χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ καταϲῦραι κάτω τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου.