Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.