[ιστ΄. Περὶ ἀκάνθου λευκῆς.] Ἄκανθος λευκή. ταύτην ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δ’ αὐτῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττειν πινόμενον. [ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας.] Ἄκανθος Αἰγυπτία· ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρ’ ἡμῖν ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα. καὶ πρὸς τὰ ἄλλα ὅσα περ ἡ παρ’ ἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως ἥ τε ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ τὴν σταφυλὴν καὶ τὰ καθ’ ἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν. [ιη΄. Περὶ ἀκόρου.] Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα, δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν, οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς. ἀμείνων δὲ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν. [ιθ΄. Περὶ ἀκονίτου ἢ παρδαλιαγχοῦς.] Ἀκόνιτον ἢ παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. πρὸς μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος ἢ κατὰ τὴν ἕδραν ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ἡ ῥίζα τῆς πόας εἰς ταῦτα. [κ΄. Περὶ ἀκονίτου ἢ λυκοκτόνου.] Ἀκόνιτον ἢ λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ ἐκεῖνο παρδάλεις.