Οὐκ ἐκκρίνει δ᾿ ἡ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ ἢ διὰ βραχύτητα τοῦ δοθέντοϲ φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.