ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Α. Ὅτι μὲν οὐ μόνον τὸ θεραπευόμενον πάθος ἐνδείκνυται τὴν θεραπείαν, ἀλλ’ ἥ τε τοῦ κάμνοντος κρᾶσις ἥ τε τοῦ πάσχοντος μορίου φύσις οὐ μικρὸν συνενδείκνυται, δέδεικται πρόσθεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε καὶ ὅπως ἄν τις ἐκ τῶν ἁπλῶν φαρμάκων σύνθετον αὐτὸς ποιοῖ διὰ συντόμου μὲν ἐν ἐκείνοις, πλατύτερον δ’ ἐν τοῖς πρὸ τούτου βιβλίοις ἑπτὰ τὴν μέθοδον ἅπασαν ἐδήλωσα. νυνὶ δὲ τὰς καθ’ ἕκαστον μέρος τοῦ σώματος ἁρμοττούσας δυνάμεις φαρμάκων, ὅπως ἄν τις αὐτός τε κατασκευάζοι μεθόδῳ καὶ ταῖς ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν εὑρημέναις ὀρθῶς χρῷτο, πρόκειται διελθεῖν ἀπὸ τῆς κεφαλῆς ἀρξαμένοις, ὡς καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἔδοξεν. συμβαίνει δ’ αὐτῇ τὰ μὲν πλεῖστα τῶν παθῶν κοινὰ τοῖς ἄλλοις πᾶσι μέρεσιν, τὸ δὲ τῶν τριχῶν πάθος ὀλίγοις κεκοινώνηται, διότι καὶ τὸ τετριχῶσθαι κατὰ πρῶτον λόγον οὐ πολλοῖς ὑπάρχει. γένεσις μὲν γὰρ ταῖς θριξὶν, οἵαπερ ἡ τῶν ἐκ τῆς γῆς φυομένων, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείχθη. καθάπερ δὲ ἐν τούτοις τὰ μὲν κατὰ τέχνην καὶ προαίρεσιν τοῦ γεωργοῦ, τὰ δὲ κατὰ τὰς φυσικὰς αἰτίας γεννᾶται, τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώμασιν ἀρούρᾳ μέν τινι πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων δημητρίων σπερμάτων ἐν αὐτῇ φυομένων ἐχούσῃ τῆς κεφαλῆς ἐοικυίας, ταῖς δ’ ἄλλαις πόαις ὅσαι κατὰ τἀνώτερα χωρία φύονται τῶν ἐν ὅλῳ τῷ σώματι τριχῶν ὁμοίαν ἐχουσῶν τὴν γένεσιν. οὐ γὰρ κατὰ πρῶτον λόγον ἡ φύσις αὐτὰς εἴωθε γεννᾷν, ἀλλὰ κατά τι συμβεβηκός. αἵ γε μὴν κατά τε βλέφαρα καὶ τὰς ὀφρῦς ἐδείκνυντο χρείαν οὐ μικρὰν παρέχουσαι τοῖς ζώοις. αἱ δ’ ἐπὶ τῶν γενείων τε καὶ τῶν αἰδοίων ἕνεκα μικροτέρων χρειῶν γεγονέναι δοκοῦσι, διὸ καὶ τὰ πάθη μάλιστα μὲν τῶν ἐν ὀφθαλμοῖς τε καὶ ταῖς ὀφρύσιν ἐπὶ τὴν ἑαυτῶν θεραπείαν ἡμᾶς προτρέπει, δεύτερα δ’ ἐπ’ αὐτοῖς τῶν κατὰ τὴν κεφαλὴν, εἶτα γενείων τε καὶ αἰδοίων. ἔστι δὲ τὰ πάθη τῶν τριχῶν ἥ τε παντελὴς ἀπώλεια καὶ ἡ κατὰ χρόαν ὑπαλλαγὴ, καθάπερ ἐν ταῖς καλουμέναις λεύκαις γίνεται, καὶ πρὸς τούτοις ἐν ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν οὐ μικρὰ καὶ ἀπρεπὴς ἅμα βλάβη γίγνεται τῶν τριχῶν. ἔνιοι μὲν οὖν ὑπέσχοντο καθάπερ ταύτας, οὕτω καὶ τὰς ἀρχομένας φαλακρώσεις κωλύειν αὐξηθῆναι. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀδύνατον εἶναί φασιν, ἐπὶ δὲ τὴν τῶν ἀλωπεκιῶν τε καὶ ὀφιάσεων ἀφικόμενοι θεραπείαν ἔγραψαν φάρμακα δι’ ὧν ἐπαγγέλλονται τελέως αὐτὰς ἰάσασθαι. καὶ δὴ καὶ χρώμενοι τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν φαρμάκοις οἱ πολλοὶ τῶν ἰατρῶν οὐ μόνον ἀποτυγχάνουσιν ἐνίοτε μεγάλως, ἀλλὰ καὶ βλάπτουσιν ἰσχυρῶς, ὡς ἀνίατον ἐργάζεσθαι τὴν διάθεσιν, ὅπερ αὐτοῖς συμβαίνει καὶ κατ’ ἄλλα φάρμακα πολλὰ, χωρὶς μεθόδου χρωμένοις. ἐγὼ δ’ ὅπερ Ἱπποκράτης ἐκέλευσεν, ἀεὶ πεπείραμαι πράττειν ἐπὶ τῶν τῆς τέχνης ἔργων, ὡς τὸ προσφερόμενον βοήθημα, καθάπερ ἐκεῖνος ἔγρα ψεν, ὠφελέειν ἢ μὴ βλάπτειν. ὅτι δ’ ἡ χωρὶς μεθόδου τῶν φαρμάκων χρῆσις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει πολλάκις, ἔνεστί σοι μαθεῖν ἐντεῦθεν· ἤδη γὰρ αὐτοῦ τοῦ προκειμένου καιρὸς ἄρξασθαι.