<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" xml:lang="eng" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg073.1st1K-grc2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="30"><p>οὔκουν οὐδ᾿ αὐτῆϲ ἕνεκα τῆϲ πυρώδουϲ θερμότητοϲ ἡ κάθαρϲιϲ ἡμῖν
                            παραλαμβάνεται (ταύτην γὰρ ἴϲμεν ὅϲον ἐφ᾿ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν
                            ἐργαζομένων ἕνεκα χυμῶν· <add cause="fix">χρὴ τοίνυν μείζονα τὴν
                                ὠφέλειαν ἐκ τῆϲ <lb n="25"/>
                                <lb n="83"/> τῶν λυπούντων | χυμῶν</add> κενώϲεωϲ γίνεϲθαι τῆϲ
                            βλάβηϲ, ἣν ἐξ ἀνάγκηϲ βλάπτεται τὸ ϲῶμα πρὸϲ τῶν καθαρτικῶν φαρμάκων·
                            ἔϲτι δ᾿ ἡ ὠφέλεια † ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ· ἵνα δὲ
                            τοῦτο γένηται, πρῶτον μὲν δεῖ περιϲκέψαϲθαι, εἰ ἐπιτηδείωϲ ὁ κάμνων ἔχει
                            πρὸϲ τὴν τοιαύτην κάθαρϲιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίϲχρων ἢ <lb n="30"/> παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται
                            καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι
                            τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ <lb n="31"/>
                            ἀνεπιτήδειοι. </p></div></div></div></body></text></TEI>