δύναται δὲ καὶ τῆϲ φύϲεωϲ. ἐπ᾿ οὖρα τὴν ὁρμὴν πεποιημένηϲ, τὸ καθαρτικὸν μηδὲν ἀνύειν. ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸϲ τῷ βλάπτειν μηδὲν τὸ ϲῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ᾿ εἰϲ τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.