διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόϲει κελεύει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν· ἀρξαμένηϲ δὲ γίνεϲθαι τῆϲ καθάρϲεωϲ. οὐκέτι βούλεται δίδοϲθαι πτιϲάνηϲ, εὐλαβούμενοϲ ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτοϲ φαρμάκου.| κδ. Κατὰ πόϲουϲ τρόπουϲ οὐκ ἐκκρίνει ἡ γαϲτὴρ καθαρ τηρίου δοθέντοϲ. Οὐκ ἐκκρίνει δ᾿ ἡ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ ἢ διὰ βραχύτητα τοῦ δοθέντοϲ φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.