μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται. χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ καταϲῦραι κάτω τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου.