[ια΄. Περὶ αἰγείρου.] Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς πρώτης ἀποστάσεως ἀπὸ τῶν εὐκράτων· ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν τε καὶ ὑγραίνειν διαφορᾷ βραχὺ τῶν εὐκράτων καὶ μέσων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον. ἔστι δὲ καὶ λεπτομερὴς μᾶλλον ἢ παχυμερής. καὶ τὰ φύλλα αὐτῆς ὅμοια μέν πώς ἐστι τοῖς ἄνθεσιν, πλὴν εἰς ἅπαν ἀσθενέστερά τε καὶ ἀπρακτότερα· καὶ ἡ ῥητίνη δὲ αὐτῆς ὁμοία τοῖς ἄνθεσιν δυνάμεώς ἐστι καὶ θερμοτέρα ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν ἐστι καὶ ξηραντικώτερον τῆς ῥητίνης καὶ τῶν ἀνθῶν, θερμότερον δὲ οὐ πάνυ τι. [ιβ΄. Περὶ ἀκακίας.] Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς, ὅστις καὶ πλυθεὶς ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον τῆς πρώτης. [ιγ΄. Περὶ ἀκαλύφης.] Ἀκαλύφη. καὶ ταύτης τῆς πόας ὅ τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δ’ οὐ θερμαίνει μὲν σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, ἥ τε τῶν ἐν θώρακί τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ. τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν. [ιδ΄. Περὶ ἀκάνθου.] Ἄκανθος. οἱ μὲν μελάμφυλλον, οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντική τε καὶ τμητικὴ ἀτρέμα καὶ λεπτομερής. [ιε΄. Περὶ ἀκανθίου.] Ἀκάνθιον. ἡ ῥίζα τούτου καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ σπωμένοις βοηθεῖν.