μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται.