<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" xml:lang="eng" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg073.1st1K-grc2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="32"><p>ἀλλ᾿ ἔν γε τοῖϲ ὀξέϲι <lb n="32"/> νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ | ἤτοι κατὰ
                            τὴν πρώτην ἡμέραν ἢ οὐκ <lb n="84"/>
                            <lb n="5"/>ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν,
                            ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα
                            ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ
                            ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων,
                            ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ <lb n="10"/>
                            γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ
                            λυποῦνταϲ <add cause="fix">χυμούϲ</add>, μήτε, εἰ καὶ τούτοιϲ ὑπάρχει,
                            τοῦ νοϲοῦντοϲ ἐπιτηδείου πρὸϲ τὴν κάθαρϲιν ὄντοϲ, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν
                            παρέχοντοϲ ἐπιτήδειον αὐτὸν παραϲκευάϲαι. </p></div></div></div></body></text></TEI>