[στ΄. Περὶ ἀγηράτου.] Ἀγήρατόν ἐστι δυνάμεως διαφορητικῆς τε καὶ ἀτρέμα πως ἀφλεγμάντου. [ζ΄. Περὶ ἀδιάντου.] Τὸ δὲ ἀδίαντον κατὰ μὲν θερμότητα καὶ ψυχρότητα σύμμετρόν ἐστι, ξηραίνει δὲ καὶ λεπτύνει καὶ διαφορεῖ. καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον, καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ, καὶ ῥεῦμα κοιλίας ἵστησιν. οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ, καθάπερ οὐδὲ ψύξιν. ἀλλὰ θείη τις ἂν αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσίν τε καὶ κρᾶσιν ἐν τῇ μέσῃ τάξει. [η΄. Περὶ ἀειζώου.] Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ἐμψύχει δὲ οὐ μετρίως. ἔστι γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως τῶν ψυχόντων. ταῦτ’ ἄρα καὶ πρὸς ἐρυσιπέλατα μὲν, ἀλλὰ καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς ἁρμόττει. [θ΄. Περὶ αἰγίλωπος.] Αἰγίλωψ διαφορητικὴν ἔχει τὴν δύναμιν, δῆλον δ’ ἐκ τῆς γεύσεως, ἠρέμα γάρ πώς ἐστι δριμύς. οὐ μὴν ἀλλὰ κᾀκ τοῦ τὰς σκληρυνομένας φλεγμονὰς καὶ τοὺς αἰγίλωπας ἰᾶσθαι. [ι΄. Περὶ αἴρας.] Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς, ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὐκ ἔστι δὲ ὡς ἐκείνη λεπτομερὴς, ἀλλ’ ἀπολείπεται συχνῷ κατὰ τοῦτο, καὶ θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ δευτέρας τῶν ξηραινόντων.