χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ πόρουϲ, δι᾿ ὧν οὗτοι μετα λαμβάνονταί τε καὶ ἕλκονται πρὸϲ τῶν καθαρτικῶν φαρμάκων, ἀναϲτομοῦν, εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα, ῥᾷον ἐργάϲεται τοῦτο, προλελεπτυϲμένων αὐτῶν.