τοὺϲ μὲν οὖν τοιούτουϲ ἐκκενοῦν προϲήκει, τουτέϲτι τοὺϲ ἐν κινήϲει καὶ φορᾷ καὶ ῥύϲει· τοὺϲ δὲ καθ᾿ ἕν τι μόριον ἐϲτηριγμένουϲ οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύϲιν ἕξομεν βοηθοῦϲαν τῇ κενώϲει· φαίνεται γὰρ αὕτη μετὰ τὰϲ πέψειϲ διακινοῦϲά τε τοὺϲ χυμοὺϲ ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίϲειϲ γίνονται, ἀλλὰ τελέωϲ μὲν αὐτῆϲ κινουμένηϲ, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀϲθενέϲτερον ἐνεργούϲηϲ, τὸ λεῖπον αὐτοὺϲ χρὴ προϲτιθέναι φαρμακεύονταϲ.