνου ἢ ῥοδίνου ἐλαίου, ἢ ἀδιάντῳ, μυρσίνης μελαίνης ἴσα, κηκίδος διπλοῦν σὺν ἐλαίῳ παλαιῷ ἢ σχινίνῳ ἢ μυρσίνῳ μέλιτος πάχος ποιῶν χρῶ. ἢ λίβανον ἢ μίσυ ἢ κηκίδα ἢ ἀδίαντον ἴσα σὺν οἴνῳ ἀθαλάσσῳ μέλιτος πάχος ποιῶν τρῖβε ἐν ἡλίῳ. ἢ ἕψε μαλακῶς, ἕως ἂν μελανθῇ, εἶτα σὺν ἐλαίῳ παλαιῷ ἢ σχινίνῳ ἢ μυρσίνῳ μίξας χρῶ. ἢ κράμβην ξηρὰν κόψας μεθ’ ὕδατος κατάπλασσε, ἢ λωτοῦ ῥίζαν ὁμοίως. [Περὶ τῶν ἐν τῷ Κλεοπάτρας κοσμητικῷ γεγραμμένων.] Καὶ τὰ γεγραμμένα κατὰ τὸ Κλεοπάτρας κοσμητικὸν αὐτοῖς ὀνόμασιν οὕτως ἔχει· πρὸς τὸ τρίχας γεννῆσαι ἐν τῇ κεφαλῇ· καλάμων ἁπαλῶν τὰς ῥίζας κόψας χύλισον καὶ μυίας ἐν πολταρίῳ φρύξας μίξον, καὶ στέαρ ἄρκτειον καὶ ἔλαιον κέδρινον καθ’ ἓν τρίψας καὶ ἐπὶ τὸ αὐτὸ μίξας δὸς καταχρίεσθαι. ἵνα δὲ τὴν ὀσμὴν ἀπαμβλύνῃς, μῖξον οἶνον ἢ γλυκύ. ἄλλο γεγραμμένον οὐ μετὰ πολλὰ τοῦ πρόσθεν ὧδέ πως κατὰ λέξιν πρὸς τριχοφυΐαν. λινόσπερμα ξηρὸν κατάκαυσον, σὺν τῇ λινοκαλάμῃ καὶ τρίψας σὺν ἐλαίῳ σησαμίνῳ κατάχριε. ἄλλο κατωτέρω γεγραμμένον ὡδί πως πρὸς τρίχας ῥεούσας. γῆν κιμωλίαν ἁδροτάτην βρέξον οἴνῳ αὐστηρῷ καὶ μόρων χυλῷ τοσούτῳ ὅσον συμπιεῖν μόνον, καὶ πρόσβαλε ὡς λειοτάτου ὑοσκυάμου ὀξύβαφον, εἶτα ἀναπλάσας τροχίσκους καὶ ξηράνας ἐν σκιᾷ ἀπόθου εἰς ἀγγεῖον κεραμεοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως διεὶς ὕδατι καταχρίεσθαι κέλευε. εἶτα ὅταν ξηρανθῇ, ἐκκλυζέσθω δι’ ἡμερῶν ε΄. τὸ αὐτὸ ποιεῖ. ἔτι δὲ ποιεῖ καὶ πρὸς τὰ ἐν τῷ προσώπῳ καὶ τραχήλῳ λειχηνώδη. ἄλλη αὔξουσα ταχέως καὶ δασύνουσα καὶ μελαίνουσα. λάδανον λέανον μετ’ ἐλαίου καὶ γλυκέος οἴνου καὶ ποιήσας πάχος τοῦτο κατάχριε προσμηξάμενος. καὶ μετ’ ὀλίγα πάλιν ἕτερον γέγραπται φάρμακον κατὰ λέξιν οὕτως. πρὸς ῥύσιν τριχῶν τὴν χωρὶς νόσου γιγνομένην. κράμβην ξηρὰν λείαν μεθ’ ὕδατος κατάπλασσε ἢ λωτοῦ ῥίζαν ὁμοίως. [Τίνι διαφέρει τοῦ κομμωτικοῦ τὸ κοσμητικὸν τῆς ἰατρικῆς μέρος.] Τῷ μὲν κομμωτικῷ σκοπός ἐστι κάλλος ἐπίκτητον ἐργάσασθαι, τῷ δὲ τῆς ἰατρικῆς μέρει τῷ κοσμητικῷ τὸ κατὰ φύσιν ἅπαν ἐν τῷ σώματι φυλάττειν, ᾧ καὶ τὸ κατὰ φύσιν ἕπεται κάλλος. ἀπρεπὴς γὰρ ὀφθῆναι κεφαλὴ πάθος ἀλωπεκίας ἔχουσα, καθάπερ γε κᾂν ἐκ τῶν ὀφθαλμῶν αἱ βλεφαρίδες ἐκπέσωσι καὶ τῶν ὀφρύων αἱ τρίχες. οὐ μόνον δ’ εἰς κάλλος, ἀλλὰ καὶ πολὺ πρότερον εἰς αὐτὴν τὴν ὑγείαν τῶν μορίων αἱ τρίχες αὗται συντελοῦσιν, ὡς ἐν τοῖς περὶ χρείας μορίων ἐδείχθη. τί δεῖ λέγειν περὶ λειχήνων ἢ ψώρας ἢ λέπρας ὡς παρὰ φύσιν ταῦτα; τὸ μέντοι λευκότερον τὸ χρῶμα τοῦ προσώπου ποιεῖν ἐκ φαρμάκων ἢ ἐρυθρότερον ἢ τὰς τρίχας τῆς κεφαλῆς οὔλας ἢ πυῤῥὰς ἢ μελαίνας ἢ καθάπερ αἱ γυναῖκες ἐπὶ μήκιστον αὐξανομένας, ταῦτα καὶ τὰ τοιαῦτα τῆς κομμωτικῆς κακίας ἐστὶν, οὐ τῆς ἰατρικῆς τέχνης ἔργα. διὰ δὲ τὴν κοινωνίαν τούτων ἐνίοτε καὶ βασιλικαὶ γυναῖκες ἢ οἱ βασιλεῖς αὐτοὶ προστάττουσιν ἡμῖν καὶ τὰ τῆς κομμωτικῆς, οἷς οὐκ ἔνεστιν ἀρνεῖσθαι διδάσκοντας διαφέρειν τὴν κομμωτικὴν τοῦ κοσμητικοῦ μέρους τῆς ἰατρικῆς. διὰ τοῦτο οὖν ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξητικὰ κατὰ τὸ πρῶτον τῶν κοσμητικῶν ἐφεξῆς ὑπογράψαι. [Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξητικὰ καὶ προφυλακτικὰ τῆς ῥύσεως αὐτῶν.] Ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν ὁ Κρίτων εὐθέως ἐν ἀρχῇ μετὰ τὸ προοίμιον οὑτωσί πως ἔγραψεν αὐτοῖς ὀνόμασιν. πρὸς μὲν οὖν διατήρησιν τῶν τριχῶν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. Ἡρακλείδου Ταραντίνου διαφυλακτικὰ τριχῶν. ἀνεμώνης τὸ ἄνθος τρίψας μετ’ ἐλαίου κατάχριε. τὸ δ’ αὐτὸ καὶ μελαίνει. ἄλλο. λάδανον πρόβρεχε οἴνῳ αὐστηρῷ καὶ τρίψας ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ καὶ ὑπόχριε τὰς τρίχας πρὸ βαλανείου. ἄλλο. περιστερεῶνα τὸν ὀρθὸν λεγόμενον σὺν ταῖς ῥίζαις ξηράνας καὶ κόψας σῆθε λεπτοτάτῳ κοσκίνῳ, εἶτα μίξας ἐλαίῳ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος εἰς ἀγγεῖον χαλκοῦν ἀπόθου, καὶ ὅταν σαπῇ, χρῶ ἀντ’ ἐλαίου ὁμοίως. ἄλλο. ♃ λαδάνου μέρη δύο, πολυτρίχου ὅ τινες ἀδίαντον καλοῦσι μέρος α΄. οἴνου καὶ μυρσίνου ἐλαίου μέρος ἓν, ἡμεῖς δὲ ἀντὶ τοῦ μυρσίνου ἐλαίου ἐχρησάμεθα ναρδίνῳ. ἄλλο. τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. ♃ μύρτων μελάνων γο γ΄. λαδάνου τὸ ἴσον τρῖβε διαλύων ἀκακίας καρποῦ τῷ ἀφεψήματι, τουτέστι τῶν λεγομένων ἀκάνθης κερατίων. ὅταν δὲ σχῇ γλοιοῦ τὸ πάχος, ἀναλάμβανε, ναρδίνῳ ἢ μυρσίνῳ ἢ ἄλλῳ τινὶ τῶν ἡδυσμάτων. ἄλλο ἄλειμμα διαφυλακτικὸν τριχῶν, τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. ♃ μύρτων μελάνων ξεστ. α΄. σελίνου σπέρματος ξεστ. α΄. σεύτλου σπέρματος ξεστ. α΄. μυρσίνης ἀκρεμόνων ξεστ. α΄. ἀδιάντου ξεστ. τὸ S". λαδάνου τὸ ἴσον, οἴνου μέλανος ξεστ. στ΄. ἕψε μέχρι παντελοῦς διαλύσεως, καὶ ὅταν τὸ τρίτον ἀπολειφθῇ, ἐπίβαλλον ἐλαίου ἤ τινος ἡδύσματος ξεστ. β΄ ἢ τρεῖς, καὶ πάλιν ἕψε. ὅταν δὲ δὶς ἢ τρὶς ἀναβράσῃ, ἐκθλίψας τὸ ὑγρὸν καὶ σακκίσας ἐπιμελῶς ἀπόθου εἰς ὑδρίαν, ἐπὶ τῆς χρήσεως κείρων παντελῶς χρῶ, περιαλείφων δὶς τῆς ἡμέρας τὰς τρίχας. ἄλλο. ♃ γλυκέος Κρητικοῦ ξεστ. α΄. λαδάνου γο α΄. φλοιοῦ στροβίλων κεκαυμένων γο β΄. πολυτρίχου κεκαυμένου γο α΄. στέατος ἀρκτείου λίτραν α΄. σεύτλου χυλοῦ κύαθ. γ΄. ἕψε τὸ λάδανον καὶ τὸ γλυκὺ μέχρι συστάσεως, εἶτα ἐπέμβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν φύλαττε. ἐπὶ δὲ τῆς χρήσεως ἀνιεὶς ὅσον ἐξαρκεῖ, ἐν ᾧ θέλεις ἡδύσματι ἡ χρῆσις καθ’ ἡμέραν. ἔνιοι δὲ ξυρήσαντες τὴν κεφαλὴν ἐπέχρισαν τῷ φαρμάκῳ, μηδέ τινι διαλύσαντες. ἄλλο. ♃ λαδάνου γο α΄. γλυκέος ξεστ. α΄. φλοιοῦ στροβίλων κεκαυμένων δραχ. β΄. ἐν ἄλλῳ δραχ. α΄. S". σφαῖραν θαλασσίαν κεκαυμένην καὶ τετριμμένην α΄. Κιλικίου μέλανος κεκαυμένου καὶ τετριμμένου κύαθ. γ΄. πολυτρίχου κεκαυμένου καὶ τετριμμένου κύαθ. β΄. στέατος ἀρκτείου λίτραν α΄. ἕψε καὶ σκεύαζε καθὰ προείρηται. ἄλλο διαφυλακτι κὸν τριχῶν καὶ ταῖς ῥεούσαις θριξὶν βοηθοῦν. ♃ σελίνου σπέρματος γο β΄. καλλιτρίχου οὐγγίας β΄. λιβάνου γο β΄. κάρυα βασιλικὰ ἀριθμῷ ιε΄. λαδάνου γο β΄. στροβίλου φλοιοῦ λίτραν α΄. πάντα βαλὼν εἰς χύτραν καινὴν καὶ στόμα ἀργίλῃ περιπλάσας, ὄπτα ἐν καμίνῳ βαλανείου, εἶτα ἐξελὼν τρῖψον τὰ ἐγκείμενα καὶ τούτοις ἐπιβαλὼν στέατος ἀρκτείου λίτραν καὶ μίξας ἀνελοῦ εἰς πυξίδα πρινίνην. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, ἀνάκοπτε ᾧ θέλεις ἡδύσματι καὶ χρῖε τὴν κεφαλὴν δὶς τῆς ἡμέρας. ἔνιοι δὲ καὶ ξυρῶντες τὴν κεφαλὴν ἐπιχρίουσι τῷ φαρμάκῳ ἀνειλημμένῳ στέατι ἀρκτείῳ. ἄλλο πρὸς φαλάκρωσιν, ᾧ ἐχρήσατο Ἀνδρόμαχος ὁ νεώτερος. λαγωῶν κοιλίας ἓξ ἐκλαβὼν καὶ ξηράνας ἐπιμελῶς φρῦγε ἐν ἀγγείῳ ὀστρακίνῳ. πρὸς τούτοις λάμβανε μύρτων γο γ΄. καὶ τῶν ἀκρεμόνων τὸ ἴσον, ἀδιάντου γο γ΄. ταῦτα πάντα προσεχῶς φρύξας κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ, εἶτα ἐπιβαλὼν στέατος ἀρκτείου καὶ φώκης τὸ ἴσον ἀνάκοπτε καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ᾧ βούλει ἡδύσματι. περὶ μὲν οὖν τὸ τῶν ἐπὶ τοσοῦτον.