οἱ δὲ ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα ϲυντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ.