χρὴ δ᾿ εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου, καὶ μάλιϲτα ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ· ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει φαρμάκου καθαίρονται δαψιλῶϲ.