Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον. τοὺϲ δ᾿ ὑγιαίνονταϲ μὲν ἔτι, νοϲήϲανταϲ δ᾿ ἄν , εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ | ἦροϲ, ἤτοι διὰ φλεβοτομίαϲ, εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν, ἢ διὰ καθάρϲεωϲ, εἰ τοῖϲ κατὰ διαφθοράν.